Ancient Greek
Page 332
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 332
Not analysed yet
μενον. καὶ γοῦν ἔφη που Θεός "Ἐγγίζει μοι ὁ λαὸς οὗτος "τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ "δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβον"ταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων." ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πλαξὶ καρδίας σαρκίναις, τουτέστιν αἰσθητικαῖς, τοὺς ἱεροὺς ἡμῖν καὶ θείους ἐγγράφει νόμους· τοιγάρτοι καὶ ἔφασκεν διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου "Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν "λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν "σαρκίνην, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται." εἴ τις οὖν οὐ ταῖς διὰ Μωσέως προσερήρεισται σκιαῖς, οὔτε μὴν μέλανι γεγραμμένον ἔχει τὸν νόμον ὡς ἐν πλαξὶ λιθίναις, ἀλλ' εἰς νοῦν ἔσω διὰ τοῦ Πνεύματος, οὗτός ἐστιν ἐπιστολὴ Χριστοῦ γινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.