Ancient Greek
Page 333
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 333
Not analysed yet
ΤΟΜΟΣ Β. ΛΟΓΟΣ Α. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ Χριστοῦ πρὸς τὸν Θεόν κ. τ. λ. ΕΙΔΩΣ ὁ Παῦλος τῆς ἀποστολῆς τὸ ἀξίωμα οὐκ ἀνθρωπίναις μᾶλλον ἀνάπτει δυνάμεσιν ἀλλὰ τῷ πάντα ἰσχύοντι Θεῷ καὶ τοῖς τοῦ λαβεῖν ἀξίοις ὀρέγοντι διὰ μεσίτου Χριστοῦ. διό φησι πάντα μὲν ἐν Χριστῷ τοῖς ἁγίοις τὰ ἀγαθά· καὶ γάρ "ἐστιν ἄνωθεν καὶ ἐκ τοῦ πατρὸς τῶν φώτων πᾶν "δώρημα τέλειον·" ἀλλ' οὖν ὁ δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα Χριστός ἐστιν, μεσιτεύων μὲν ἡμᾶς καὶ Θεὸν διὰ τὴν οἰκονομίαν, πλὴν ἐνεργῶν τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχων αὐτοσοφία τε καὶ δύναμις αὐτοῦ· ποία δέ ἐστιν ἡ πεποίθησις ἡ διὰ Χριστοῦ πρὸς Θεὸν, ἄκουε δὴ προσεπάγοντός τε καὶ λέγοντος Οὐχ ὅτι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· "πᾶσα γὰρ σοφία "παρὰ Κυρίου," κατὰ τὸ γεγραμμένον· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ τί τὸ γράμμα ἐστίν; ὁ