Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Βενιαμίν.
Cyrillus Theol., Glaphyra in Pentateuchum Περὶ τοῦ Βενιαμίν..1
Not analysed yet
Βενιαμὶν λύκος ἅρπαξ· τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Προτέτοκε μὲν ἡ Ῥαχὴλ τὸν θεσπέσιον Ἰωσὴφ, ἐπ’ αὐτῷ δὲ τὸν Βενιαμίν· ἀλλ’ υἱὸς μὲν νεώτατος Ἰωσὴφ πρὸς τοῦ πατρὸς ὠνομάζετο. Οὕτω τε ἔχειν τὸ χρῆμα δώσομεν. Νεώτερον δὲ νεωτάτου φαμὲν γενέσθαι τὸν Βενιαμίν. Ἀλλ’ υἱὸς μὲν νεώτατος Βενιαμίν· καὶ δὴ νοοῖτ’ ἂν εἰκότως οἷά τις εἰκὼν καὶ τύπος τοῦ νεωτάτου λαοῦ· ὃς καὶ διὰ τῶν ἁγίων κέκληται μαθητῶν, μετά γε τὸ ἐκ νεκρῶν ἀναβιῶναι Χριστὸν, καὶ πρὸς τὸν ἐν οὐρανοῖς ὑπονοστῆσαι Πατέρα καὶ Θεόν. Ἅρπαγι δὲ λύκῳ παρεικάζεται, διά τοι τὸ, οἶμαι, θερμὸν εἰς ὀρέξεις τὰς ἐπί γε τὸ μαθητιᾷν, καὶ ἐπιθρώσκειν ἀεὶ, καὶ μάλα προθύμως, οἷά τισι θήραις ταῖς εἰς πᾶν ὁτιοῦν τῶν τρεφόντων εἰς εὐεξίαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. Δεινοὶ γὰρ ἰδεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μὴν καὶ ἁρπάσαι τὸ ὠφελοῦν· ὀξεῖς εἰς ἀποδρομὴν τῶν ἀδικεῖν εἰωθότων. Εἰσὶ δὲ λίαν εἰς φόβους οὐκ εὔκολοι, οὐδ’ ἂν εἰ κυνῶν αὐτοῖς περιχέοιντο δίκην, οἱ τῶν ἀγαθῶν ἔργων τε καὶ λόγων ἀποσοβεῖν ᾑρημένοι, καταναρκῶσι δὲ τὴν προςβολήν. Μεμαθήκασι γὰρ, καὶ μάλα νεανικῶς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ἀλλ’ οὐδ’ ἂν ὅλως αὐτοὺς οἱ ψευδοποιμένες τῆς αὐτοῖς ἀγαπωμένης ἐξώσειαν τρίβου, βάλλοντες εἰς νεφροὺς τάφρους̣ οὐ φειδόμενοι, κατὰ τὸ γεγραμμένον. Τληπαθέστατοι γὰρ οἱ τοιοίδε λίαν, καὶ ζωὴν ἡγούμενοι τὸ παθεῖν· διακεκράγασι γοῦν· Ἐμοὶ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. Οὐκοῦν, κἂν εἰ λύκοις ἅρπαξι παρεικάζοιντο, κατά γε τοὺς ἀρτίως ἡμῖν παραδεδειγμένους τρόπους, οὐδὲν, ὡς ἔοικεν, εἰς τὸ μὴ ἔχειν ὀρθῶς ἀδικηθεῖεν ἂν, ἐπεί τοι καὶ αὐτὸς ὁ Σωτὴρ λέοντά τε καὶ πάρδαλιν, ἤτοι πάνθηρα ἑαυτὸν ὀνομάζει, λέγων· Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Καὶ ἐγὼ ἔρχομαι, καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. –Ἀγροῦ δὲ θηρία, καὶ αὐτοὺς ἀποκαλεῖ τοὺς εἰς αὐτὸν πιστεύοντας, οὔτω λέγων διὰ φωνῆς Ἡσαΐου· Εὐλογήσει μὲ τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν. Ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. Συνίης οὖν, ὅπως τὸ γένος τὸ ἐκλεκτὸν ἀγροῦ θηρία καὶ σειρῆνας ὠνόμασε, τουτέστι, τὰ τῶν στρουθίων εὐστομώτατα. Καὶ θηρία μὲν, διὰ τὸ μὴ ἀνέχεσθαι τάχα που τιθασσεύοντος τοῦ Σατανᾶ, καὶ ὑπὸ χεῖρα ποιεῖσθαι τὴν ἑαυτοῦ σπουδάζοντος, ἐπιθρώσκειν δὲ μᾶλλον αὐτῷ, μονονουχὶ δὲ καὶ κατασίνεσθαι τοὺς ἐφ’ ἅπερ οὐ θέμις μετασοβεῖν ᾑρημένους· σειρῆνας δὲ, ὅτι καλλιεποῦσιν ἄγαν τὰ Χριστοῦ κατορθώματα