Ancient Greek · ~30 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Ἔτι περὶ τοῦ Ἰωσήφ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-11
Not analysed yet
Ἐπὶ τὰ λοιπὰ τῶν λόγων ἰτέον, ὧν ἤδη φθάσαντες πεποιήμεθα, περὶ τοῦ Ἰωσήφ· εἰς τέλος ἡμῖν ἡκούσης τὸ αὐτῇ πρέπον ἤδη τῆς μεταξὺ παρεισκεκριμένης ἱστορίας. τῆς περὶ τοῦ Ἰούδα, φημὶ, καὶ μέντοι καὶ τῆς Θάμαρ. Μεταβαλόντες γὰρ εἰς τὸ Χριστοῦ πρόσωπον τὸν θεσπέσιον Ἰωσὴφ, ἐμβεβλῆσθαι μὲν ἐν τῷ λάκκῳ παρὰ τῶν ἀδελφῶν ἐλέγομεν· ἀνακεκομίσθαι δὲ αὖ καὶ καταπεπράσθαι τοῖς Ἰσμαηλίταις, οἳ καὶ ἀρωμάτων τῶν εὐοσμοτάτων ἔμποροί τε ἦσαν καὶ τοῖς οὐκ ἔχουσι διακομισταί. Ἀπενηνέχθαι τε δι’ ἐκείνων αὐτὸν εἰς τὴν Αἰγυπτίων, προσθέντες εἰρήκαμεν. Ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενὴς, καὶ ἐν τοῖς καθ’ ἡμᾶς γεγονώς· κεχρῃματικὼς καὶ ἀδελφὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, θάνατον ὑπέμεινε, καὶ ἀνέτλη σταυρὸν, καταβέβηκέ τε εἰς ᾄδου, οὗ καὶ εἰς τύπον ὁ λάκκος. Πλὴν ἀνεβίω πάλιν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἀπενοσφίζετο. Δέδοται δὲ ὥσπερ τοῖς τῶν νοητῶν ἀρωμάτων ἐμπόροις, τουτέστι, τοῖς ἁγίοις ἀποστόλοις, οἳ τὸ αὐτοῦ μῦρον εὐωδιάζοντες, εἰς τὴν τῶν ἐθνῶν ἀφίκοντο χώραν, διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς οὐκ εἰδόσιν αὐτὸν ἀποφέροντες, τὴν τοῦ δούλου μορφὴν περικείμενον. Κηρύσσεται γὰρ δι’ ἡμᾶς ἐν σαρκὶ γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀπενεχθῆναι τὸν Ἰωσὴφ διὰ τῶν Ἰσμαηλιτῶν εἰς Αἴγυπτον. Τί οὖν ἄρα συνέβη παθεῖν ἐκεῖ γεγονότα, τί δὲ ἔδει πρὸς τοῦτο δράσαι, καταθρῶμεν, εἰ δοκεῖ. Ἔτι μὲν γὰρ νέος ὢν καὶ ἐν ἐφήβοις τελῶν, ἐνίκα τῆς Αἰγυπτίας τὸ ἀσελγὲς, μονονουχὶ καὶ σὺν βίᾳ πολλῇ κατωθούμενος εἴς γε τὸ θελῆσαι δρᾷν ἃ μὴ θέμις. Ἡ μὲν γὰρ ἐξῆπτο τῶν ἱματίων ἀπρίξ τε καὶ ἀναιδῶς, καὶ εἰς ἀνεθέλητον ἁμαρτίαν οὐ μετρίως κατεβιάζετο. Ὁ δὲ καὶ αὐτὸ τὸ ἱμάτιον ἀφεὶς, μαχλώσης ἀγρίας ἀπηλλάττετο, καὶ ἀνάλωτος ἦν τῷ πάθει. Σεσυκοφάντηται δὲ μετὰ τοῦτο, περιτρέποντος εἰς αὐτὸν τοῦ γυναίου τὰ ἐγκλήματα, ἐν αἰτίαις αἰσχρότητος ὁ σώφρων τε καὶ φιλελεύθερος ἦν. Πλὴν ἐκράτει τοῦ δεσμωτηρίου, φησί. Γέγονε δὲ καὶ ἐν τοῖς ἔθνεσιν ὁ Χριστὸς, ὡς ἐν προσώπῳ, φημὶ, τῶν ἁγίων ἀποστόλων, οἳ καὶ τὰ στίγματα αὐτοῦ περιφέρειν ἔφασκον ἐν ἰδίῳ σώματι. Παρῃτοῦντο μὲν γὰρ συσχηματίζεσθαι τοῖς τὰ ἐν κόσμῳ φρονεῖν ἑλομένοις, ἀπωτάτω δὲ ἦσαν σαρκικῶν ἐπιθυμιῶν. Τοιουτοσὶ γὰρ ἀεὶ ὁ τῶν ἁγίων βίος. Ἀλλ’ ἐπεβουλεύοντο διὰ τοῦτο, καὶ δὴ καὶ συκοφαντούμενοι παρὰ τῶν εἰωθότων ἡγεῖσθαι φορτικοὺς τοὺς ἐν Χριστῷ ζῇν ἐθέλοντας, πειρασμοῖς περιπεπτώκασι, δεσμῶται γεγόνασι. Πλὴν ἐμέμνηντο Χριστοῦ λέγοντος· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος· καθάπερ ἀμέλει καὶ τὸν Ἰωσὴφ ἡ μαχλῶσα γυνή. Πλὴν καὶ ἐν αὐτοῖς ἐπλατύνοντο τοῖς πόνοις, τῆς τοῦ Θεοῦ χάριτος ἐξημερούσης αὐτοὺς, οὓς ἦν μάλιστα διαπονήσειν εἰκός. Ἐπεγάννυτο γὰρ, ὡς ἔφην, ὁ δεσμοφύλαξ τῷ Ἰωσήφ. Εἶτα τῶν εὐνούχων τοῦ Φαραὼ, τοῦ τε οἰνοχόου, φημὶ, καὶ προσέτι τοῦ σιτοποιοῦ, δεδεμένων, διεσάφει τὰ ὀνείρατα. Καὶ διὰ τοῦτο, φησὶ, ὁ θεσπέσιος Ἰωσὴφ οὐ μετρίως ἐθαυμάζετο· ἐνυπνιασθέντος δὲ καὶ αὐτοῦ τοῦ Φαραὼ τήν τε ἐσομένην οὐκ εἰς μακρὰν εὐκαρπίαν καὶ τὸν ἐκ τοῦ λιμοῦ πόνον, ὡς ἐν βουσὶ μὲν πρότερον πίοσί τε καὶ ἰσχναῖς, ὡς ἐν ἀστάχυσι δὲ μετὰ τοῦτο τεθεαμένου· τῶν τε ἐν Αἰγύπτῳ σοφῶν οὐδὲν ἐχόντων εἰπεῖν, ἀπειρηκότων δὲ παντελῶς πρὸς τὸ δύνασθαι διατρανοῦν τὰ ἐκ τῶν ὁραμάτων ὑποδηλούμενα· μεμαρτύρηται μὲν αὐτὸς ὡς οἷός τε τοῦτο δρᾷν· παρελθὼν δὲ διεσάφει. Καὶ δὴ καὶ θαυμάσας ὁ Φαραὼ, ταμίαν αὐτὸν καὶ ἡγούμενον ἐπὶ τὴν ἑαυτοῦ καθίστησιν ἀρχήν. Ἐδιώκετο μὲρ γὰρ ὁ Χριστὸς, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν προσώπῳ τῶν ἁγίων ἀποστόλων. Ἀλλ’ ἐν αὐτοῖς ὄντες τοῖς πόνοις οἱ περὶ ὧν ὁ λόγος, ὡς σοφοὶ λίαν καὶ τὰ πολλοῖς ἀπόῤῥητα διατρανοῦν οἷοί τε, φανεροὶ μὲν ἦσαν ἐν ἀρχαῖς τῶν ἐν κόσμῳ τισὶν, εἶτα