Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Ἰωσήφ.
Cyrillus Theol., Glaphyra in Pentateuchum Περὶ τοῦ Ἰωσήφ..1
Not analysed yet
Υἱὸς ηὐξημένος Ἰωσήφ· υἱὸς ηὐξημένος, ζηλωτὴς υἱός μου νεώτατος, πρός με ἀνάστρεψον. Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλογησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου. Ὑπερίσχυσας ἐπ’ εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπ’ εὐλογίαις θινῶν αἰωνίων, αἳ ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς, ὧν ἡγήσατο, ἀδελφῶν. Ἐπ’ αὐτὸν ἡμῖν πάλιν τὸν Ἐμμανουὴλ ὁ τῆς προφητείας διέρπει λόγος. Εἴη δ’ ἂν, οἶμαί που, τὸ δηλούμενον ἐξ αὐτῆς ἕτερον οὐδὲν ἢ ὅπερ ἔφην ἀρτίως, τὸ, Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος. Τὸ γὰρ ηὐξῆσθαι λέγειν αὐτὸν, τὴν εἰς τὸ ἀπ’ ἀρχῆς ἐπίδοσιν, καὶ ἐπιδρομὴν τῆς ἐνούσης αὐτῷ εὐκλείας φυσικῶς, διασημαίνει πάντως, κατά γε τὸ ὀρθῶς ἔχειν ὑπειλημμένον. Ἐπειδὴ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὑπάρχων καὶ ἐκ Θεοῦ, κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφὰς, καθεὶς ἐθελοντὴς εἰς ὅπερ οὐκ ἦν, καὶ τὴν ἀδοξοτάτην ταύτην σάρκα ἠμπέσχετο, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ πέφηνε, γεγονὼς ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ μέχρι θανάτου· ταύτῃτοι λοιπὸν ὑπερυψοῦσθαι λέγεται, καὶ ὡς οὐκ ἔχων διὰ τὸ ἀνθρώπινον μονονουχὶ, καὶ ἐν χάριτος μοίρᾳ, λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἀλλ’ ἦν τὸ χρῆμα κατὰ τὸ ἀληθὲς, οὐ δόσις ὡς ἐν ἀρχῇ τῶν οὐκ ἐνόντων αὐτῷ φυσικῶς· πολλοῦ γε καὶ δεῖ. Νοοῖτο δ’ ἂν μᾶλλον ἀναφοίτησις καὶ ἀναδρομὴ πρὸς τὸ ἐν ἀρχῇ, καὶ οὐσιωδῶς καὶ ἀναποβλήτως ὑπάρχον αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε, τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς ὑποδὺς οἰκονομικῶς· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἀεὶ γὰρ ἦν ἐν δόξῃ θεοπρεπεῖ τῷ ἰδίῳ συνυπάρχων Γεννήτορι πρὸ παντὸς αἰῶνος καὶ χρόνου καὶ τῆς τοῦ κόσμου καταβολῆς. Αὔξην δὴ οὖν νοητέον ἐπὶ Χριστοῦ, τὴν τῆς εὐκλείας ἐπίδοσιν, ἣν ἀεί πως εὐρυτέραν καὶ ἐμφανεστέραν ἔχει Θεός· ὅτι κατὰ φύσιν ἐστὶ παρὰ τῶν ἐν κόσμῳ νοούμενος, καὶ ὡς τῶν ὅλων Κύριος, συνδοξολογούμενός τε καὶ συμπροσκυνούμενος τῷ Θεῷ καὶ Πατρί. Πλὴν αὐτὸς ὑπάρχων τῶν αἰώνων ὁ ποιητὴς, νοοῖτ’ ἂν εἰκότως γεγονὼς καὶ νεώτατος. Πέφηνε γὰρ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς μετὰ τὸν τῶν ἁγίων προφητῶν εὐκλεᾶ τε καὶ ἀξιάγαστον χορὸν, καὶ ἁπαξαπλῶς μετὰ πάντας τοὺς πρὸ τῆς ἐπιδημίας ὡς ἐν υἱῶν τάξει λελογισμένους δι’ ἀρετήν. Ζηλωτὸς δὲ ὅτι γέγονεν ὁ Ἐμμανουὴλ, πῶς ἔστιν ἀμφιβαλεῖν; Ἀλλὰ ζηλωτὸς μὲν ἁγίοις, οἳ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, καὶ πρὸς τὸ θεῖον αὐτοῦ μορφούμενοι κάλλος, αὐτόν τε ποιούμενοι τῶν πρακτέων ὑπογραμμὸν, τὴν ἀπασῶν ἀρίστην ἀποφέρονται δόξαν. Ζηλωτός γε μὴν καὶ καθ’ ἕτερον ἂν νοοῖτο τρόπον τοῖς οὐκ ἀγαπᾷν ᾑρημένοις, φημὶ δὲ τοῖς Ἰουδαίων καθηγηταῖς, ἤτοι τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις, οἳ πικρὸν ὠδίνοντες ἐν ἑαυτοῖς ζῆλον, καὶ βασκανίας ὑπόθεσιν τὴν ἀπαράβλητον αὐτοῦ ποιούμενοι δόξαν, κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. Διανίστη μὲν γὰρ τοὺς νεκροὺς ὁ Χριστὸς ὀδωδότας ἤδη καὶ διεφθαρμένους, καὶ αὐτοῦ τοῦ θανάτου κρείττων ἐφαίνετο. Οἱ δὲ, κατατεθηπέναι δέον καὶ πρὸς τὸ χρῆναι πιστεύειν ἴεσθαι, λοιπὸν οὐδὲν ἐνδοιάζοντας ἔτι, τοῦτο μὲν οὐκ ἔδρων, ἐδάκνοντο δὲ τῷ φθόνῳ, καὶ πικρὰς ἐδέχοντο λύπας εἰς νοῦν. Τὸν ἐκ γενετὴς ἰᾶτο τυφλὸν, καὶ ἁμαρτωλὸν ἀπεκάλουν. Δαιμονίων ἀκαθάρτων ἠλαύνοντο στίφη, καὶ χορηγὸν αὐτῷ τῆς δυνάμεως τὸν Βεελζεβοὺλ κατεψεύδοντο· λίθοις ἔβαλλον, ἀνοσιώτατα λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε· ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Διεπρίοντο λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. Ζηλωτὸς οὖν ἄρα καὶ τοῖς μισεῖν ἑλομένοις, πλὴν οὐκ εἰς ἅπαν ἁλώσιμος. Εἰ γὰρ καὶ ἀνέτλη σταυρὸν, ἀλλ’ ὡς Θεὸς ἀνεβίω, πατήσας τὸν θάνατον, μονονουχὶ δὲ καὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιφωνοῦντος καὶ λέγοντος· Πρός με ἀνάστρεψον. Ἀναβέβηκε γὰρ εἰς τοὺς οὐρανοὺς, ἵνα καὶ ἀκούσῃ λέγοντος· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὅτι γὰρ ὑποπεπτώκασι, καίτοι πλείστην ὅσην τὴν κατ’ αὐτοῦ μανίαν ὠδίνοντες, ἐδίδαξεν εἰπών· Εἰς ὂν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων. Συνέδρια γὰρ συναγείροντες ἐβουλεύοντο πικρὰ τῶν τοξευμάτων οἱ κύριοι, τουτέστιν, οἱ τῶν λαῶν ἡγεμόνες, οἱ ἐπ’ αὐτῷ παραθήγοντες τοὺς οἱονεὶ τραυματίζοντας, καὶ ἀκίδων ἐν τάξει μονονουχὶ καὶ ἐμπηγνυμένους, διάτοι τὸ δρᾷν ἃ μὴ θέμις ἀποτολμᾷν, καὶ θηρῶν ἀγρίων ἐπιθρώσκειν δίκην. Πλὴν συνετρίβη τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη νεῦρα βραχιόνων αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακὼβ, τουτέστι, τοῦ Θεοῦ καὶ Πατρὸς, ὅς ἐστι τῶν δυνάμεων Κύριος, ὃς καὶ εὐλογεῖσθαι παρεσκεύασε τὸν Υἱὸν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Γράφει μὲν γὰρ ὁ θεσπέσιος Παῦλος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Φάσκει δέ που καὶ ὁ μέγας ἡμῖν Δαβίδ· Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι. Ταύτην εἶναί φαμεν τὴν ἄνωθεν εὐλογίαν, καὶ τὴν ἐν τῇ γῇ κάτω τὴν πάντα ἔχουσαν, τουτέστιν, ἐν ᾗ διὰ Χριστὸν πᾶσα λοιπὸν ἀρετὴ, καὶ λίαν