Ancient Greek · ~80 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-14
Not analysed yet
β. Ὁρίζεται τοίνυν ἐν ἀρχῇ τοῦ ἔτους, ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουγίας ὁ καιρός· ἀρχὴ γὰρ πάντων ἐστὶν ὁ Χριστὸς, ἐπεὶ μηδὲ πρόσφατος διά τοι τὴν ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων γέννησιν. Ἁγιάζει δὲ αὐτὸς κατὰ πάντα χρόνον, τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους, ἀλλ’ ὥσπερ ἐν μηνὶ τῶν νέων ἡ πανήγυρις. Παρῴχετο μὲν γὰρ τὰ ἀρχαῖα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· Ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ ἀνέθαλλεν καὶ ἀνθρώπου φύσις πρὸς τὸ ἐν ἀρχαῖς ἐν Χριστῷ. Δούλοις τε οὖσιν ἔτι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράττουσι τὴν τυραννικὴν, εἶχον γὰρ ἔτι τὴν τῶν Αἰγυπτίων, τὰ τοιαῦτα διετάττετο· τοῦ λόγου πάλιν αἰνιγματωδῶς ὑπεμφαίνοντος, μὴ ἂν ἕτερον δύνασθαι τὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἐλευθερίαν μὲν τὴν ἐξ ἁμαρτίας ἀναδραμεῖν, τὴν δὲ τοῦ διαβόλου πλεονεξίαν ἀποφυγεῖν, καὶ εἰς τὴν ἄνω γενέσθαι πόλιν ἀπὸ τῆς ἐν κόσμῳ διατριβῆς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετοχῆς καὶ φιλανθρωπίας, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ πρὸς τοὺς ἀνοήτους Ἰουδαίους· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Καὶ πάλιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ἧς εἰς τύπον νοοῖτο καλῶς τῆς ἐπαγγελίας ἡ γῆ, εἰς ἣν ἐξ Αἰγύπτου μεταχωρεῖν ἠπείγοντο. Λαμβάνεται δὲ τὸ πρόβατον ἀπὸ δεκάτης τοῦ μηνὸς ἡμέρας, καὶ διατηρεῖται μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἵνα σφάττηται πρὸς ἑσπέραν. Καὶ τοῦ δὴ χάριν; ἐρεῖ τις τυχόν· βαθὺς γὰρ ὄντως ὁ λόγος. Τί γὰρ, εἰπέ μοι, διεκώλυεν ἡμέρᾳ πρώτῃ διαλαμβάνεσθαι τοῦ μηνός; Τί δὲ ἄρα νομοθετεῖν ἀνέπεισε τὸν Θεὸν ἐν ἡμέραις πέντε τετηρημένον ἱερουργεῖν οὕτως πρὸς ἑσπέραν τὸ θῦμα; Πέντε γὰρ ἡμερῶν ἀριθμὸν εὑρήσομεν ἀπὸ τῆς δεκάτης ἀρξάμενοι. Τοῦ μὲν οὖν μὴ ἐν ἡμέρᾳ πρώτῃ λαμβάνεσθαι τὸν ἀμνὸν, ἀλλ’ ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, σημαίνειν ἔοικεν, ὅτι πολλοὶ προεβάδιζον χρόνοι, καὶ μακροί τινες ἦσαν αἰῶνες οἱ πρὸ ἡμῶν, καθ’ ὃν ἦν ἀεὶ καὶ ἔστιν, καὶ ἔσται Θεός. Εἰσβαίνει δὲ γείτων εὐθὺς μετ’ ἐκείνους αἰὼν οὗτος ὁ καθ’ ἡμᾶς, ὡς διὰ πενθημέρου τῆς ἀρτίως ἡμῖν εἰρημένης ὁδοῦ, εἰς πέντε καιροὺς διαιρούμενος. Σαφηνιεῖ δὲ σφόδρα καλῶς ἡμῖν τὸ ζητούμενον, ἡ τοῦ Σωτῆρος παραβολὴ, τοῦτον ἔχουσα τὸν τρόπον· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου, καὶ ὃ ἂν ᾖ δίκαιον, δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν δὲ περὶ τὴν ἕκτην ὥραν καὶ ἐννάτην ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Ὁρᾷς δὴ οὖν ἐν τούτοις καὶ λίαν ἐναργέστατα καὶ σαφῶς εἰς ὅλους πέντε καιροὺς τὸν καθ’ ἡμᾶς αἰῶνα διῃρημένον; Καὶ πρῶτον μὲν εἶναι λογιούμεθα, καθ’ ὃν ἦν ἔτι τὰς ἐν παραδείσῳ διατριβὰς ὁ προπάτωρ ἔχων Ἀδάμ· δεύτερον δὲ μετ’ ἐκεῖνον καὶ ὡς ὥρᾳ τρίτῃ δηλούμενον, καθ’ ὃν Νῶε καὶ οἱ σὺν αὐτῷ· τρίτον δὲ ὡς ἐν ἕκτῃ, καθ’ ὃν ἐκάλει τὸν Ἀβραὰμ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ὁ ἐπὶ πάντων Θεός· τὸ τέταρτον δὲ, ὡς ἐν ὥρᾳ πάλιν ἐννάτῃ, τοῦ Μωσέως δηλονότι καὶ τῶν προφητῶν. Περὶ τὴν ἑνδεκάτην, τουτέστιν, ἐν τῷ πέμπτῳ καιρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, καὶ οἱονεὶ καταλύοντος εἰς τέλος ἤδη τοῦ παρόντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς τὴν ἐπίγνωσιν παρ’ ἑτέρου μηδαμῶς κατὰ τοὺς ἄνωθεν καὶ παρῳχηκότας καιρούς. Διὸ δὴ παρὰ πάντας οἱ τελευταῖοί φασι τό· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λαμβάνεται τοίνυν τὸ πρόβατον κατὰ τὴν ἡμέραν τῆς πενθημέρου τὴν πρώτην, τουτέστι, τὴν δεκάτην, τύπον ἐπέχουσαν τῆς τοῦ αἰῶνος ἀρχῆς, καὶ διατηρηθὲν ἐν τῷ τελευταίῳ καιρῷ, τουτέστιν, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, σφάζεται πρὸς ἑσπέραν· ἵνα πάλιν ἐννοῇς, ὡς οὔτε νέον ἐστὶν, οὐδὲ πρόσφατον τὸ τοῦ Χριστοῦ μυστήριον· ἀλλ’ ἐφυλάττετο μὲν ἐν προγνώσει τοῦ Πατρὸς, καὶ ἐξ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς. Ἀπέθανε δὲ ὑπὲρ ἡμῶν ἐν τοῖς ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὔπω μὲν τοῦ νοητοῦ καὶ θείου φωτὸς καταλάμποντος· τῷ δ’ ἐξ ἀγνοίας σκότῳ βεβαπτισμένης ἔτι τῆς γῆς, καὶ τὰς ἁπάντων καρδίας καταμολυνόντων ταῖς πλάναις τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου. Διὰ τοῦτο καὶ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἐπιδημήσας ἔφασκεν ὁ Σωτήρ. Καὶ φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ ἅγιοι χρηματίζουσι· καὶ προσέτι τοῦτο· Καὶ ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, διὰ τὸ δύνασθαι φωτίζειν τοὺς ὄντας ἐν σκότῳ, δικαίως ἀκούουσιν. Ἀποθαυμάσεις δὲ πάλιν καὶ ἑτέραν ἐν τούτῳ μυστικὴν εὑρίσκων οἰκονομίαν. Σφάζεται γὰρ ὁ ἀμνὸς ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ, πλήρη τὴν οἰκείαν ἔχοντος δόξαν τοῦ σεληναίου κύκλου, καὶ νόθῳ μὲν ὥσπερ φωτὶ τὴν οἰκουμένην καταυγάζοντος, ἀρχομένου δ’ οὖν ὅμως ἀπολήγειν κατὰ βραχὺ, καὶ ὥσπερ ἐξ ἀνάγκης ἤδη συστέλλοντος τὴν ἐνοικοῦσαν αὐτῷ τιμήν τε καὶ χάριν· ἵνα νοήσῃς ἐντεῦθεν, ὡς ἐξ εἰκόνος τε καὶ σκιᾶς τοῦ παραθέντος πράγματος ἐπὶ τὴν τῶν ἀληθεστέρων κατάληψιν χειραγωγούμενος, ὅτι κατὰ πᾶσαν