Ancient Greek
Page 350
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 350
Not analysed yet
γεώδους ταυτησὶ παχύτητος ἡ ἀγγέλων φύσις. οἰκοδομὴν τοιγαροῦν ἐκ Θεοῦ καὶ ἀχειροποίητον οἰκίαν καὶ μὴν καὶ αἰώνιον ὀνομάζει, τὴν ἀφθαρσίαν. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Διὰ τοῦτο στενάζομεν ὡς καταβαρυνόμενοι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλον αὐτῷ τὴν ἀφθαρσίαν εὐχόμενοι τὸ ἀχειροποίητον οἰκητήριον, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι "Φθαρτὸν σῶμα βαρύνει ψυχὴν," πεποιήμεθα δὲ τοῦ στενάζειν τὴν ἀφορμὴν τὸ καταβαρύνεσθαι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ οἰκητήριον τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ τουτέστι τὴν ἀφθαρσίαν ἐπενδύσασθαι. εἶτα τί τὸ ἐπενδύσασθαι δηλοῖ ἢ πάντως ὅτι τῷ νῦν ὄντι σώματι προσπεριβαλέσθαι τὴν ἀφθαρσίαν; στενάζομεν οὖν. Εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. Τό Εἴ γε οὐκ ἐνδοιάζων λέγει, ἀλλ' ἀποφαινόμενος μᾶλλον καὶ ἀραρότως ἔχον ἀποδεικνὺς ὅτι τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν οἰκητήριον ἐπαμφιεννύμενοι τοῦ προϋποκειμένου σκήνους, τουτέστι τοῦ γηΐνου σώματος, οὐκ ἐσόμεθα γυμνοί. οὐκοῦν τό Εἴ γε τέθεικεν ἀντὶ τοῦ ὁπότε, ἵν' ᾖ τι τοιοῦτον τὸ εἰρημένον Ὁπότε καὶ ἐνδυσάμενοι, οὐκ ἀπόθεσιν τοῦ πρώτου πεισόμεθα, οὔτε μὴν ἐσόμεθα γυμνοὶ τοῦ προϋποκειμένου σώματος, ὅπερ σαφηνίζει διὰ τῶν ἑξῆς. καταπίνεται δὲ τὸ θνητὸν ὑπὸ τῆς