Ancient Greek
Page 351
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 351
Not analysed yet
ζωῆς, οὐκ ἀφανιζόμενον, οὐδὲ χωροῦν εἰς τὸ μὴ ὑπάρχειν ὅλως, μεταστοιχειούμενον δὲ μᾶλλον εἰς ἀφθαρσίαν· πεποίηται γὰρ οὕτω καὶ ἐν ἀρχαῖς. γέγραπται γὰρ ὅτι καὶ ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἵνα δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνηται, φθαρτὴ γὰρ ἡ σὰρξ κατὰ φύσιν, "ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ "πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." ἀλλ' εἰσκέκριται μεταξὺ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· εἶτα, καθά φησιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ·" ἀφίκετο γὰρ ἀνακαινίσων ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς τὸ ἀπ' ἀρχῆς· καὶ αὐτός ἐστιν ὁ πρὸς τοῦτο ἡμᾶς κατεργασάμενος ὡς Θεὸς καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. οὐκοῦν ἐνέχυρον ὥσπερ ἀσφαλὲς τῆς ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς δοθησομένης ἡμῖν ἀφθαρσίας, τὸ ζωοποιὸν ἐντέθειται Πνεῦμα παρὰ Χριστοῦ· νυνὶ μὲν τέως ὡς ἐν ἀπαρχῇ, μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὡς ἐν ὁλοκλήρῳ μέτρῳ. τότε δὴ τότε κατηργημένης εἰσάπαν τῆς φθορᾶς, ἐξελευσόμεθα, καθά φησιν ὁ προφήτης, καὶ σκιρτήσομεν "ὡς "μοσχάρια ἐκ δεσμῶν ἀνειμένα," καὶ δὴ καὶ ἐροῦμεν ἐπιτωθάζοντες τῇ φθορᾷ "Ποῦ ἡ δίκη σου θάνατε, ποῦ τὸ κέντρον "σου ᾅδη;" πεπαύσονται γὰρ ἁμαρτία καὶ θάνατος, βασιλεύσει δὲ τῶν ἁγίων ἐν ἀφθαρσίᾳ Χριστός. καὶ ἵνα τὸ φθαρτὸν ὅ ἐστιν ἡ φθαρτὴ σὰρξ κατὰ φύσιν, καταποθῇ ὑπὸ τῆς ζωῆς, "ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν "ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν."