Ancient Greek · ~21 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ καὶ τῶν ἐβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-19
Not analysed yet
α. Κέκληνται μὲν διὰ νόμου πρὸς Θεὸν οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε καὶ διακονοῦντος Μωσέως. Ἀλλ’ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, Τετελείωκεν ὁ νόμος οὐδένα. Τελειότης γε μὴν αὐτοῦ καὶ προφητῶν νοεῖται Χριστός. Πᾶσα γὰρ λύτρωσις δι’ αὐτοῦ. Ἐπεὶ Μὴ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, καὶ ἐν αὐτῷ πᾶσα τελειότης δι’ ἁγιασμοῦ ἐν πνεύματι. Δι’ αὐτοῦ κεκλήμεθα πρὸς τὸν Πατέρα, καὶ εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα σὺν αὐτῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσα· τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι τόπον ὑμῖν, πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἴνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. Πρωτόλειον μὲν γὰρ καὶ οἷά τις ἀπαρχὴ τῆς ἀνθρωπότητος προσέφρησεν εἰς τὸν οὐρανόν. Ἀνακομίσει δὲ ὅτι καὶ ἡμᾶς αὐτοὺς, οὐκ ἂν ἐνδοιάσειέ τις. Ἐμπεδοῖ γὰρ εἰς τοῦτο ὁ ψεύδεσθαι μὴ εἰδὼς, καὶ τοῖς τοῦ τυχεῖν ἀξίοις τὴν ἐλπίδα προσθείς. Ἐσόμεθα γὰρ οὐρανοῦ πολῖται κατὰ καιροὺς, προαναφοιτήσαντος ἡμῶν, ὡς ἔφην, Χριστοῦ, καὶ ἀληθὲς ὅτι χρῆμά ἐστι πιστώσεται ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς· Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ἦν μὲν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς ὢν φύσει, μετὰ τοῦ ἰδίου Πατρὸς καὶ ἐν ὄψει τοῦ γεγεννηκότος. Ἐμφανίζεται δὲ ὑπὲρ ἡμῶν, ὅτι γέγονεν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς, οἱ τῶν τοῦ Πατρὸς ὀμμάτων ἐξεῤῥιμμένοι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ’ ἡμᾶς τυραννήσασαν ἁμαρτίαν, ἐν ὄψει γενώμεθα πάλιν αὐτοῦ, διὰ Χριστοῦ τε καὶ εἰς τὸ ἐν ἀρχαῖς, τῶν μεταξὺ παρεισβεβηκότων, οἰχομένων εἰς τὸ μηδέν. Κεκλήμεθα οὖν δὴ ἐν Χριστῷ, καὶ εἰς τὴν ἄνω πόλιν, καὶ τῆς παρὰ Θεοῦ καὶ Πατρὸς ἐποπτίας ἀξιούμεθα, καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ δεδιδάγμεθα προσκυνεῖν τὸν τῶν ὅλων γενεσιουργόν τε καὶ Πατέρα Θεόν. Προανεφώνει δὲ καὶ τοῦτο πάλιν ἡμῖν ὁ νόμος αἰνιγματωδῶς. Καταβέβηκεν μὲν γὰρ ἐν εἴδει πυρὸς ὁ τῶν ὅλων Θεὸς ἐπὶ τὸ ὅρος τὸ Σινᾶ· θεσμοθετήσας δὲ τοῖς ἐξ Ἰσραὴλ τὰ δι’ ὧν ἦν εἰκὸς εἰς ἀρχὰς ἰέναι δικαιοσύνης. Προεισβολὴ γὰρ ὥσπερ ὁ νόμος τῶν τελειοτέρων, στοιχεῖά τε καὶ προαγόρευσις τῶν διὰ Χριστοῦ παιδευμάτων. Καὶ Μωσῇ, φησὶν, εἶπεν· Ἀνάβηθι πρὸς τὸν Θεὸν, σὺ καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν. Αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν. Ἀπηγγελκότος δὲ ταῦτα τοῦ πανσόφου Μωσέως, ἀπεκρίθη πᾶς λαὸς φωνῇ μεγάλῃ λέγοντες· Πάντας τοὺς λόγους οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα. Καὶ τί μετὰ τοῦτο; Καὶ ἔγραψε, φησὶ, Μωσῆς πάντα τὰ ῥήματα Κυρίου. Ὀρθρίσας δὲ Μωσῆς τὸ πρωῒ, ᾠκοδόμησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου Κυρίῳ τῷ Θεῷ, μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς τὸν κρατῆρα· τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν· Πάντα ὅσα ἐλάλησεν ὁ Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. Λαβὼν δὲ Μωσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ, καὶ εἶπεν· Ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων. Ἐκπεπερασμένης δὲ τῆς θυσίας, καὶ κατεῤῥαμένου παντὸς τοῦ λαοῦ τῷ τῆς διαθήκης αἵματι, ἀνέβη δὲ, φησὶν, ὁ Μωσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἐβδομήκοντα τῆς γερουσίας τοῦ λαοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον. Φέρε δὴ οὖν, φέρε ἐφ’ ἑκάστῳ τῶν ἀνεγνωσμένων τὰ εἰκότα λέγωμεν, καὶ τῆς τῶν προκειμένων ἐννοίας ἀρχόμενοι κατ’ εὐθὺ, τὰ εἰς ἡμᾶς γεγονότα παρὰ Χριστοῦ. Καθάπερ ἐν πίνακι καταγεγραμμένα βλέπωμεν ἐν τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς Ἐκκλησίαν, ἤτοι τὸν οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν ἐπὶ τῆς γῆς καθ’ ὁμοιότητα τῆς ἄνω, καὶ βουνὸν, καὶ ὄρος ἀποκαλεῖν, διάτοι τὸ ἐπῃρμένον καὶ ἀνεστηκὸς εἰς τὴν ἀρετὴν τῶν κατοικούντων ἐν αὐταῖς. Οὐ γάρ ἐστι χθαμαλὸς οὐδὲ κατεῤῥιμμένος τῶν ἁγίων ὁ νοῦς· ἀλλὰ φρονήματος μὲν ὑπερφέρεται τοῦ γεωδεστέρου, καὶ σαρκικῶν ἐπιθυμιῶν. Ὑψοῦ δὲ δὴ μᾶλλον ἀναφοιτᾷ· καὶ ἔστιν ἀληθὲς τὸ διὰ φωνῆς τοῦ Δαβίδ· Ὅτι οἱ θεοὶ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν. Ὅτι δὲ τοῖς ὧδε βιοῦν ᾑρημένοις, καὶ εἰς τὸ λοιπὸν ἀρετῆς ἀναβεβηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ ταῖς ἄνω μοναῖς ἐναυλίζεσθαι δεῖν, πιστώσεται πάλιν ὁ Ψαλμῳδὸς, οὕτω λέγων· Τίς ἀναβήσεται εἰς τὸ ὅρος Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβεν. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.