λέγοντες, καὶ τὰς εἰς αὐτὸν ὑμνοῦντες τιμάς. Οὐκοῦν λύκος ὁ Βενιαμὶν ὁ νέος καὶ ἐν πίστει λαὸς, οὗ καὶ τὸ λίαν ἕτοιμον εἰς τὸ δύνασθαι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μέντοι καὶ τὸ ἰσχύσαι καὶ ἑτέρους ὠφελεῖν, ὑποφαίνει λέγων· Τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ τὸ ἑσπέρας διαδώσει τροφήν. Ὁ μανθάνων ἔοικέ πως ἀεὶ τῷ τρεφομένῳ. Εἰσοικίζεται γὰρ εἰς νοῦν τὰ μαθήματα, καθάπερ ἀμέλει κἀκεῖνος εἰς γαστέρα τὸ ἐδώδιμον. Ἀποδεῖ δὲ τοῦ τρέφοντος ὁ διδάσκων οὐδέν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τροφῇ παρεικάζει τῆς διδασκαλίας τὸν τρόπον· ἔφη γὰρ, ὅτι Τελείων ἐστὶν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκοῦν ὁ Βενιαμὶν λύκος ἅρπαξ. Τὸ πρωϊνὸν ἔδεται ἔτι, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Ὅμοιον ὡς εἰ λέγοι· Μαθητιῶν ἔτι καὶ πρὸς τὸ ἀρτίως ἔχειν οὔπω διεληλακὼς, ὠφελήσειεν ἂν ἑτέρους, καὶ ὀλίγος κομιδῇ διαδείξει καιρὸς τοὺς ἄρτι πεπιστευκότας καὶ εἰς τὸ διδάσκειν ἐπιτηδείους. Περὶ μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ἐλέγετο, δι’ ἀμαθίαν, οἶμαί που, πολλὴν καὶ τὸ εἰς νοῦν ἔσω πάχος· Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος. Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι. Καὶ πάλιν· Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως. Ἐπιστέλλει δὲ τοῖς ἐν πίστει καὶ ἐν Χριστῷ λέγων ὁ σοφὸς Ἰωάννης· Οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων. Νοῦν γὰρ ἔχουσι Χριστοῦ τοῦ πάντα εἰδότος, καὶ οὐκ ἀνικάνως ἔχουσιν εἰς τὸ διδάσκειν καὶ παρακαλεῖν ἀλλήλους. Εἰ δὲ δὴ προσήκει καὶ ἐπ’ αὐτοῦ τοῦ μακαρίου Παύλου τὴν ἐπὶ τῷ Βενιαμὶν προαγόρευσιν ἐκπεπεράνθαι λέγειν, καὶ τῇδε ἂν ἔχοι καλῶς τε καὶ ἀληθῶς. Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, καὶ λύκου δίκην τοῖς ἀγαπῶσι Χριστὸν ἐπιτρέχων, ἐν ὀλίγῳ κομιδῇ πρὸς πᾶν τοὐναντίον μετεποιήθη καιρῷ. Εὐηγγελίσατο γὰρ τὴν πίστιν ἢν ἐπόρθει ποτὲ, καὶ ἀναφέρει τὰ χαριστήρια τεθειμένος εἰς ἀποστολὴν, καίτοι πρότερον ὢν βλάσφημός τε καὶ διώκτης καὶ ὑβριστής. Οὕτω γάρ πού φησιν αὐτός. Γέγονε δὲ καὶ ἐκ φυλῆς Βενιαμίν. Καὶ αὐτὸν δὲ τὸν θεσπέσιόν φημι Δαβὶδ τῆς κατ’ αὐτὸν ἱστορίας διαμεμνῆσθαι σαφῶς, ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ λέγοντα· Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ. Ἰουδαῖοι γὰρ ὄντες καὶ ἐξ αἵματος Ἰσραὴλ οἱ μακάριοι μαθηταὶ, καθηγηταὶ γεγόνασι τῶν ἐν Χριστῷ διὰ πίστεως δεδικαιωμένων, μεθ’ ὧν καὶ αὐτὸς ὁ ἐκ φυλῆς Βενιαμὶν ἐπιστέλλων τε καὶ λέγων· Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Εὐηγγελίζετο γὰρ ἔθνεσί τε καὶ Ἰουδαίοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.