Ancient Greek
Page 347
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 347
Not analysed yet
πόνων. καὶ δι' οὐδενὸς μὲν ποιοῦνται λόγου τοὺς ἐκ τῶν ἀγώνων ἱδρῶτας, ἐπιγάνυνται δὲ μᾶλλον τοῖς ἄνωθεν ἀγαθοῖς, διαλογίζονται γὰρ τῆς τοῦ Θεοῦ φιλοτιμίας τὸ πλάτος· διὰ γὰρ τοῦτο εἰς θάνατον παραδίδονται διὰ Ἰησοῦν ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκί. καὶ τίς ἡ τοῦ Ἰησοῦ ζωή; ἡ ἀφθαρσία καὶ ἁγιασμὸς, δόξα τε μεγάλη καὶ ὑπερκόσμιος· οὕτως γὰρ ἡμῖν ὀφθήσεται κατὰ καιροὺς, ὅταν ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνῃ κριτής· μετασχηματίσει δὲ καὶ "τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον "τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνα"σθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα." ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. μεμίμηνται γὰρ τὸν ἑαυτῶν δεσπότην οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοί· τεθείκασι καὶ αὐτοὶ τὰς ἑαυτῶν ψυχὰς, ἵνα ἡμεῖς οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν "Ὅτι ἕνεκεν σοῦ θανα"τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα "σφαγῆς." ΤΟΜΟΣ Γ ΛΟΓΟΣ Β. Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἔξεστι τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν οὐκ ἀκόμψως, κοινὸν ὥσπερ ἅπασι τοῖς εὐσεβεῖν ᾑρημένοις προθέντας τὸ χρῆμα· "στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