Ancient Greek · ~53 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τῆς εἰς τὸ ὄρος ἀνόδου Μωσέως καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ καὶ τῶν ἐβδομήκοντα πρεσβυτέρων τοῦ λαοῦ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-21
Not analysed yet
β. Ὄρος οὖν ἀναβάσιμον τοῖς ἁγίοις, ὁ οὐρανὸς, ἤτοι τῶν πρωτοτόκων ἡ Ἐκκλησία· βεβήλοις δέ γε καὶ ἀνοσίοις, ἀστιβές. Προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἀναφοιτᾷν εἰς τὸ ὄρος Μωσέα τε καὶ Ἀαρὼν, Ναδάβ τε καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ. Ἔφασκέ τε, ὅτι Καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ. Καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεόν· αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν. Ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν. Οἱ μὲν οὖν ἐξ Ἀαρὼν γεγονότες υἱοὶ, τὸ ἱερὸν ἡμῖν σημαίνουσι γένος· οἱ δὲ πρεσβύτεροι, τοὺς ἀριστίνδην ἐξειλεγμένους. Ἀαρὼν δὲ πάλιν αὐτὸν ἡμῖν ὑποπλάττεται τὸν Χριστὸν, τὸν ὅσιόν τε καὶ ἄκακον ἀρχιερέα, δι’ οὗ καὶ ἐσχήκαμεν τὴν διὰ Πνεύματός τε καὶ ὕδατος γέννησιν, Ἔκλεκτον γένος, καὶ βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον, χρηματίζομεν. Ἀναβησόμεθα τοίνυν κατὰ καιροὺς καὶ εἰς τὴν ἄνω πόλιν οἱ ἀπόλεκτοί τε καὶ ἱεροὶ, συνόντος ἡμῖν καὶ ἡγουμένου Χριστοῦ τοῦ μεγάλου ἱερέως, τοῦ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονότος, καὶ συμπροσκυνοῦντος ἡμῖν καίτοι Πατέρα ὄντα κατὰ φύσιν τὸν Θεόν. Καὶ ἐγγίζει μὲν ὁ Μωσῆς, σὺν ἡμῖν δὲ τοῖς μακρὰν, ὁ Υἱός. Ὅσον γὰρ ἧκεν εἰς τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον, Θεῷ προσεχέστερος ὁ Μωσῆς, ὡς νόμου μεσίτης καὶ ὁριστής. Ἐπειδὴ δὲ μεθ’ ἡμῶν γέγονεν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃτοι τὸ καθ’ ἡμᾶς οὐκ ἀτιμάζει μέτρον. Ἀνέχεται δὲ οἰκονομικῶς καὶ αὐτοῦ κατόπιν νοεῖσθαι Μωσέως. Καὶ γοῦν καὶ γέγονε μεθ’ ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον, καίτοι νομοθέτης ὢν ὡς Θεός. Ὅτι δὲ γέγονεν ὑπὸ νόμον, ἀταλαίπωρον ἰδεῖν. Περιτέτμηται γὰρ ὀκταήμερος. Συντετέλεκε δὲ καὶ τὸ δίδραχμον, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν ὡς Υἱός. Ἀρκέσει δὲ καὶ αὐτὸ τὸ Γράμμα τὸ ἱερὸν, ὑπὸ νόμον γεγενῆσθαι λέγον τὸν Ἐμμανουήλ. Ὅτι δὲ διὰ τὸ ἀνθρώπινον, καὶ ἐπειδὴ γέγονε καθ’ ἡμᾶς ὑπὸ νόμον, καὶ ἐν δευτέροις τεθεῖσθαι Μωσέως νομιεῖται, συνήσεις καὶ δι’ ἑτέρων. Προσέταττε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ παναρίστῳ Μωσεῖ τῆς ἀφορήτου δουλείας ἀνεῖναι τὸν Ἰσραὴλ τῷ Φαραὼ λέγοντα· Κύριος ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Ὁ δὲ ὁμολογεῖ τὸ ἀδρανὲς ὁ νόμος εἰς ἀπολύτρωσιν. Εἶτα συνάπτει ἀναδυομένῳ καὶ μέλλοντι τὸν θεσπέσιον Ἀαρὼν εἰς τύπον Χριστοῦ τοῦ πάντα ἰσχύοντος, δι’ οὗ πᾶσα ἡ λύτρωσις. Ἔφη γὰρ ὧδε πρὸς Μωσῆν· Ἰδοὺ δέδωκά σε Θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοῦ προφήτης. Σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα ἐντέλλομαί σοι, ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ. Ὁρᾷς ὅτι μεσιτεύει πάλιν Ἀαρὼν τὸ τοῦ νομοθέτου πρόσωπον φοροῦντος Μωσέως. Ταύτῃτοι καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸν ἀνατίθησι τὸν νόμον αὐτῷ, καίτοι λυθέντα παρὰ Θεοῦ. Γράφει γὰρ οὕτως· Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει. Ἄνιμεν τοίνυν καθάπερ εἰς ὄρος τὰς ἄνω μονὰς οἱ ἱεροὶ καὶ ἀπόλεκτοι, τῆς ἑτέρας πληθύος ἀπομενούσης κάτω. Οὐ γὰρ ἀνελεύσεται, φησὶν, ὁ λαὸς σὺν αὐτοῖς· ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Ἄνιμεν δὲ, οὐ δίχα Χριστοῦ. Συνῆν γὰρ τότε τοῖς προσκυνοῦσιν ὁ Ἀαρὼν, καὶ τοῖς ἔτι μακρὰν ἐναρίθμιος ἦν. Οὕτω καὶ ὁ Χριστὸς, μακρὰν μεθ’ ἡμῶν δι’ ἡμᾶς, ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ τε καὶ δι’ αὐτῷ ἐγγὺς τοῦ Πατρός. Πάντα γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ᾠκονομεῖτο σαφῶς. Ὥσπερ γὰρ γέγονε μεθ’ ἡμῶν ἐν νεκροῖς, ἵνα ἡμεῖς εἰς ζωὴν σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ· ἀνεβίω γὰρ τὸ τοῦ θανάτου πατήσας κράτος, οὕτω γέγονε μεθ’ ἡμῶν ἀποτέρω, καίπερ ὣν ἐγγὺς, ἵνα πάλιν ἡμεῖς σὺν αὐτῷ, καὶ δι’ αὐτοῦ ἐγγύσωμεν τῷ Πατρί· ὃ δὴ καὶ τετέλεσται. Μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, ἡνώμεθα τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ, εἴπερ ἐσμὲν ἀληθῶς θείας φύσεως κοινωνοὶ, κατὰ τὰς Γραφάς. Ἀλλ’ ὑψοῦ μὲν ἰέναι προστέταχε, καὶ συναναθρώσκειν εἰς τὸ ὄρος Μωσεῖ τε καὶ Ἀαρὼν, τοὺς ἱερούς τε καὶ ἐξειλεγμένους ὁ τῶν ὅλων Θεός. Ὅτι δὲ τοὺς εὐκλείας ἥκοντας εἰς τοῦτο λοιπὸν, καὶ ἀναβῆναι ἀληθῶς εἰς τὸ ἄνω προτεθυμένους, ἵνα καὶ ἐγγὺς γένοιντο Θεοῦ, προαφαγνίζεσθαι χρὴ τῷ αἵματι τοῦ Χριστοῦ, ὃς τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν ἐποιήσατο, ἀνατέθεικε δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τὴν ἀναληφθεῖσαν σάρκα. Προσκεκόμικε γὰρ ἑαυτὸν ἱερεῖον ἄμωμον ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ νοητὸν