Ancient Greek
Page 346
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 346
Not analysed yet
οὕτω τε ἀναλαβεῖν ἰσχύσωμεν καὶ τὸ ἀμώμητον εἰς ζωήν. καὶ καθ' ἕτερον δὲ τρόπον τὴν ἐνθάδε λεγομένην τοῦ Ἰησοῦ παραδέξῃ νέκρωσιν καὶ ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καθὰ γέγραπται, καὶ μέχρις αὐτοῦ θανάτου, καὶ τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προβάτων· πλὴν "ἀπέθανεν ἐφάπαξ τῇ ἁμαρτίᾳ·" τουτέστιν ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου, τέθειται γὰρ ἱλασμὸς διὰ πίστεως· "ὃ δὲ "ζῇ, ζῇ τῷ Θεῷ." Ταύτην οὖν ἄρα τὴν νέκρωσιν, τὴν διά γε τῶν παθημάτων καὶ μέχρις αὐτοῦ θανάτου διήκουσαν, ἐν τοῖς ἑαυτῶν σώμασι περιφέρουσιν οἱ μυσταγωγοὶ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ, καθά φησιν αὐτὸς, ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ· ζήσονται γὰρ καὶ αὐτοὶ τῷ Θεῷ τὴν ἁγίαν καὶ ἄμωμον καὶ μακαρίαν ζωήν. ὅτι δὲ ταύτης ἰδίως μέμνηται τῆς νεκρώσεως καὶ μέντοι ζωῆς, εἴς γε τὸ παρὸν πιστώσεται μὲν καὶ ἡ τῶν προλαβόντων διάνοια, πειρασμῶν ἔχουσα καὶ πόνων ἀφήγησιν, οὓς ὑπομένειν ἀνάγκη πληροῦν ἐθέλοντα τῆς ἀποστολῆς τὸν εὐκλεᾶ δρόμον· οὐδὲν δὲ ἧττον ἡμᾶς οὕτω φρονεῖν ἀναπείσει μονονουχὶ καὶ διερμηνεύων αὐτοῖς ὅπερ ἔφη· προσεπάγει γὰρ εὐθὺς τὸ ἑξῆς· Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν κ. τ. λ. Δείκνυσι δὲ διὰ τούτων καὶ αὐτοὺς ἀσμένως ὑπομένειν ἐθέλοντας τὸν τῆς σαρκὸς θάνατον, διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν· σκοπὸς γὰρ αὐτοῖς οὐκ εἰς τὰ παρόντα βλέπειν, προαθρεῖν δὲ μᾶλλον τὰ ἐσόμενα καὶ τὰς ἀμοιβὰς τῶν