Ancient Greek · ~6 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Chapter 1
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.9
Not analysed yet
θ. Γέγονε δὲ ὅτι καὶ Ἀρχιερεὺς ἐφ’ ἡμᾶς ὁ Ἐμμανουὴλ, δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀνεκαινίσθημεν πρὸς τὸ ἐν ἀρχαῖς, λελυμένης τῆς ἀρᾶς, τῆς ἐπὶ τῷ πρωτοπλάστῳ φημὶ, ὅρα δὴ τοῖς ἐφεξῆς γεγραμμένοις ἐμβαλεῖν. Ἐπειδὴ γὰρ ἐξηράνθη, φησὶν, ἡ γῆ, ἐξῆλθεν ὁ Νῶε τῆς κιβωτοῦ, καὶ πάντες οἱ σὺν αὐτῷ. Καὶ ᾠκοδόμησε, φησὶ, θυσιαστήριον τῷ Θεῷ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ μεθ’ ἕτερα πάλιν· Καὶ εὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα. Οὐκοῦν ὅτε γέγονεν ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, καὶ προσεκομίσθημεν δι’ αὐτοῦ νοητῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ, τότε καὶ εὐμενείας τῆς παρ’ αὐτοῦ πλουσίως ἠξιώμεθα, καὶ βεβαίαν ἐσχήκαμεν τὴν ὑπόθεσιν, τοῦ μηκέτι καθ’ ἡμῶν ἰσχῦσαι τὸν θάνατον. Λέλυται καὶ τὰ ἐξ ὀργῆς, οἴχεται δέ ποι καὶ τὰ ἐκ τῆς ἀρχαίας ἀρᾶς ἐκείνης. Ηὐλογήμεθα γὰρ ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.