ἀμφιλαφεῖς οἱ τῆς εἰς Θεὸν εὐσεβείας καρποί. Εἴρηται γάρ που πρὸς τὸν Υἱόν· Ἐπεσκέψω τὴν γῆν, καὶ μεθύσας αὐτὴν ἐπλήθυνας, τοῦ πλουτίσαι αὐτήν. Δεδόσθαι γε μὴν αὐτῷ τὴν ἄνωθεν εὐλογίαν, καὶ μέντοι τὴν ἀπὸ γῆς, διεβεβαιοῦτο σαφῶς· Εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρὸς καὶ μητρός. Δι’ οὗ σαφῶς καὶ ἐναργῶς ἥ τε ἐκ Θεοῦ καὶ Πατρὸς γέννησις τοῦ Μονογενοῦς, καὶ ἡ διὰ τῆς ἁγίας Παρθένου σημαίνεται, καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος. Υἱὸς γὰρ ὑπάρχων φυσικῶς τε καὶ ἀληθῶς τοῦ Θεοῦ τε καὶ Πατρὸς, δι’ ἡμᾶς ἀνέτλη τὴν διὰ γυναικός τε καὶ μήτρας γέννησιν, καὶ μαστοὺς τεθήλακεν. Οὐ γάρ τοι, κατά τινας, δοκήσει γέγονεν ἄνθρωπος, ἀλλ’ ὡς τοῦτο κατὰ ἀλήθειαν πεφηνὼς, ὅπερ ἐσμὲν καὶ ἡμεῖς αὐτὸὶ, τοῖς τῆς φύσεως ἑπόμενος νόμοις, καὶ τροφῆς ἠνέσχετο, καίτοι ζωὴν αὐτὸς τῷ κόσμῳ διδούς. Ταύτῃτοι καὶ ὁ μακάριος Ἡσαΐας μήνυσιν ὥσπερ τινὰ τοῦ κατὰ ἀλήθειαν ἐνανθρωπῆσαι τὸν Κύριον, τὸ δεδεῆσθαι τροφῆς νηπιοπρεποῦς, ἐποιεῖτο λέγων· Βούτυρον καὶ μέλι φάγεται. Ηὐλόγηται τοίνυν ἕνεκε μαστῶν καὶ μήτρας. Ὡς γὰρ ἔφην φθάσας, ἐπεί τοι γέγονεν ἄνθρωπος καὶ ὑπήκοος τῷ Πατρὶ, κεκληρονόμηκεν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ αὐτῷ κάμψει πᾶν γόνυ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, ὁμολογούντων ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Πλὴν εἰ καὶ πέφηνε καθ’ ἡμᾶς, ἀλλ’ οὖν ὑπερκείσεται παντὸς ἁγίου, καὶ ὑπερανεστήξει θεοπρεπῶς τῶν ἄνωθεν ἔτι καὶ ὀνομαστῶν πατέρων. Ὃ γὰρ ὁ Ψάλλων φησίν· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται αὐτῷ ἐν υἱοῖς Θεοῦ; τοῦτο διδάσκει λέγων ὁ μακάριος Ἰακώβ· Ὅτι ὑπερίσχυσας ἐπ’ εὐλογίαις ὀρέων μονίμων καὶ θινῶν αἰωνίων. Ὄρη γὰρ αἰώνιά τε καὶ μονιμώτατα, καὶ μέντοι καὶ θῖνας αἰωνίους, τοὺς ἁγίους φησὶ, διά τοι τὸ ἦρθαι τῆς γῆς, καὶ φρονεῖν μὲν οὐδὲν τῶν κατεῤῥιμμένων, ζητεῖν δὲ τὰ ἄνω, καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα εὖ μάλα διᾴττειν. Κατόπιν οὖν ἄρα τῆς Χριστοῦ δόξης καὶ οἱ τῶν Πατέρων ἐπισημότατοι, καὶ εἰς λῆξιν ἥκοντες ἀρετῆς. Οἱ μὲν γὰρ ἦσαν οἰκέται, κἂν εἰ τετάχαντο λοιπὸν ἐν τέκνοις· ὁ δὲ Κύριος, ὡς Υἱὸς, τὰ δι’ ὧν ἐκεῖνοι γεγόνασι λαμπροὶ, κεχορηγηκὼς αὐτοῖς. Τοιγάρτοι καὶ λέγουσιν, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Οὐκοῦν τῆς δόξης ὁ στέφανος ἐπικείσεται μὲν φυσικῶς τῇ τοῦ Σωτῆρος ἡμῶν κεφαλῇ· διαβήσεται δὲ οὐδὲν ἧττον, καὶ δῶρον ἔσται δοτὸν, καὶ ἐπ’ αὐτοὺς ἁγίους τοὺς ὑπ’ αὐτῷ γεγονότας, οἳ τὸν ἀμάραντον τῆς δόξης περικείσονται στέφανον· καὶ κοινωνοὶ τῶν αὐτοῦ παθημάτων γεγενημένοι, συμμεθέξουσι τῆς εὐκλείας. Ἄραρε γὰρ, ὅτι συμπεπονθότες αὐτῷ, καὶ συμβασιλεύσουσιν.