Ancient Greek · ~41 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-13
Not analysed yet
γ. Καταβέβηκε τοίνυν Ἰούδας, καὶ ἀφίκετο πρὸς ἄνθρωπον, ᾧ ὄνομα Ἵρας. Αἰπόλος δὲ οὗτος καὶ τεχνίτης τὰ ποιμενικά. Καὶ τὴν Σαβᾶν ἐκεῖσε θεασάμενος, ἐποιεῖτο μὲν σύνοικον, μητέρα δὲ καὶ τριῶν ἀπέδειξε τέκνων· Ἣρ δὴ λέγω καὶ Αὐνᾶν, καὶ μέντοι καὶ Σηλώμ. Καὶ ὁ μὲν Ἣρ δερμάτινος, τουτέστι σάρκινος, ἑρμηνεύεται· πεπληγὼς δὲ καρδίαν Αὐνᾶν· ἐκσπασμὸς δὲ ὁ τρίτος, ἤγουν ὑπόλυσις καὶ εἰρήνευσις. Καταβέβηκε δὲ καὶ ἐξ οὐρανῶν, καθάπερ ἔκ τινος ἁγίας γῆς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἀληθῶς ὑμνούμενος, καὶ τῆς βασιλείας τὴν δόξαν φυσικῶς ἀνημμένος. Τουτὶ γὰρ ἡμῖν τὸ Ἰούδα πρόσωπον ὑπεμφήνειεν ἄν· αἴνεσιν μὲν γὰρ ἡ τοῦ ὀνόματος σημασία δηλοῖ. Βασιλικωτάτη δὲ τῶν ἄλλων, καὶ ἐν ταῖς εἰς ἄκρον ὑπεροχαῖς ἡ Ἰούδα τέθειται φυλή. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰακὼβ, τὴν ἐπ’ αὐτῷ ποιούμενος εὐλογίαν, Ἰούδα φησὶ, Σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου. Μεμαρτύρηκε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὡς ἐκ τῆς Ἰούδα φυλῆς ἀνέφυ Χριστὸς, ὁ παρὰ πάσης κτίσεως ὑμνούμενος. Καταβέβηκε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἐπεφοίτησε μὲν τῇ ἐρήμῳ Μαδιὰμ διαποιμαίνοντι τότε τῷ μακαρίῳ Μωσεῖ. Ὤφθη γὰρ αὐτῷ ἐν εἴδει πυρὸς ἐν τῇ βάτῳ, καὶ συνήφθη τρόπον τινὰ δι’ αὐτοῦ, καθάπερ ἀλλοφύλῳ Χαναναίᾳ γυναικὶ, τῇ κατ’ Αἴγυπτον Συναγωγῇ τῶν υἱῶν Ἰσραήλ· καθάπερ ἀμέλει καὶ ὁ Ἰούδας διὰ τοῦ ποιμαίνοντος τῇ Σαβᾷ, ἢ διερμηνεύεται ὕψωσίς τε καὶ ἔπαρσις. Κεκλημένη γὰρ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, χθαμαλὴ μὲν ἦν οὐκέτι καὶ πεπατημένη, καὶ τὸ τῆς δουλείας ἔχουσα σμικροπρεπὲς, ὑψηλὴ δὲ γέγονε καὶ διαφανής. Λελύτρωται γὰρ ὡς ἐκ καμίνου σιδηρᾶς, καὶ ἐξ οἴκου δουλείας, κατὰ τὸ γεγραμμένον. Εἶτα τῆς ἐν Αἰγύπτῳ Συναγωγῆς τῆς ὡς ἀλλοφύλου τε καὶ εἰδωλολατρούσης ποτὲ τρεῖς γεγόνασι λαοὶ, τὴν υἱῶν τάξιν ἀποπληροῦντες Θεῷ, καὶ μιᾶς μὲν ὥσπερ ἐκπεφυκότες μητρὸς, μερισάμενοι δὲ τὴν ἐν χρόνῳ γένεσιν. Καὶ τίνα δὴ τρόπον, ἐροῦμεν οὐκ εἰς μακράν. Εἶτα τὴν Θάμαρ πρώτῳ μὲν τῷ Ἣρ, ὃς ἦν πρωτότοκος, συνῆψεν Ἰούδας. Ἐπεὶ δὲ πονηρὸν ὄντα