μὲν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων, τουτέστιν ὁ διάβολος, διὰ τῆς σελήνης ὡς ἐν τύπῳ δηλούμενος (σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς), καὶ ὥσπερ νόθον τι φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν ἐπραγματεύετο. Ἀπέθανε δὲ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ὁ Ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὴν τοῦ διαβόλου κατέλυσε δόξαν. Ἀπολήγειν γὰρ ἀνάγκη αὐτὴν καὶ δαπανᾶσθαι κατὰ βραχὺ, πρὸς τὴν εἰρήνην καὶ ἀγάπην ἤδη τὴν ὡς πρὸς Θεὸν τῆς τῶν ἐθνῶν πληθύος ἀναβαίνειν ἐπειγομένης διὰ τῆς πρὸς αὐτὴν ἀποστροφῆς καὶ πίστεως. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον πάλαι περὶ Χριστοῦ· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Ἀνέτειλε γὰρ ἐν ἡμέραις Χριστοῦ δικαιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καὶ πρὸς τούτοις ἔτι καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῄρηται, τουτέστιν ὁ διάβολος. Ἐπιτήρει δὲ ὅπως οὐκ ἀναιρεθήσεσθαί φησι τὴν σελήνην ἁπλῶς, ἀνταναιρεθήσεσθαι δὲ μᾶλλον· ὡς γὰρ ἤδη προανελὼν, δῆλον δὲ δήπου πάντως, ὅτι τὸν ἄνθρωπον ἀνταναιρεῖται ὁ διάβολος. Λαβέτωσαν τοίνυν, φησὶν, ἕκαστος πρόβατον κατ’ οἰκίαν. Τέλειος γὰρ ἐν ἑκάστῳ Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος ἐνοικίζεται, καὶ οὐ μεμέρισται, καθάπερ ὁ Παῦλός φησι. Πλὴν ἐὰν ὦσι, φησὶν, ὀλιγοστοὶ ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήψεται μεθ’ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Οἱ γὰρ οὐκ ἔχοντες ἐξ ἑαυτῶν τέλειον δύνασθαι συνιέναι μόνοι τὸ Χριστοῦ μυστήριον, ἢ καὶ οὐκ ἀρκοῦντες εἰς κατανόησιν τὴν περὶ αὐτοῦ διὰ τὴν τῆς οἰκείας ἐννοίας ἀσθένειαν, μεθέξουσι πάλιν, αὐτοὺς συνεργάτας ὥσπερ καὶ συλλήπτορας τοὺς ὁμοπίστους δεξάμενοι. Διὰ γὰρ τῆς ἀλλήλων νουθεσίας ἔσθ’ ὅτε καὶ εἰς μείζους ἢ καθ’ ἡμᾶς θεωρίας ἀναβαίνειν ἰσχύομεν. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ σοφὸς ἐκεῖνος εὐνοῦχος ἀνεπυνθάνετο τοῦ Φιλίππου, τῆς περὶ Χριστοῦ προφητείας ἐπακροώμενος· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; Ὁρᾷς ὅπως τὸν γείτονα συλλαβὼν (ἐγγὺς γὰρ ἀλλήλων οἱ πάντες ἐσμὲν, ὅσοι εἰς τὸν ἕνα καὶ κοινὸν τῆς πίστεως λόγον), μέτοχος ἤδη τοῦ νοητοῦ προβάτου διὰ τῆς ἐρεύνης ἀνεδεικνύετο. Ἠξίου γὰρ εὐθὺς καὶ βεβαπτίσθαι, καὶ δὴ καὶ βεβάπτισται. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον. Πάντα γὰρ ἦν ἐν Χριστῷ τὰ θεοπρεπῆ γνωρίσματα. Ἀλλ’ ἔστω καὶ ἄρσεν, ὁ νομοθέτης διήγγειλεν. Αὐτὸς γὰρ ἦν τε καὶ ἔστιν, ὁ πᾶσιν ἡμῖν ἐνιεὶς τῆς θεογνωσίας τὰ σπέρματα, καὶ ὥσπερ τινὰ γῆν θελητήν. Ὥσπερ οὖν καὶ ὁ προφητικὸς ἔχει λόγος, ἐπιτελῶν τῷ Θεῷ καὶ Πατρὶ τὴν ἀνθρωπότητα διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων. Ἀλλὰ πρὸς τούτοις καὶ ἐνιαύσιον ἔστω, ἢ κατὰ τὸν χρόνον, ἵνα μὴ ᾖ ὡς ἀτελὲς, οὔπω πληρωθέντος ἐπ’ αὐτῷ τοῦ ἔτους· ἢ ὅτι τὴν ἐπὶ τῷ πάθει θεοπρεπεστάτην ἑορτὴν καθ’ ἕκαστον ἔτος ἔμελλον ἐπιτελεῖν, οἱ τὰ ἐκ τοῦ πάθους ἀποκερδαίνοντες ἀγαθά. Ἀπὸ δὲ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λαμβάνεσθαι λέγει. Καὶ ὁ μὲν ἀμνὸς ὡς καθαρόν τε καὶ ἄμωμον θῦμα κατὰ νόμον νοεῖται, τὸ δὲ τῶν ἐρίφων γένος ὑπὲρ τῶν ἁμαρτιῶν ἀεὶ τῷ θυσιαστηρίῳ προσφέρεται. Εὑρήσεις δὲ τοῦτο καὶ ἐν Χριστῷ. Ἦν γὰρ ὁ αὐτὸς, καὶ ὡς ἄμωμον ἱερεῖον, εἰς ὀσμὴν εὐωδίας ἀναφέρων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὡς ἔριφος ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν σφαζόμενος. Μετὰ δέ γε τὴν σφαγὴν, καταχρίειν τῷ αἵματι τοὺς τῶν οἰκημάτων σταθμοὺς καὶ τὴν φλιὰν ἐπιτάττει, οὐχ ἕτερόν τι σημαίνειν ἐθέλων, ὥς γέ μοι δοκεῖ, ἢ ὅτι τῷ σεπτῷ καὶ τιμίῳ αἵματι τοῦ Χριστοῦ, τὴν ἐπίγειον ἑαυτῶν οἰκίαν ἀσφαλιζόμεθα, τουτέστι τὸ σῶμα, τὴν ἐκ παραβάσεως νέκρωσιν διὰ μετοχῆς τῆς ζωῆς ἐξελαύνοντες. Ζωὴ γὰρ καὶ ἁγιασμὸς, ἡ Χριστοῦ μετοχή. Καὶ αὐτὸν δὲ θορυβόῦντες τὸν ὀλοθρευτὴν, ὡς ἄγαν ἀποτάτω ποιούμενοι διὰ τῆς χρίσεως τὸν ἐπιβουλεύοντα δαίμονα, τὰ ἐκ σαρκικῶν κινημάτων ἀπονεκρούμεθα πάθη. Θύρας δὲ νοήσεις τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκίας, τὰς ἐν ἡμῖν αἰσθήσεις δηλαδή· δι’ ὦν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης, καὶ ἡ τῶν ἐπιθυμιῶν ἀμέτρητος ἐπιχεῖται πληθύς. Θύρας δὲ αὐτὰς καὶ ὁ προφήτης Ἰωὴλ ὀνομάζει λέγων· Ὡς εἰσελεύσονταί τινες κλέπται διὰ τῶν θυρίδων ἡμῶν· οὐ γὰρ ἦσαν κατακεχρισμέναι τῷ αἵματι τοῦ Χριστοῦ. Ἐσθίεσθαι δὲ προστάττει τὰ κρέα ταύτῃ τῇ νυκτὶ, τουτέστι, κατὰ τὸν αἰῶνα τὸν ἐνεστηκότα. Οὕτω γὰρ αὐτὸν καὶ ὁ Παῦλος ἐπεκάλει, λέγων· Ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἡμέραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν αἰῶνα τὸν μέλλοντα, ὃν αὐτὸς φωτίζει Χριστός. Φάγονται τοίνυν τὰ κρέα κατὰ τὸν αἰῶνα τοῦτον, φησίν. Ἕως μὲν γὰρ ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ διὰ τῆς ἁγίας σαρκός τε καὶ τοῦ τιμίου αἵματος, καὶ παχυτέρως ἔτι μεταληψόμεθα τοῦ Χριστοῦ. Εἰς δὲ τὴν ἡμέραν καταντήσαντες τῆς δυνάμεως αὐτοῦ, καθὼς γέγραπται, καὶ εἰς τὴν λαμπρότητα τῶν ἁγίων ἀναβεβηκότες, καθ’ ἕτερόν τινα τρόπον ἁγιασθησόμεθα πάλιν, καὶ ὡς οἶδεν ὁ τῶν ἐσομένων ἀγαθῶν διανομεὺς καὶ δοτήρ. Ἄλλως τε καὶ ὁμολογίαν ἔχει τοῦ πάθους, καὶ τοῦ δι’ ἡμᾶς οἰκονομικῶς παραδειχθέντος θανάτου τοῦ Χριστοῦ, τῆς ἁγίας αὐτοῦ σαρκὸς ἡ μετάληψις, καὶ ἡ πόσις ὁμοίως ἡ ἐκ τοῦ σωτηρίου αἵματος. Οὕτω γὰρ αὐτός πού φησιν, ὅτε τοῖς ἑαυτοῦ γνωρίμοις τοὺς ἐπὶ τῷ μυστηρίῳ νόμους ἐτίθει· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε. Οὐκοῦν ἐπὶ μὲν τοῦ παρόντος αἰῶνος, διὰ μὲν τῆς μετοχῆς τῶν ἀρτίως ὠνομασμένων, καταγγελοῦμεν εἰκότως τὸν θάνατον αὐτοῦ· ὅταν δὲ λοιπὸν ἐν τῇ δόξῃ παραγένῃ τοῦ Πατρὸς, οὐκ εὐκαίρως ἔτι τὴν ἐπὶ τῷ πάθει προσοίσομεν ὁμολογίαν αὐτῷ, ἀλλ’ ἐπιγνωσόμεθα μὲν καθαρῶς ὡς Θεὸν πρόσωπον πρὸς πρόσωπον, ὡς Παῦλός φησι· Δοξολογήσομεν γὰρ, φησὶν, ὡς Δεσπότην. Ἅπαξ γὰρ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει, κατὰ τὴν τοῦ Παύλου φωνήν. Διὸ δὴ καὶ ἔφασκεν· Εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Τότε γὰρ οὐκ ἀφ’ ὧν ἐστιν ἄνθρωπος, ἀλλ’ ἐξ ὧν ἐστι Θεὸς ἀληθινὸς, λαμπρότερον ἐπιγνωσόμεθα, συμπεπερασμένης ἤδη τῆς οἰκονομίας, ἐφ’ ᾗ καὶ γέγονε σάρξ. Ἀργήσουσι γὰρ, κατὰ τὸ εἰκὸς, οἱ περὶ σαρκώσεως λόγοι, γνῶσις δὲ ἡ μείζων εἰσβήσεται, καὶ θεία τις ἐν ἡμῖν ἀναλάμψει σύνεσις παρ’ αὐτοῦ σωτηρίας τῆς ἐν δόξῃ θεοπρεπεῖ. Πυρὶ δὲ ὀπτῶντας ἐσθίεσθαι τοῦ προβάτου κελεύει τὰ κρέα, διά τοι τὸ χρῆναι θερμοὺς εἶναι τῷ πνεύματι τοὺς εἰς κατάληψιν ἀναβαίνοντας τοῦ Χριστοῦ. Ζέειν δὲ αὐτοὺς τῷ πνεύματι, κελεύει καὶ Παῦλος. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φάγονται, φησὶ, δι’ αἰνίγματος ὑποφαίνων, ὅτιπερ οἱ μέτοχοι γεγονότες τοῦ Χριστοῦ, ἀζύμοις ὥσπερ καὶ καθαρωτάταις ἐπιθυμίαις τὴν ἑαυτῶν ὀφείλουσιν ἀποτρέφειν ψυχὴν, εἰς ἄδολόν τινα καὶ ἀμιγῆ φαυλότητος προσεθίζοντες πολιτείαν· καὶ μὴ παραιτεῖσθαι διὰ τοῦτο τὰς ἐκ τῶν πειρασμῶν πικρίας, κατὰ τὸ εἰρημένον ὑπό τινος· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον. —Ἀλλὰ καὶ οὐκ ἔδεσθε, φησὶν, ἀπ’ αὐτοῦ ὠμόν. Τί οὖν ἄρα καὶ τοῦτό ἐστιν; Ὁ ὠμὸν ἐσθίων, οὐκ εἰς πέψιν ἐσθίει· ἀλλ’ οὐδὲ ὑπείκει τοῖς ὀδοῦσιν ὅλως ἡ τοιάδε τροφή. Τοῦτο δὲ ἂν δρῷεν εἰκότως οἱ μὴ δι’ ἐρεύνης τὸν ἐπὶ τῷ Χριστῷ καταλεπτύνοντες λόγον, πυροῦντές τε καὶ δοκιμάζοντες, κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ μελῳδούμενον· Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Κωλύει δὲ πάλιν ἐσθίειν ἡψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν, οὐ καλὴν ἔσεσθαι τροφὴν ταῖς τῶν πιστευόντων διανοίαις ὑποδηλῶν. Ὑδαρεστέρα δὲ περὶ αὐτοῦ διάληψις, τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἀλλ’ εἰς τὴν τῶν ποιημάτων κατακομίζειν τάξιν· ὃ καὶ δρᾷν ἀμαθῶς οὐ καταναρκῶσί τινες, τὰ οἰκονομικῶς εἰρημένα περὶ αὐτοῦ διὰ τὴν ἐνανθρώπησιν, εἰς τὸ οἰκεῖον περιέλκοντες θέλημα, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἐνούσης αὐτοῖς δυσσεβείας ποιούμενοι. Οὐκ ἔδεσθε τοίνυν, φησὶν, ἡψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρὶ, διὰ τὴν ἤδη προαποδοθεῖσαν αἰτίαν, καὶ ὅτι τὰ λόγια Κυρίου πεπυρωμένα. Θερμοὶ γὰρ πάντες εἰσὶν οἱ περὶ τῆς θεότητος αὐτοῦ λόγοι, καὶ οὐδὲν ἔχοντες ὑδαρὲς ἢ ἀπεψυγμένον, κατὰ τὸν λέγοντα πάλιν ἐν βίβλῳ Ψαλμῶν· Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐπιτάττει φαγεῖν, ὅλην ἐξ ὅλου τοῦ κατ’ αὐτοῦ μυστηρίου τὴν γνῶσιν ταῖς τῶν πιστευόντων διανοίαις ἐνοικίζεσθαι θέλων. Χρὴ γὰρ εἰδέναι πρὸ πάντων, ὅτιπερ ἧν ἐν ἀρχῇ, Θεὸς ὢν ὁ Λόγος, ἐν Πατρὶ καὶ μετὰ Πατρός· τουτέστιν ἡ κεφαλὴ, ἀρχὴ τοῦ παντὸς ὑπάρχουσα μυστηρίου. Δεύτερον δὲ ὅτι καὶ Θεὸς ὢν, πάλιν ἐπανήξει, κριτὴς τέλος ἐπιθήσων τῇ καθ’ ἡμᾶς οἰκονομίᾳ· τοῦτο γὰρ ἡμῖν σημαίνουσιν οἱ πόδες, τὸ τέλος ὄντες ὅλου τοῦ σώματος. Νοήσεις δὲ τὰ ἐντόσθια τὸν ἀποκεκρυμμένον καὶ οἱονεὶ μέσον τὸν ἐνανθρωπήσεως λόγον. Οὐκοῦν ὁλόκληρος μὲν διὰ τούτων ἡ πίστις· ὅλος δὲ καὶ τέλειος ἐν ἡμῖν διὰ τῆς τοιᾶσδε γνώσεως ὁ Χριστός. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας οἰηθείην ἂν ἔγωγε τὸν Ἰωάννην εἰπεῖν· Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος. Εἶτα πάλιν ὁ νομοθέτης ἐπιτάττει, λέγων· Οὐκ ἀπολείψετε ἀπ’ αὐτῶν ἕως πρωΐ, αἰνιγματωδῶς, ὡς ἔοικε, διὰ τούτων ἀποκωλύων τὰς ἐπί γε τὸ βούλεσθαι νοῆσαι τελείως οὐκ ἀγαθὰς ὑπερθέσεις. Μὴ γὰρ πεπέμφθω, φησὶν, εἰς ἀναβολὴν ἡ τελεία τε καὶ ἀληθὴς περὶ αὐτοῦ γνῶσις, μηδὲ φυλαττέτωσάν τινες ἑαυτοῖς εἰς ὑπέρκαιρον χάριν τὸ μετασχεῖν τελείως αὐτοῦ, μετεσχηκότες ἅπαξ καὶ ὅλως ἁψόμενοι. Τοῦτο μέντοι ποιοῦσιν οἱ διὰ μὲν τῆς κατηχήσεως τῶν περὶ Χριστοῦ δογμάτων ἀπογευσάμενοι, φυλάττοντες δὲ τὸ διὰ τοῦ Πνεύματος φωτισμὸν, καὶ τὴν διὰ τοῦ βαπτίσματος χάριν, εἰς μακρὰν καὶ ὑπέρωρον ἀναβολὴν, τὴν ἐπὶ γήρᾳ, φησί. Πολὺ γὰρ δή τε τὸ βλάβος ἐντεῦθεν καὶ ἀδοκήτως συμβαίνει. Μάλιστα μὲν γὰρ εἰ καὶ τῶν οἰκείων ἐπιτεύξεται βουλευμάτων, οὐκ ἀσφαλὴς ἡ ἐλπίς. Ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀποκομίζει τῷ οἰκείῳ δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσασθαι σχολάσας αὐτῷ. Ἀλλὰ καὶ ὀστοῦν οὐ συντρίψεται ἀπ’ αὐτοῦ, φησίν. Ἄβρωτα γὰρ τοῖς ἡμετέροις ὀδοῦσιν ἀεὶ τὰ ὀστᾶ. Τοιοῦτος δέ τίς ἐστι ταῖς ἀνθρωπίναις διανοίαις καὶ ὁ λευκὸς, ἵν’ οὕτως εἴπω, καὶ κεκρυμμένος τῆς θεότητος αὐτοῦ Λόγος. Ὅτι μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὀρθῶς δὴ σφόδρα νοοῦντες πιστεύομεν, ζητοῦμεν δὲ οὐκέτι, κατὰ τὴν τοῦ ἁγίου φωνήν. Τίς γὰρ οἶδεν εἰπεῖν τὸν τῆς γενέσεως τρόπον; Πῶς δὲ οὐκ ἀληθὴς ὁ προφήτης βοῶν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Οὐκοῦν