ὁλοκαύτωμα, ὡς προανετύπου πάλιν ἡμῖν ὁ θεσπέσιος Μωσῆς, τῇ τοῦ πνεύματος φωταγωγίᾳ πρὸς τὴν τῶν ἐσομένων προηγούμενος γνῶσιν. Τοῦτο γὰρ, οἶμαι, συνιεὶς, πρὸ τῆς εἰς τὸ ἄνω πορείας αὐτοῦ τε καὶ τῶν κεκλημένων, Ἔγραψε πάντα τὰ ῥήματα τοῦ Κυρίου. Τί δὲ τούτῳ προείργασται πάλιν, ἐροῦμεν εὐθύς. Χρὴ γὰρ, οἶμαι, τοὺς τῆς ὑψοῦ τε καὶ ἄνω πορείας ἐφιεμένους, εἰς νοῦν καὶ καρδίαν ἐγκεχαραγμένον ἔχειν τὸν τοῦ Θεοῦ νόμον, ἀναφωνεῖν τε λοιπὸν καθάπερ ἐκ λύρας πρὸς αὐτὸν, Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Ὥσπερ γάρ ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν, καὶ χρῆμα σωτήριον, τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διὰ παντός· τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλανθάνεσθαι φιλεῖν. Γράφει τοίνυν ὁ μακάριος Μωσῆς πάντα τὰ ῥήματα τοῦ Κυρίου, περὶ ὧν καὶ αὐτὸς ἐπεφώνει τοῖς παιδαγωγουμένοις δι’ αὐτοῦ, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς· Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Ὀρθρίσας δὲ τὸ πρωῒ, θυσιαστήριον ἀνεδείματο. Περιΐστησι δὲ αὐτῷ δυωκαίδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ ἀπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, οἳ καὶ ἀνήνεγκαν, φησὶν, ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια. Τὸ μὲν οὖν θυσιαστήριον, τύπος ἂν εἴη καὶ μάλα σαφῶς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς οἱονεί πως ἐπὶ τὸ ὄρος κειμένης. Ὑψοῦ γὰρ ὥσπερ ἐν ὄρει τὴν ἑτέραν εἰναί φαμεν, τὴν τῶν πρωτοτόκων μητρόπολιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξεικονίζει τοιγαροῦν τὴν Ἐκκλησίαν ἡμῖν τὸ θυσιαστήριον· ᾧ καὶ λίαν οἰκονομικῶς περιΐστησιν ὁ Μωσῆς τοὺς δώδεκα λίθους, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μονονουχὶ καὶ διὰ τοῦτο προπαρεγγυῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι χῶρος αὐτοῖς ὁ μάλιστα πρέπων, ἡ Ἐκκλησία Χριστοῦ· καὶ τάχα που διακεκραγέναι δεήσει· Κατακυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεως. Ὅτι πρὸς γὰρ αὐτοὺς μάλιστα καὶ πρό γε τῶν ἄλλων Σωτῆρα καὶ Λυτρωτὴν ἀπέστειλε τὸν Υἱὸν ὁ Πατὴρ, σαφηνιεῖ λέγων αὐτός· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐπειδὴ δὲ εἰς ἐκτόπους ἀπονοίας ὠλισθηκότες πεπαρῳνήκασιν εἰς αὐτὸν, μετακεχώρηκεν ἀναγκαίως ἐπὶ τὰ ἔθνη Χριστός. Ὅτι τοίνυν χῶρος ὁ μάλιστα πρέπων ἦν αὐτοῖς, καθάπερ ἔφην ἀρτίως, τὸ τοῦ Χριστοῦ θυσιαστήριον, προκατεσήμαινεν ὁ Μωσῆς, περιστήσας αὐτῷ τοὺς δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅτι δὲ ἔμελλον οἱ ἐπ’ ἀνδρείᾳ τεθαυμασμένοι, δῆλον δὲ ὅτι πνευματικῇ καὶ κατὰ Θεὸν, οἱ εὐσθενῆ τε καὶ ἐῤῥωμένον ἔχοντες νοῦν, ἱερουργήσειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καταμάθοι τις ἂν ἀπό γε τοῦ γεγονότος. Ἀπεστέλλοντο μὲν γὰρ οἱ νεανίσκοι, καὶ προσῆγον τὰ ὁλοκαυτώματα. Τοῦτο δεδρακότας τοὺς ἁγίους ἀποστόλους εὑρίσκομεν, οἳ πᾶσαν, ὥσπερ εἰπεῖν, περιεφοίτων τὴν γῆν, ἱερουργοῦντες αὐτῷ καὶ προσάγοντες ὁλοκαυτώματα, τουτέστι, τοὺς ἐν ἀμωμήτῳ πίστει διαπρεπεῖς, καὶ μὴν καὶ σπουδάσμασι τοὺς εἰς ἀρετὴν εὖ μάλα διηρτισμένους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι, διανοίας ἀδρανοῦς τὸ μυσταγωγεῖν δύνασθαι σαφῶς, οὔτε νοῦ νοσοῦντος τὸ ἄναλκι, καὶ καταῤῥεῖν εἰωθότος εἰς ἐπιθυμίας κοσμικάς· ἐσκευασμένου δὲ οὕτω καὶ νεανικῶς ἔχοντος, ὡς καὶ εἰπεῖν δύνασθαι λοιπόν· Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Νεανίας γὰρ ὁ τοιοῦτος, καὶ τῶν ἄγαν ἀλκιμωτάτων. Πρέπει δ’ ἂν αὐτῷ, τὸ καθιεροῦν τῷ Θεῷ τὰ ὁλοκαυτώματα, καὶ θυσίας πνευματικὰς, καὶ ἱερουργίας ἅπτεσθαι τῆς νοητῆς, καὶ τὴν τοῦ σωτηρίου θυσίαν ἀποπληροῦν· ἢ καὶ διὰ τῶν προσενηνεγμένων μοσχαρίων εὖ μάλα προανεπλάττετο. Ποτὲ μὲν γὰρ διὰ τὸ λίαν εὐσθενὲς, καὶ ὅτι τῶν ἀβεβήλων ζώων τὸ ὑπέρτατον, μόσχος ἐστὶ, μόσχῳ τελείῳ παρεικάζεται Χριστός· ποτὲ δὲ μικρῷ μοσχαρίῳ, καὶ ἀνθ’ ὅτου, πάλιν ὁρᾷς, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ ὑπὸ ζυγὸν δουλείας, εἴπερ ἐστὶν ἀληθὲς ὅτι πέφηνεν ἐν δούλου μορφῇ. Ἀλλ’ εἰ καὶ ὅσον εἰπεῖν ἧκεν, εἴς γε τὸ ἐν σαρκὶ μυστήριον, γέγονε μεθ’ ἡμῶν ὑπὸ ζυγὸν δουλείας, ἀλλ’ ἦν δουλείας ἀπείρατος, ὅτι φύσεως ἦν τῆς ἄνωθεν καὶ ἐλευθέρας. Διὰ τοῦτο μοσχαρίῳ παρεικάζεται, ὅτι καὶ ὑπὸ ζυγὸν, καὶ ἔξω ζυγοῦ. Ἀπείρατον γὰρ ζυγοῦ τὸ μοσχάριον, εἰ καὶ εἶναι πέφυκεν ὑπὸ ζυγὸν τὸ τοιόνδε γένος. Ἄλλως τε, καὶ εἰ γέγονεν ὑπὸ νόμον, ὡς ὑπὸ ζυγὸν, ἀλλ’ ἦν ἐλεύθερος· ἦν γὰρ ὑπὲρ νόμον, ὡς ὢν νομοθέτης καὶ Θεός. Καὶ τρίτως δὲ, εἰ δοκεῖ, πεφόρηκε τὴν ἀπὸ γῆς σάρκα, τὴν νοσοῦσαν ἐν ἑαυτῇ διὰ τῆς ἁμαρτίας τὸν νόμον, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ὅσον γὰρ ἧκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, τεθεῖσθαι δοκεῖ καὶ ὑπὸ ζυγὸν ἁμαρτίας, ἀλλ’ ἦν ἀπείρατος· Κατέκρινε γὰρ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Μοσχάριον οὖν ὁ Χριστὸς ταύτῃτοι οἰκονομικῶς ὠνόμασται, καὶ ὅτι νέα γέγονε κτίσις· ἀπαρχὴ γὰρ τῶν εἰς τοῦτο κεκλημένων