καὶ αὐτοῖς τοῖς κρατοῦσι τῆς γῆς, οἳ καὶ πιστεύσαντες ὅτι καὶ αὐτὴν ἔχουσι τῶν ἐσομένων τὴν γνῶσιν, ἐξ ἀποκαλύψεως Θεοῦ ἐν Πνεύματι, οἰκονόμους καὶ ἄρχοντας ἐθνῶν γίνεσθαι συγκεχωρήκασι, διανέμειν τε τοῖς ἐν λιμῷ μαθημάτων, ἃ καὶ εἰς ζωὴν συνέχει τὴν ἀκήρατον, τουτέστι τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζουσαν παίδευσιν. Οὗτοι καὶ κατεκτήσαντο, μᾶλλον δὲ δι’ αὐτῶν ὁ Χριστὸς, τῷ Θεῷ καὶ Πατρὶ τὴν τῶν ἐθνῶν χώραν, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ τὴν τῶν Αἰγυπτίων ὁ Ἰωσὴφ, ᾧ καὶ γεγόνασιν υἱοὶ δύο, Μανασσῆς καὶ Ἐφραῒμ, ἐκ μητρὸς Ἀσενὲθ τῆς Πετεφρῆ θυγατρὸς, ὃς ἦν ἱερεύς. Καὶ ἑρμηνεύεται μὲν ὁ Μανασσῆς, λήθη κακῶν τῶν συμβεβηκότων· εἰς αὔξην τε καὶ ἐπίδοσιν τὴν εἴς γε τὸ ἄμεινον, ὁ Ἐφραΐμ. Ἐξ ἱερᾶς γὰρ ὥσπερ μητρὸς, φημὶ δὲ τῆς Ἐκκλησίας, καρποὶ γεγόνασι, καὶ ἐν υἱοῖς Θεοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ καταλογισθεῖεν ἂν οἱ ἐξ ἐθνῶν κεκλημένοι, οἳ καὶ εἰς λήθην ἐνεχθήσονται τῶν πόνων. Ἐπιλήσονται γὰρ, φησὶ, τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. Ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Ἥξουσι δὴ οὖν κατὰ καιρὸν εἰς λήθην κακῶν, βαδιοῦνται δὲ καὶ εἰς αὔξην, ἐπὶ τὸ τῆς ἐλπίδος γλυκὺ διατρέχοντες πέρας. Μετοιχήσονται γὰρ ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια, ἀπὸ τῶν ἐν χρόνῳ μεμετρημένων εἰς τὰ ἐπέκεινα χρόνου· ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, εἰς δόξαν ἐξ ἀτιμίας, ἐξ ἀσθενείας εἰς δύναμιν. Ἐγκειμένου δὲ ἔτι καὶ παρατείνοντος τοῦ λιμοῦ, κατέβησαν οἱ ἐξ Ἰακὼβ εἰς Αἴγυπτον πρίασθαι τροφάς. Εἶτα μικροῦ μεταξὺ παρεισθέοντος λόγου, μονονουχὶ δὲ καὶ ἐναθύροντος αὐτοῖς τοῦ Ἰωσὴφ (ἔφασκε γὰρ ὡς ἤκιστα μὲν σιτίων ἔνεκα, κατασκεψόμενοι δὲ μᾶλλον ἥκουσι τὴν γῆν), προσαπαιτοῦντος δὲ τὸν Βενιαμὶν, ὃς ἦν ἀδελφὸς αὐτῷ καὶ νεώτατος, ἐνισταμένου δὲ ὅτι οὐκ ἂν τῆς Αἰγυπτίων ἀζήμιοι ἀπαλλάξειαν, εἰ μὴ παροίσειαν τὸ μειράκιον· ἄγεται