ἐν τούτοις τὰ ὀστᾶ, τὴν τῶν ὑπὲρ νοῦν δογμάτων στεῤῥότητα λέγει. Ταῦτα συντρίβειν ἡμᾶς ὁ νομοθέτης οὐκ ἐᾷ· συντρίβουσι δὲ ὅλον ἐφ’ ἑαυτοῖς, οἱ τὰ ὀρθὰ διαστρέφοντες αἱρετικοί. Τὸν γὰρ τῆς θείας καὶ ἀῤῥήτου γεννήσεως περιεργάζονται τρόπον, ἀσύγκριτόν τινα νοσοῦντες ἀβουλίαν, καὶ τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχόμενοι· Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ; Ὅπερ οὖν εἰκότως ἡμεῖς παραιτούμεθα, τὸ συντρίβειν τοῦ ἀμνοῦ τὰ ὀστᾶ σωφρόνως ἀποναρκήσαντες, πίστει δὲ μᾶλλον τὰ ὑπὲρ ἡμᾶς δεχόμενοι. Μεμνῆσθαί γε μὴν ἀναγκαῖον, ὅτι καὶ ἱστορικώτερον περὶ τοῦ Σωτῆρος ἡμῶν ἐλήφθη τὸ γεγραμμένον, οὐ συντριψόντων τῶν τοῦ Πιλάτου στρατιωτῶν τὰ σκέλη αὐτοῦ, καθὰ γέγραπται. Τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ, ἕως πρωῒ δὴ χρῆναι κατακαίεσθαι λέγει. Πρωῒ δὲ πάλιν ὀνομάζων τὸν εἰς αἰῶνα τὸν μέλλοντα φωτισμὸν, ὅτε καὶ πρόσωπον κατὰ πρόσωπον τὸν ἑαυτῶν ὀψόμεθα βασιλέα καὶ Θεὸν, οὐκέτι καθάπερ καὶ νῦν ἐν αἰνίγματι καὶ ἐσόπτρῳ, καὶ σκιᾷ, καὶ ἐκ μέρους, ὡς ὁ Παῦλός φησι. Ὡς οὖν μελλούσης τὸ τηνικάδε διὰ λαμπροτέρας γνώσεως ἀφανισθῆναι τρόπον τινὰ τῆς ὡς ἐν αἰνίγματι περὶ αὐτοῦ θεωρίας, ὥσπερ ἐν τύπῳ πάλιν πυρὶ κατακαυθήσεσθαι λέγει τὰ καταλειπόμενα ἀπ’ αὐτοῦ ἕως πρωΐ. Σχῆμα δὲ τοὺς δαιτυμόνας κελεύει τοιοῦτον ἔχειν· Αἱ ὀσφύες ὑμῶν ἔστωσαν περιεζωσμέναι, φησὶν, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν. Καὶ φάγεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίῳ. Τὸ μὲν οὖν ἐζῶσθαι τὴν ὀσφὺν, γοργότητος ἂν εἴη σύμβολον, καὶ φρονήματος νεανικοῦ, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν δίκαιον Ἰώβ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ πάλιν περί τινος ἐν προφήταις, Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, ἀντὶ τοῦ, γοργὸς καὶ ἀνδρεῖος εἰς δικαιοσύνην. Σημαίνει δὲ τὸ ὑπόδημα τὴν ἑτοιμότητα τῆς γνώμης πρὸς τὸ βαδίζειν ἀμελλητὶ πρὸς ὅπερ ἂν βούληται Θεός. Ἐπεὶ καὶ Παῦλος τοιούτῳ νοῒ γράφει· Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Καὶ προσέτι τούτῳ καὶ ὁ προφήτης Ἱερεμίας, Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεός σου αἰτεῖ παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; Ῥάβδος δὲ ἡ κατὰ χεῖρας, τὴν ἀντιστηρίζουσαν ἡμᾶς ἐλπίδα καὶ ἀνέχουσαν εἰς ὑπομονὴν ὑποφαίνει, κατὰ τὸ ἐν προφήταις κείμενον· Ἐλπίσατε ἐπὶ τῷ Κυρίῳ, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Μετὰ σπουδῆς δὲ πάλιν ἐσθίεσθαι τὸν ἀμνὸν ἐπιτάττει· τὸ μὴ νωθρὸν μηδὲ παρειμένον ἐν ἔργοις ἀγαθοῖς ἀναφαίνεσθαι δεῖν τὸν ἐν μεθέξει γεγονότα Χριστοῦ, σαφῶς δὴ λίαν