αὐτός. Ὅτι δὲ ἦν ἀναγκαῖον ἁγιάζεσθαι τῷ αἵματι δράττοντας, καὶ ἐγγίζειν Θεῷ γλιχομένους, δέδειχεν ὁ Μωσῆς, καταῤῥαίνων αἵματι πάντα τὸν λαὸν, καὶ αὐτὸ τὸ βιβλίον. Εἰσόμεθα δὲ καὶ διὰ τοῦτο πάλιν, ὅτι αὐτὸς ὁ μόνος ἀτελὴς εἰς ἁγιασμόν. Ἄθρει γὰρ ὅπως τῷ τοῦ αἵματος ῥαντισμῷ καὶ αὐτὸς ἁγιάζεται· ἀποπλύνει γὰρ ἁμαρτίας ἥκιστα μὲν ὁ νόμος, κατορθοῖ δὲ τοῦτο τῶν διὰ Χριστοῦ μυστηρίων ἡ χάρις. Εὖ δὲ λίαν καὶ τὸ ὀρθρίσαντα τὸ πρωῒ τὸν ἱεροφάντην Μωσέα, αὐτό τε τὸ θεῖον ὀρθῶσαι μυστήριον, καὶ περιστῆσαι μὲν αὐτῷ, καθάπερ ἤδη προεῖπον, δυωκαίδεκα λίθους, θῦσαι δὲ καὶ μοσχάρια. Ὄρθρου γὰρ ὥσπερ καὶ πρωΐας ἤδη γενομένης, μονονουχὶ δὲ καὶ Φωσφόρου διαυγάζοντος, καὶ νοητῆς ἡμῖν ἀνισχούσης ἡμέρας, παροιχομένης δὲ ἤδη νυκτὸς, καὶ δαιμονιώδους ἀργήσαντος σκότους, λαμπρὸν ἀνεδείχθη τῆς Ἐκκλησίας τὸ κάλλος τὸ σεπτὸν ἐχούσης θυσιαστήριον, ἐφ’ οὗ τὸ Χριστοῦ τελεῖ. ται μυστήριον. Παρέστησαν δὲ αὐτῷ καὶ αἱ φυλαὶ τῆς γῆς, ὡς ἐν παραδείγμασι τοῖς λίθοις. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὴν τοῦ παραδείγματος εἰκόνα παραχαράττων εἰς ἀλήθειαν, ἐπιστέλλει τοῖς ἡγιασμένοις ἐν Χριστῷ· Ἐν ᾧ καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐπῳκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον. Τότε καὶ οἱ νεανίσκοι προσκεκομίκασι τὰ ὁλοκαυτώματα, καὶ ἱερουργοὶ γεγόνασι πνευματικοί. Τότε δὴ, τότε καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρὸς, καὶ παρεστήκαμεν αὐτῷ τὸ τῆς διανοίας εὐδρανὲς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑτοίμως ἔχον, ἐν τάξει ποιούμενοι παραστήματος. Τοῦτό τοι σαφῶς καὶ αὐτὸς ὁ θεῖος ἡμῖν προανεφώνει Δαβὶδ, ἐκ προσώπου τῶν πεπιστευκότων οὕτω λέγων πρὸς τὸν ὅλων Θεόν· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος. Ἡγιασμένοι δὴ οὖν, καὶ ὡς ἐν τύποις ἔτι καθηγνισμένοι τῷ αἵματι, Ἀνεφοίτων εἰς τὸ ὄρος Μωσῆς τε καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραὴλ, καὶ εἶδον τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον ὡσεὶ πλίνθου σαπφείρου, καὶ ὥσπερ ἔργον στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδείς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον. Ἀκούεις ὅπως τεθέανται τὸν τοῦ Θεοῦ λεγόμενον τόπον, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ. Ἐναυγὴς γὰρ ὁ οὐρανὸς, καὶ σαπφείρῳ ἐοικὸς τὸ ἀνωτάτω καὶ αἰθέριον χρῶμα. Πρέπων δὲ ὅτι μάλιστα χῶρος ὁ οὐρανὸς, καὶ ἐφ’ ᾧ ἐπαναπαύεται, καταλύων ἐν ἀγγέλοις. Ἄγιος