μόλις ἐφέντος αὐτοῖς τοῦ πατρός. Ἐπειδὴ δὲ ἧκον ὁμοῦ τῷ παιδὶ, λοιπὸν ἐπὶ τὴν ἑστίαν ἐκάλει, ὕδατι δὲ διανενιμμένους ἄρτοις τε καὶ οἴνῳ κατεκορέννυ λοιπόν. Τεθλιμμένοι γὰρ ὥσπερ καὶ ἀφορήτῳ λιμῷ ἐκπεπιεσμένοι, δῆλον δὲ ὅτι τῷ νοητῷ, κατὰ καιροὺς Ἰουδαῖοι, τὴν ὀφρὺν ἀφέντες τὴν ὑψηλὴν καὶ ἀγέρωχον, ἥξουσιν ἐπὶ Χριστὸν, τῆς παρ’ αὐτοῦ γλιχομένοι τροφῆς, ἁγίας τε καὶ πνευματικῆς, φημὶ, καὶ ζωοποιοῦ. Ὁ δὲ οὐ προσδέξεται μὲν, πλὴν οὐ δίχα τοῦ νέου λαοῦ, οὗ καὶ εἰς τύπον εἴη ἂν ὁ Βενιαμίν. Ἐλθόντες δὲ ὥσπερ ἐν ὁμοψυχίᾳ καὶ ὡς ἐν γνώμῃ μιᾷ, προσδέξεται μὲν ἱλαρῶς, εἰσοίσει δὲ ὥσπερ εἰς ἴδιον οἶκον, τουτέστι, τὴν Ἐκκλησίαν. Εἶτα διανίψων ὕδατι καθαρῷ, τῷ τῆς παλιγγενεσίας λουτρῷ, ἄρτῳ τε καὶ οἴνῳ διαθρέψει, Μυστικῶς ὁ λόγος. Πλὴν κἀκεῖνο πρὸς τούτῳ λέγωμεν· ἀνεγνωρίζετο μὲν γὰρ τοῖς ἀδελφοῖς ὁ Ἰωσὴφ ἄμα τῷ Βενιαμὶν ἀφιγμένοις, καὶ δὴ καὶ τραπέζης αὐτοὺς ἠξίου, καθάπερ ἔναγχος ἔφην. Κλῆρον δὲ οὐδένα δοὺς, ὅλως ἀποτρέχειν ἐκέλευε κατακομιοῦντας πρὸς αὐτὸν τὸν πατέρα, φημὶ δὴ τὸν Ἰακώβ. Ἐπειδὴ δὲ καταβέβηκε, καὶ ἤδη παρόντα τεθέαται τοῖς τέκνοις ὁμοῦ, τότε δὴ, τότε τὴν ἁπασῶν ἀρίστην ἀπένειμε γῆν. Σημεῖον δ’ ἂν γένοιτο καὶ τοῦτο σαφὲς, ὅτι δέξεται μὲν ὁ Χριστὸς τοὺς ἐξ Ἰσραὴλ ἐπιστρέφοντας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, συνόντος αὐτοῖς δηλονότι κατὰ τρόπον ὁμοψυχίας καὶ τοῦ νέου λαοῦ. Τοῦτο γὰρ, ὡς ἔφην, ὁ Βενιαμίν. Πλὴν οὐ δίχα τῶν ἁγίων Πατέρων ὁ ἐν ἐλπίσιν ἡμῖν ἀποδοθήσεται κλῆρος. Ὥσπερ γὰρ αὐτοὶ, καίτοι κατὰ πίστιν ἀποθανόντες, ὡς γοῦν ὁ σοφὸς ἔφη Παῦλος, Οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οὕτω καὶ ἡμεῖς περιμενοῦμεν τοὺς Πατέρας, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶμεν. Ὁμοῦ τοιγαροῦν τοῖς ἁγίοις Πατράσιν, οἱ πρῶτοί τε καὶ μέσοι καὶ τελευταῖοι λαοὶ, τὸν ἄριστόν τε καὶ ἀνεκποίητον τῆς τῶν οὐρανῶν βασιλείας ἀποληψόμεθα κλῆρον ἐν Χριστῷ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.