Ancient Greek · ~19 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-13
Not analysed yet
α. Ὅτι οὖν ἐν Χριστῷ δὴ καὶ μόνῳ τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος, καὶ ὡς ὁ σοφὸς ἡμῖν διαγέγραφε μαθητὴς, Οὐκ ἔστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾦ δεῖ σωθῆναι ἡμᾶς, ἀναμάθοι τις ἂν καὶ καθ’ ἑτέρους πολλοὺς, εἴπερ ἕλοιτο, τρόπους. Μυρίαι γὰρ ὅσαι παρά γε τῇ θεοπνεύστῳ Γραφῇ λαμπραὶ καὶ διαφανεῖς εἰκόνες, τὴν τοῦ μυστηρίου δύναμιν ἀπαστράπτουσι. Φέρε δὴ οὖν τὰ εἰς τοῦτο χρήσιμα συναγείροντες, καὶ διὰ τῶν ἐφεξῆς δεικνύωμεν. Παρῆλθον μὲν εἰς μέσον Μωσῆς τε καὶ Ἀαρών· ἀφικόμενοι δὲ πρὸς Φαραὼ διαῤῥήδην ἔφασκον· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραὼ, Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. Καὶ λέγουσιν αὐτῷ· Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευσόμεθα οὖν ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσοι ἡμῖν θάνατος, ἢ φόνος. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· Διὰ τί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; Ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὰ ἔργα αὐτοῦ. Διαβολικῆς γὰρ ὢν ἔμπλεως ἀπονοίας ὁ ἀπόπληκτος Φαραὼ, τίς ὁ Ἑβραίων Θεὸς οὐκ εἰδέναι φησίν. Ἐπειδὴ δὲ συχναῖς καὶ ἀφορήτοις πληγαῖς κατῃκίζετο, καὶ διώλετο κατὰ βραχὺ τῶν Αἰγυπτίων ἡ χώρα, τοῦτο μὲν εἰς αἷμα μεταστοιχειουμένων αὐτοῖς τῶν ὑδάτων, ἀκρίδος τε καὶ χαλάζης ἐπενηνεγμένης τῇ γῇ, σκνιπῶν, καὶ βατράχων κινουμένων, καὶ μέν τοι καὶ τριημέρου καταχεομένου σκότους, ἀνήσειν μὲν μόλις, οὐχ ἑκὼν ἐπηγγέλλετο, ἦν δὲ ἀτεράμων, καὶ μετὰ τοῦτο πάλιν δεινὸς καὶ ἀπεσκληκὼς, καὶ δυσμετακόμιστος κομιδῇ πρὸς τὸ ἑλέσθαι, φημὶ, τῆς οὕτω μακρᾶς δουλείας ἀπαλλάξαι τὸν Ἰσραήλ. Εἶτα Θεὸς ἐσκέπτετο τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις ἐπαφεῖναι τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον μὴ τοῖς ἀνοσίοις γένεσι συναπολέσθαι τοὺς ἐξειλεγμένους, ἀγάπῃ τῇ διὰ τοὺς πατέρας, τὸν ἐπὶ τοῦ Πάσχα νόμον διετύπου Θεός· καὶ τὸ τοῦ Χριστοῦ μυστήριον προαποπεραίνεσθαι τῆς ὀργῆς μάλα προστέταχε. Δι’ οὗ πάλιν παρέσται νοεῖν, ὡς ἔστιν ἀμήχανον διὰ Μωσέως ἢ νόμου καταργεῖσθαι θάνατον. Ἐξίστησι δὲ τὸν ὀλοθρευτὴν τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, καὶ ἀπαλλάττει φθορᾶς τοὺς ἡγιασμένους. Ζωὴ γάρ ἐστιν ἐκ ζωῆς, καὶ Θεὸς τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ. Ἔφη τοίνυν ὧδε τὸ Γράμμα τὸ ἱερόν· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων; Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πατριῶν, πρόβατον κατ’ οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, λήψεται μεθ’ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Εἶτα χρῆναι λαβεῖν ὁρισάμενος, ἐπιδιατάττει πάλιν ὁποῖον δὴ εἶναι προσήκει τὸ θῦμα, ὁπηνίκα τε καὶ ὅπως ἱερουργεῖσθαι δεήσει. Τέλειον γὰρ, φησὶν, ἄμωμον, ἐνιαύσιον ἔσται ὑμῖν, ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου. Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν· καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ’ ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ, καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψετε ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ. Τὸ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ ἕως πρωῒ, κατακαύσετε πυρί. Ἐπάγει δὲ τούτοις ὁ νομοθέτης τὰ ἐφεξῆς, ὁποῖόν τε εἶναι πρέπει τῶν δαιτυμόνων τὸ σχῆμα διδάσκων, καὶ τίνα τρόπον ἐξηρτισμένους τῆς ἱερωτάτης ἅπτεσθαι κοινῆς ἀκόλουθον αὐτούς. Οὕτω γὰρ φάγεσθε αὐτὸ, φησί· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα γάρ ἐστι Κυρίου. Ὠφελήσει δὲ αὐτοὺς, καὶ κατὰ τίνα τρόπον ἡ τοῦ προβάτου σφαγὴ, καλῶς δὲ λίαν ἀπογυμνῶν· Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου, καὶ πατάξω πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται ὑμῖν ἐν σημείῳ τὸ αἷμα ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἔσεσθε ἐκεῖ. Καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτου. Εἶτα πάλιν μεθ’ ἕτερα· Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, φησὶν, ἀπὸ δὲ τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Καὶ τὴν τοῦ παραβαίνοντος τιμωρίαν ὁρισάμενος, ἐπιλέγει πάλιν· Καὶ ἡ ἡμέρα ἡ πρώτη κεκλήσεται ἁγία, καὶ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἀγία ἔσται ὑμῖν. Τὸ μὲν δὴ θεῖον λόγιον οὕτως ἔχει· διελθόντες δὲ πάλιν ἀνὰ μέρος αὐτὸ, τὸν ἑκάστῳ πρέποντα νοῦν ἐφαρμόσαι πειράσομαι leg, πειρασόμεθα, τὴν ἐκ τῶν σημαινομένων δύναμιν πολυτρόπως εἰς αὐτὸν ἀναφέροντες τὸν Χριστόν.