διώλεσε Θεὸς, διαδέχεται τὸν γάμον εὐθὺς ὁ Αὐνᾶν, ὃς ἦν καὶ γενέσει καὶ χρόνῳ δεύτερος. Ὁ δὲ ἐπείπερ οὐκ ἤθελεν ἐγεῖραι σπέρμα τῷ ἀδελφῷ, συνδιόλλυται τῷ πρώτῳ, θείας καὶ αὐτὸν εἰς τοῦτο ὑπενεγκούσης ὀργῆς. Εἶτα τὸν τρίτον, τουτέστι, τὸν Σηλὼμ, οὐκ ἐφίησιν ὁ πατὴρ μεταποιεῖσθαι τοῦ γάμου, μὴ ἄρα τοῖς πρώτοις συναπόληται δεδιώς. Καὶ τί δὴ τὸ χρῆμα, διειπεῖν πειράσομαι σοφοῦντος Θεοῦ. Τὴν γάρ τοι πρώτην τε καὶ ἐν Αἰγύπτῳ Συναγωγὴν, ἣν ἀλλόφυλον εἶναι δεδώκαμεν, διά τοι τὸ λίαν ἀπηγριῶσθαι τότε τρόποις τε καὶ ἔθεσιν Ἑλληνικοῖς, μεταῤῥυθμίσας Θεὸς, διὰ πολιτείας ἐκ νόμου, νέαν ὥσπερ ἀπέδειξε Συναγωγὴν, καὶ οἱονεί πως ἑτέραν παρὰ τὴν πρώτην. Καὶ τοῦτό ἐστιν ἡ Θάμαρ. Ἄθρει δὲ, ὅπως καὶ ἐν ταῖς τῶν ὀνομάτων ἑρμηνείαις εὑρίσκεται τὸ μυστήριον. Διερμηνεύεται γὰρ ἡ Θάμαρ, ἔκλειψις, ἢ σαλευομένη. Σεσάλευται δὲ καὶ ἐκλέλοιπεν ἀληθῶς ἡ τῶν Ἰουδαίων Συναγωγή. Πῶς ἢ τίνα τρόπον; Οὐ γὰρ μεμένηκεν ἀκατάσειστος εἰς τὸ παντελὲς ἡ κατὰ νόμον λατρεία, παρακεχώρηκε δὲ τῇ ἐν πνεύματι. Καὶ εἰσεκομίσθη λοιπὸν ἡ διὰ Χριστοῦ, κατηγοροῦσα τῆς πρώτης, ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον. Ἡρμόσατο δὲ καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν καθάπερ τινὰ παρθένον ἁγνὴν, τὴν ἀρχαίαν ἐκείνην καὶ πρώτην ἀφείς. Ἔκλειψις δὴ οὖν καὶ σαλευομένη ταύτῃτοι δικαίως ἡ τῶν Ἰουδαίων νοεῖται Συναγωγή. Ὅτι δὲ οὐδεὶς ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, οὔτε μὴν ἐν τῇ τῶν Ἰουδαίων Συναγωγῇ τῆς τοῦ Θεοῦ γαληνότητος ἡ μέθεξις ἦν (Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, κατὰ τὸ γεγραμμένον), ὑποφήνειεν ἂν αἰνιγματωδῶς τῶν Ἰούδα παίδων ἡ γένεσις, συνῳκηκότων τῇ Θάμαρ. Ἣρ μὲν γὰρ ὁ πρωτότοκός ἐστι δερμάτινος, ἤτοι γήϊνος. Ἐπείπερ δὲ ἦν πονηρὸς, θανάτῳ κατεδικάζετο. Πονηρὸς δὲ κατὰ τὸ ἀληθὲς ὁ πρῶτος ὤφθη λαὸς, καταγογγύζων Θεοῦ καὶ λέγων· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι; Ἀλλὰ καὶ ὅτε τὴν γῆν τῆς ἐπαγγελίας κατασκεψάμενοι παρῆσαν οἱ ἀπεσταλμένοι, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι μειρακιωδῶς ὠλοφύροντο, τὸν πάντα ἰσχύοντα Θεὸν ταῖς ἀπειθείαις περιυβρίζοντες. Τοιγάρτοι καὶ διολώλασι, καὶ εἰσβέβηκε μὲν οὐδεὶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, πέπτωκε δὲ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν ὁ πρωτότοκος Ἣρ, τουτέστιν, ὁ πονηρός τε καὶ σαρκικὸς, διόλωλε πρῶτος, καρπὸν οὐδένα ἔχων εὐσεβείας. Τουτὶ γὰρ ὑπεμφήνειεν ἂν ἡμῖν ὡς ἐν τύπῳ πάλιν ἡ ἀπαιδία· εἰκόνες γὰρ ὥσπερ τῶν ἐν νοήσει τὰ αἰσθητά. Εἶτα μετ’ ἐκεῖνον δεύτερος ὥσπερ τις υἱὸς τοῦ λυτρωσαμένου Θεοῦ, καὶ ἐξ οἴκου δουλείας ἐξαγαγόντος, ὁ μετ’ ἐκείνους λαός· ὃς διεκομίσθη μὲν τὸν Ἰορδάνην, στρατηγοῦντος Ἰησοῦ, κεκληρονόμηκε δὲ τὴν γῆν τῆς ἐπαγγελίας. Γέγονε δὲ μετὰ τοῦτο καὶ ὑπὸ κριτὰς, ἀλλ’ ὑποπέπτωκε καὶ αὐτὸς ἀγανακτήσει τῇ ἄνωθεν. Ἦν γὰρ ἀληθῶς Αὐνᾶν, τουτέστι πεπληγὼς καρδίαν. Ἐτράπετο γὰρ ἐκτόπως εἰς πολυθεΐαν, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς καταλελοιπώς. Οὐκοῦν καὶ ἀπώλετο καὶ δεδούλευκεν ἀλλοφύλοις. Ταυτὶ γὰρ ἡμᾶς ἡ τῶν καλουμένων Κριτῶν ἐδίδαξε βίβλος. Τέθνηκε τοίνυν ἐν ἀπαιδίᾳ καὶ οὗτος, καθὼς καὶ ὁ Ἣρ, σπείρων εἰς οὐδὲν, τουτέστιν εἰς γῆν. Ὅθεν ἦν εἰκὸς οὐδένα πάντως ἀποκερδάναι καρπὸν, ἢ καὶ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Κατώκνησε δὶ καὶ ὁ μέσος τε καὶ ὡς ἐν χρόνῳ δεύτερος λαὸς, διὰ τῆς κατὰ νόμον ἐπιεικείας ἀντὶ τῶν ἀπειθησάντων ἑαυτὸν ὥσπερ ἀναστῆσαι Θεῷ, καὶ νέον ἤδη πως ἀνταναφύντα λαὸν ἐπιδεῖξαι διὰ πραγμάτων. Τοῦτο γάρ ἐστιν, οἶμαι, αἰνιγματωδῶς τὸ ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἀνῃρημένοιν δὴ οὖν τοῖν δυοῖν ὡς ἐπ’ αἰτίαις εὐλόγοις (ὁ μὲν γὰρ ἦν πονηρὸς, ὁ δὲ πεπληγὼς καρδίαν), ἐξείργει τὸν τρίτον τῆς πρὸς Θάμαρ ὁμιλίας, δεδιὼς δὴ ὁ πατὴρ μὴ ἄρα πως τοῖς ἤδη διολωλόσι καὶ αὐτὸς καταφθείροιτο. Τὸν γάρ τοι τρίτον λαὸν τὸν οἱονεὶ καὶ νεώτατον, τὸν ὡς ἐν λοίσθῳ καιρῷ τῶν ἁγίων προφητῶν (μεθ’ ὧν καὶ γείτων εὐθὺς ὁ θεσπέσιος Βαπτιστὴς, τὸν δὴ παρόντα δεικνύων τὸν ἐξ οὐρανοῦ, τουτέστι Χριστὸν), οὐκ ἐφῆκε Θεὸς οἱονεί πως ἐνέχεσθαι ταῖς ἀγκάλαις τῶν Ἰουδαίων Συναγωγῆς, οὔτε μὴν ἐθέλει τὸν ἀπ’ αὐτῆς ἔχειν καρπὸν, μὴ ἄρα πως ἀπόλοιτο καὶ αὐτός. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, δικαιοῦται δὲ ἐν αὐτῷ παντελῶς οὐδείς. Ἄθρει δὲ, ὅπως τοῦ λοίσθου τε καὶ ὡς ἐν πίστει λαοῦ διαδείξειεν ἂν ἐφ’ ἑαυτῷ τὸν τύπον εὖ μάλα Σηλώμ. Ἑρμηνεύεται γὰρ ἐκσπασμὸς, ἢ ἀπόλυσις. Δαπανώσης γὰρ ὥσπερ τῆς θείας ὀργῆς τοὺς ἐξ αἵματος Ἰσραὴλ, διά τοι τὰ εἰς Χριστὸν ἀνοσιουργήματα καὶ οὐ φορητὴν παροινίαν, ἐξεσπάσθησαν ὡς ἀπὸ θηρὸς οἱ πεπιστευκότες, καὶ ἀνεῖνται τρόπον τινὰ τῶν εἰς τὸ κολάζεσθαι δεῖν κατειληφότων δεσμῶν. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὰς Γραφάς. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς προφήτου· Ὃν τρόπον ὄταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραήλ. Ἐκσπασμὸς οὖν Σηλὼμ, ταύτῃτοι καὶ ὀνομάζεται. Παραιτοῦνται δὲ ὅτι τῆς Θάμαρ τὴν ὁμιλίαν, τουτέστι, τὸ ἐν νόμῳ καρποφορεῖν, οἱ πεπιστευκότες, καὶ ἐξεσπασμένοι τῆς τῶν ἀπωλολότων πληθύος, ἀναμάθοις ἂν ἀμογητὶ, λέγοντος τοῦ μακαρίου Παύλου περὶ αὐχημάτων τῶν κατὰ τὸν νόμον· Ἀλλ’ εἴ τινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἐπεθύμει γὰρ δικαιοσύνην μὲν ἰδίαν οὐκ ἔχειν, φημὶ δὲ δὴ τὴν ἐν νόμῳ πάλιν, ἀλλὰ δικαιοσύνην τὴν ἐκ πίστεως τῆς ἐν Χριστῷ Ἱησοῦ. Ἀσυναφὴς οὖν τῇ Θάμαρ Σηλὼμ ὁ νεώτατος. Διὰ δὲ τοῦτο χήρα μεμένηκε, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Οὐ γὰρ ἐφέντος Θεοῦ καρποφορεῖν ἔτι τὴν Ἰουδαίων Συναγωγὴν, χήρα τις ὥσπερ καὶ ἠτεκνωμένη καὶ ἀνδρὸς ἐρήμη, τοῦ νοητοῦ νυμφίου, κεχρημάτικέ τε καὶ γέγονεν ἀληθῶς. Ἔφη γάρ που Χριστὸς, ὅτι Αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Ἆρ’ οὖν οὐδεὶς τὸ παράπαν αὐτῆς μετὰ τοῦτο γέγονε λόγος; οὐ φροντίδος ἠξίωται τῆς παρὰ Θεοῦ; Μὴ τοῦτο ὑπολάβῃς. Καίτοι γὰρ ἐπὶ ταῖς ἁπασῶν ἐσχάταις δυσσεβείαις κατεγνωσμένην, δι’ ἔμφυτον ἡμερότητα κατελεήσει Θεὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· καρποφορήσει δὲ καὶ αὐτὴ τὰ Χριστοῦ γνωρίσματα. Κατόπιν δὲ ὅτι βαδιεῖται τῶν ἐθνῶν, δι’ αὐτῶν οὐδὲν ἧττον τῶν γεγραμμένων εἰσόμεθα. Ἀναβεβηκὼς γὰρ Ἰούδας κεῖραι τὰ πρόβατα αὐτοῦ, ὀδοῦ πάρεργον τὴν πρὸς αὐτὴν ἐποιεῖτο σύνοδον· ῥάβδον δὲ, καὶ δακτύλιον, καὶ ὁρμίσκον αὐτὴν ἐφίησιν ἔχειν, ἀποστέλλειν καὶ ἔριφον ὑπισχνούμενος. Ἱδίαν γὰρ ὥσπερ καὶ ἀναγκαιοτάτην ἔχων φροντίδα Χριστὸς τὸ δέχεσθαι τοὺς καρποὺς τῆς λογικῆς ἀγέλης, δῆλον δὲ ὅτι τῶν πεπιστευκότων καὶ ἡγιασμένων ἐν πνεύματι, παροδικὴν ὥσπερ τινὰ καὶ οὐχὶ πάντως ἐσπουδασμένην