Ancient Greek · ~13 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τῆς γυμνώσεως τοῦ Νῶε καὶ τοῦ Χάμ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-3
Not analysed yet
α. Συμπεπερασμένων ἁπάντων τῶν ἐπὶ τῇ κιβωτῷ, καὶ παρῳχηκότος μὲν τοῦ κατακλυσμοῦ, γηπονοῦντος δὲ ἤδη τοῦ Νῶε, τίνα δὴ ἄρα τὰ ἐν αὐτῷ πεπραγμένα παρὰ τοῦ Χὰμ, πολυπραγμονήσει πάλιν ἡμῖν ὁ λόγος. Ἀναπείσει γὰρ δὴ τοὺς οἵπερ ἂν ἕλοιντο διαβιοῦν ἐννόμως τῆς εἰς τοὺς πατέρας αἰδοῦς οὐδὲν τὸ παράπαν ἡγεῖσθαι ἰσοστατοῦν, καὶ παραιτεῖσθαι σαφῶς ὥς τι τῶν σφαλερωτάτων τὸ κατά τι γοῦν ὅλως ἐπιμειδιᾷν αὐτοῖς, κἂν εἰ τοῦ πρέποντος ἔξω φέροιντο βραχὺ ταῖς τῆς φύσεως ἀσθενείαις ὑπενηνεγμένοι. Ὅτι γὰρ σεπτὸν ἀεί πώς ἐστι τῶν γονέων τὸ χρῆμα, καὶ αὐτὸς ὁ θεῖος ἡμᾶς ἐκπαιδεύει νόμος· προεπιτάξας γὰρ δεῖν ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν ἕνα τε καὶ φύσει Θεὸν ἀγαπᾷν, Τίμα, φησὶ, τὸν πατέρα σου, καὶ μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόβιος ἐπὶ τῆς γῆς. Ἐν εἰκόνι γὰρ ὥσπερ καὶ ἐν μιμήσει Θεοῦ καταλογισθεῖεν ἂν οἱ γεγεννηκότες. Μνήσθητι γὰρ, φησὶν, ὅτι δι’ αὐτῶν ἐγεννήθης. Ταύτῃ τοι πάλιν φησὶν, Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητέρος, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων. Ὅτι τοίνυν καὶ ἐν ἀρᾷ καὶ δίκῃ τὸ μὴ δεῖν οἴεσθαι τιμᾷν πατέρας, καὶ μὴν καὶ αἰδοῦς ἁπάσης ἀξιοῦν, καὶ διά γε τοῦ Χὰμ ἀναμάθοι τις ἂν καὶ λίαν εὐκόλως. Ἦσαν γὰρ, φησὶν, οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε. Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πασᾶν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἐπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν, παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Νῶε μὲν γὰρ ἀμπελῶνα πεφυτευκὼς, τῶν οἰκείων ἐνεφορεῖτο πόνων, καὶ κάτοινος μὲν ἀσυνήθως ἦν. Ἀδόκητον δὲ φιλοινίας ἔγκλημα, τὴν ἀνεθέλητον ὑπομείνας γύμνωσιν, οἴκοι τε καὶ ἄποπτος ἦν τοῖς πολλοῖς. Ὁ δὲ τὰς φρένας οὐκ ἀσφαλὴς, φημὶ δὴ τὸν Χὰμ, τῆς θέας τὸ ἀπρεπὲς ἀνοσίου γέλωτος ἐποιεῖτο πρόφασιν· καίτοι καταμφιάσαι δὲ, μονονουχὶ δὲ καὶ ἐπαμῦναι τῷ φύσαντι, μέθῃ πλεονεκτουμένῳ, καὶ τοῖς ἐξ οἴνου πταίσμασιν ὑπενηνεγμένῳ. Ἀλλὰ παρεὶς τὰ τοιάδε, καὶ τῆς εἰς τὸν φύσαντα τιμῆς οὐ μετρίως ὀλιγωρῶν, προξενεῖν ἐπείγεται τοῖς ἄλλοις τὴν θέαν, καὶ σκηνὴν οἷά τινα προσθεὶς τὸν πρεσβύτην, γελᾷν ἀναπείθει τοὺς ἀδελφούς. Οἵδε ἦσαν ἀμείνους τῆς ἐν αὐτῷ δυσβουλίας· κατασοφιζόμενοι δὲ τὸ συμβεβηκὸς, καὶ τῆς θέας τὸ ἀκαλλὲς τοῖς περιβλήμασιν ἀφανίζοντες, ἀνόπιν ἐβάδιζον. Ἐδόκει γὰρ εὐσεβεῖν αὐτοῖς, καὶ μηροὺς αἰδεῖσθαι πατρὸς, δι’ ὧν καὶ γεγόνασιν. Ἐπεὶ δὲ διεγηγερμένος ἐν αἰσθήσει τοῦ πράγματος γέγονεν ὁ πατὴρ, ἐπαρᾶται μὲν εὐθὺς τὸν τοῦ πρέποντος, καὶ τῆς εἰς αὐτὸν αἰδοῦς ἠφειδηκότα παραλόγως, καὶ ζυγὸν αὐτῷ τὸν οἰκετικὸν ἐπετίθει δικαίως, Χαναὰν ὀνομάζων διὰ τοὺς ἐξ αὐτοῦ Χαναναίους, οἳ καὶ τῆς δίκης αὐτῷ συμμεθέξειν ἔμελλον. Παγγενῆ γὰρ ἐκολάζετο. Εὐλόγηκε δὲ τοὺς τιμήσαντας.