ὑποτυπῶν, ἀλλ’ ἔντονόν τε καὶ ζέουσαν ἐφ’ οἷσπερ ἂν οἴηται λυσιτελήσειν αὐτῷ προθυμίαν εἰσφέροντα. Καί μοι πάλιν ἐννόει τὸν μακάριον ἐπιστέλλοντα Παῦλον· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε. Χρῆναι δὲ ὑπολαμβάνων πανταχόθεν ἡμᾶς θηρᾶσθαι τὸ ὠφελοῦν, ἐφ’ ἑτέραν ἥξω διάνοιαν. Οὐχ ἁβροδίαιτόν τινα καὶ ἀνειμένον ὁρᾶσθαι βούλεται τὸν ἡγιασμένον διὰ Χριστοῦ, ἀλλὰ σχῆμα τὸ τοῖς ὁδίταις πρέπον περιτίθησιν ὁ νόμος αὐτῷ· δύο ταῦτα, κατὰ τὸ εἰκὸς, ὑπεμφαίνων· ἢ γὰρ ὅτι διαβήσεταί ποτε καὶ δραμεῖται πρὸς ἀλήθειαν τὰ ἐν τύπῳ καὶ σκιᾷ· ἢ ὅτι προσήκοι τὸν ἅπαξ μετεσχηκότα Χριστοῦ, γοργοῖς ὥσπερ καὶ εὐτροχωτάτοις ποσὶ ταῖς εἰς τὸ ἀγαθὸν προθυμίαις ἀποκεχρημένον, ἐπὶ πᾶσαν ἀρετὴν ἰέναι, τὴν ἐν κόσμῳ βδελυρὰν ἡδονὴν παρατρέχοντα. Ἐπάγει δὲ τὴν αἰτίαν εὐθὺς τοῦ δεῖν ὁρᾶσθαι τοιοῦτον τὸν ἀρτίως ἡμῖν κατωνομασμένον, Πάσχα, λέγων, ἐστὶ Κυρίου, τουτέστι, διαβατήριον. Διαβαίνομεν γὰρ ἀπὸ τῆς ἐν κόσμῳ ζωῆς, εἰς θεοφιλῆ πολιτείαν. Εἶτα πάλιν εὐθὺς, τίνα καὶ πόσην ἀποκερδαίνουσιν ἐκ τούτου τὴν ὄνησιν, φανερὸν αὐτοῖς καθιστάς· πᾶν μὲν γὰρ πρωτότοκον ἐν γῇ Αἰγύπτῳ πατάξειν ἐπαγγέλλεται· αὐτοῖς δὲ τοῖς τὸν ἀμνὸν βεβρωκόσιν, ἐν σημείῳ γενήσεσθαι τὸ αἷμά φησιν, ὡς ὑπὸ σκέπην ἐντεῦθεν γενέσθαι τὴν παρ’ αὐτοῦ, πρὸς τὸ μὴ ἐκτριβῆναι ὅταν παίῃ ἐν γῇ Αἰγύπτῳ. Κολάζει μὲν γὰρ ὁ Θεὸς τὸν ἀπειθῆ καὶ ἀνήκοον, καὶ τῆς ἁγιότητος ἀμέτοχον τῆς παρὰ Χριστοῦ. Γνωρίζει δὲ μόνους, καὶ φροντίδος ἀγαθῆς ἀξιοῖ τοὺς, οἵπερ ἂν φαίνοιντο κατακεχρισμένοι τῷ αἵματι τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ, καὶ τοῖς ἀσεβέσιν οὐκ ἐπιτρέπει συνδιόλλυσθαι τὸν ἡγιασμένον· ἀλλ’ ἐξαίρετον αὐτοῖς ἀπονέμει φιλανθρωπίαν. Ἐφ’ ἑπτὰ δὲ ὅλαις ἡμέραις ἄρτοις ἀζύμοις προστρέφεσθαι κελεύει τοὺς τὸν ἱερὸν φαγόντας ἀμνόν· καθαρωτάταις ἐπιθυμίαις, ὥς γέ μοι φαίνεται, καὶ ἁπάσης φαυλότητος ἀπῳκισμέναις, καὶ τὴν ἑαυτῶν ἀποτρέφειν ψυχὴν ἀναπείθων τοὺς ἡγιασμένους διὰ Χριστοῦ. Ἁγία δὲ ἡ πρώτη καὶ ἡ ἑβδόμη καλείσθω, φησὶν, ἡμέρα. Ἅγιος γὰρ ἡμῶν ὁ ἐν ἀρχῇ τῆς γενέσεως χρόνος· οὔπω τὸν παράδεισον ἐκβεβηκότος διὰ τὴν παράβασιν τοῦ προπάτορος Ἀδὰμ, ἀλλ’ ἐν αὐτῷ μὲν διαιτωμένου, φυλάττοντος δὲ ἔτι τὴν δοθεῖσαν ἐντολήν. Ἅγιος δὲ πάλιν ὁ καὶ ἐν ἐσχάτοις, διὰ Χριστοῦ, δικαιοῦντος ἐν πίστει τοὺς προσιόντας αὐτῷ, καὶ εἰς ἐκεῖνο πάλιν ἀνακομίζοντος, εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. Οὐκοῦν ὅλον ἡμῖν ἐν τούτοις τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανετυποῦτο μυστήριον. Διὸ δὴ καὶ σφόδρα καλῶς πρὸς Ἰουδαίους αὐτὸς ἔλεγε· Εἰ ἐπιστεύετε Μωϋσῇ, φησὶν, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.