ποιήσεται κατὰ καιροὺς τὴν πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ἐν πνεύματι κοινωνίαν· ἔγκαρπον δὲ ὥσπερ ἀποφανεῖ, τὴν παρ’ αὐτοῦ σοφίαν ὠδίνουσαν. Παραθήσεται δὲ ὥσπερ ἑαυτὸν αὐτῇ, καθάπερ καὶ ἡμῖν αὐτοῖς, ὡς ῥάβδον δυνάμεως, ὡς εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ καὶ Πατρὸς (τοῦτο γὰρ ὁ δακτύλιος), ὡς ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ὁρμίσκον. Σκεῦος γὰρ ἅπαν τὸ τελοῦν εἰς κόσμημα, κάλλους ἂν νοοῖτο σημεῖον. Ἀποστέλλει δὲ αὐτῇ καὶ τὸν ἔριφον, τουτέστι, τῶν ἡμαρτημένων χαριεῖται τὴν ἄφεσιν. Ἔριφος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο, καὶ πλημμελημάτων ἄφεσιν ὑπαινίττεται. Σώζεται δὲ ἡ Θάμαρ, καίτοι ψῆφον λαβοῦσα θανάτου, καὶ ποιναῖς ταῖς ἐσχάταις ὑπενηνεγμένη λοιπόν. Καταδεδίκαστο γὰρ ἡ Θάμαρ ὡς πεπορνευμένη. Σώζεται δὲ ὅμως· ὑπέδειξε γὰρ τὴν ῥάβδον, τὸν δακτύλιόν τε καὶ τὸν ὁρμίσκον. Διωμολόγηκέ τε σαφῶς ὡς κεκυοφόρηκεν ἐξ Ἰούδα, καὶ τὸν αὐτοῦ καρπὸν ἔχοι. Ἀπαλλάξει δὲ καὶ αὐτὴν τοῦ κολάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν κατὰ καιροὺς ὁ Χριστὸς, τῆς πρὸς αὐτὸν κοινωνίας τὰ σύμβολα φέρουσαν, καὶ ὅτι κεκυοφόρηκε τὰ αὐτοῦ δεικνύουσαν ἐναργῶς. Οὕτω γάρ που καὶ αὐτοί φασιν, οἱ διὰ τῆς εἰς Χριστὸν πίστεως εὐδοκιμεῖν ᾑρημένοι· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς. Θάμαρ δὲ ξυνωρίδα βρεφῶν ὠδίνουσα, πρὸς αὐτῷ γέγονε τῷ τόκῳ λοιπόν. Εἶτα καθίησι μὲν ὁ πρωτότοκος τὴν χεῖρα· συνενεγκόντος δὲ αὖ πρὸς τὸ ἀνόπιν αὐτὴν, καίτοι σπαρτίον ἤδη λαβοῦσαν τὸ κόκκινον, προεκθρώσκει τὸ δεύτερον, οἷά τινος φραγμοῦ διακεκομμένου, εἶτα κάτεισιν ὁ πρῶτος, λοῖσθος. Γένοιτο δ’ ἂν καὶ τοῦτο σημεῖον οὐκ ἀσυμφανὲς ἡμῖν τοῦ προκεκλῆσθαι τὰ ἔθνη τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ἑλεῖν τοὺς ἐν ὑστέροις καιροῖς ἐκτετιμημένους. Ἕψεται δὲ ὅτι καὶ αὐτὸς, οὐκ ἀμφίλογον, τὴν Χριστοῦ θυσίαν καταδεξάμενος· αἵματος γὰρ τοῦ ἁγίου τύπος ἂν εἴη τὸ κόκκινον. Τίς οὖν ἄρα ἐστὶν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ ἐν τάξει μὲν πρωτοτόκου κεκληκὼς τὸν δεύτερον, κατόπιν δὲ θεὶς τὸν πρῶτον; Ἢ δῆλον ὅτι Χριστός· δι’ οὗ καὶ μεθ’ οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.