γὰρ ἐν ἀγίοις κατοικεῖ, καὶ οἱονείπως ἐπανακλίνεται τοῖς τὴν ἄνω τρίβουσι πόλιν, διὰ τὸ λίαν εὐφυὲς, καὶ εἰς ἀρειότητα ζωῆς εὖ μάλα διεξεσμένον. Ἁγίαν γὰρ εἶναι πιστεύομεν τὴν τῶν ἄνω πνευμάτων πληθύν. Ὤφθη δὴ οὖν τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ τοῖς εἰς τὸ ὄρος ἀναβεβηκόσιν, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ τῇ καθαρότητι, φησίν. Ἔδει γὰρ, ἔδει, τοὺς τὴν πολύθεόν ποτε κατηῤῥωστηκότας πλάνησιν, καὶ τῇ κτίσει λελατρευκότας, εἶτα κεκλημένους εἰς ἐπίγνωσιν Θεοῦ, χρησίμως τε καὶ ἀναγκαίως ἰδεῖν ὅτι καὶ αὐτὸν ὑπὸ πόδας ἔχει τὸν οὐρανὸν, καὶ ὅτι τῶν πάντων ἐστὶ Δεσπότης, ὡς παρενεγκὼν τὰ πάντα πρὸς ὕπαρξιν, ὁ τῆς ἀρχαίας αὐτοὺς ἀπάτης ἀπολυτρούμενος. Ὅτι δὲ καὶ τοῖς εἰς τὴν ἄνω κατὰ καιροὺς εἰσελαύνουσι πόλιν, παρεικάζεται πάλιν τὸ καὶ τῶν θείων χαρισμάτων πλουσίως μετασχεῖν, καὶ τὸ ἐντρυφῆσαι δεῖν τοῖς πνευματικοῖς παρὰ Χριστοῦ ἀγαθοῖς, διαδείξει τὸ, ἐν τόπῳ γενομένους Θεοῦ, φαγεῖν καὶ πιεῖν τοὺς ἀναβεβηκότας. Ἀλλ’ ἐν μὲν οἷς ἔναγχος ἔφην, μόνος προσετάττετο Μωσῆς ἐγγίσαι πρὸς τὸν Θεόν· οἵ γε μὴν ἕτεροι προσκυνεῖν μακρόθεν, οἷς καὶ συνῆν Ἀαρών. Ἐλέγομεν δὲ, ὅτι μεθ’ ἡμῶν γέγονε τῇ φύσει μακρόθεν ὁ ἐγγὺς τοῦ Θεοῦ καὶ Πατρὸς ὢν Υἱὸς, ὁ ἄκακος ἡμῶν καὶ ἀμίαντος ἀρχιερεύς· ἵνα δι’ αὐτοῦ, καὶ σὺν αὐτῷ δὴ πάλιν, εὑρισκώμεθα καὶ ἡμεῖς ἐγγύς. Τοιγάρτοι κέκληται καὶ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενος, Μεθ’ ἡμῶν ὁ Θεός. Πλὴν εἰ καὶ γέγονε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, ἀλλ’ ἔστιν ἰδεῖν ὡς οὐδὲ αὐτῷ τῷ μακαρίῳ Μωσῇ προσιτὸς γέγονεν ὁ Πατὴρ, δίχα τῆς αὐτοῦ μεσιτείας. Αὐτὸς γάρ ἐστιν ἡ ὀδὸς, αὐτὸς ἡ θύρα, καθάπερ ἤδη προείπομεν. Εἰσόμεθα δὲ καὶ τοῦτο πάλιν ἀπό γε τῶν ἐφεξῆς· Εἶπε γὰρ, φησὶν, ὁ Κύριος πρὸς Μωσῆν· Ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον, καὶ τὰς πλάκας, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ. Ὁρᾷς ὅτιπερ κέκληται μὲν ὁ Μωσῆς τὸν ἐν σκιαῖς ἔτι καὶ γράμμασιν ὑποδεξάμενος νόμον, συνανατρέχει δὲ αὐτῷ μὴ συγκεκλημένος ὁ Ἰησοῦς εἰς τύπον Χριστοῦ· ὃς οὐ καλεῖται παρὰ Πατρὸς, ἴσως τοῖς ἄλλοις· σύνεστι γὰρ ἀεί. Βατὴν δὲ τοῖς καλουμένοις τὴν ὁδὸν ἐργάζεται μεσιτεύων καὶ συνών. Ἔστι γὰρ ἀμήχανον, ὡς ἔφην, ἐντὸς γενέσθαι τοῦ Θεοῦ καὶ Πατρὸς καθ’ ἔτερον ἡμᾶς τρόπον, πλὴν ὅτι διὰ μόνης τῆς αὐτοῦ μεσιτείας. Αὐτῷ τοιγαροῦν ἡ δόξα καὶ τὸ κράτος, ὁμοῦ τῶ παναγίῳ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.