Ancient Greek · ~14 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-5
Not analysed yet
α. Τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐν εὐδοκίᾳ Πατρὸς ἐκπεπλουτηκόσιν, ὁ σοφὸς ἐπιστέλλει Παῦλος· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Κλήτορες γὰρ ὥσπερ καὶ νυμφαγωγοὶ γεγόνασιν οἱ μακάριοι μαθηταὶ, τοὺς ἔτι μακρὰν ποιοῦντες ἐγγὺς, καὶ μονονουχὶ κολλῶντες Χριστῷ, καὶ τῇ τοῦ πνεύματος ἑνώσει συνδέοντες. Καὶ παραστήσει μὲν ἑαυτῷ τὴν Ἐκκλησίαν Χριστός· διανιστάντος αὐτὴν, μονονουχὶ δὲ καὶ προσάγοντος, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τῷ ἰδίῳ κατεγγυῶντος Υἱῷ, πλὴν ὅτι μεσιτευόντων ἁγίων οὐκ ἂν ἐνδοιάσειέ τις. Ὁ μὲν γὰρ θεσπέσιος Δαβὶδ προαναφωνῶν ἡμῖν τὸ μυστήριον, πρὸς αὐτήν πού φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου· ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. Διωμολόγηκε δὲ καὶ ὁ Παῦλος, καθάπερ ἔφην ἀρτίως, οἷά τινα νύμφην παρασταθῆναι Χριστῷ τοὺς πεπιστευκότας. Ἀλλὰ τὸ οὕτω σεπτὸν καὶ ἀξιάκουστον ἀληθῶς μυστήριον κατίδοι τις ἂν οὐδὲν ἧττον ἡμῶν καὶ τῷδε δὴ πάλιν. Γέγραπται γὰρ, ὅτι καὶ Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ Κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα. Καὶ εἶπεν Ἀβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ’ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς. Ἀλλ’ εἰς τὴν γῆν, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου. Καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. Ταῦτα τοιγαροῦν προστεταχότος τοῦ Ἀβραὰμ, διώμνυτο μὲν ὁ οἰκέτης παραχρῆμα, τῷ μηρῷ δεσπότου τὴν χεῖρα ἐπιτιθείς. Δι’ οὗ παρέσται νοεῖν τὸ μονονουχὶ κατὰ πάσης τῆς ἐσομένης ἐξ αὐτοῦ γονῆς πεποιῆσθαι τὴν ὁρκωμοσίαν. Ἐπαναθέμενος δὲ καμήλοις δέκα πολλὰ τῶν Ἀβραὰμ ἀγαθῶν, ἀφικνεῖται δρομαῖος εἰς τὴν μέσην τῶν ποταμῶν. Καὶ καταίρει μὲν εἰς πόλιν Ναχώρ· ὀκλάζει δὲ τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος, τὸ προσοψὲ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Ἀφικόμενος δὴ οὖν ἐκεῖσε, Θεὸν ἐλιπάρει λοιπὸν ἀνευρῦναι τὴν ὁδὸν, καὶ καταδεῖξαι παρθένον εὐδρανῆ καὶ φιλόξενον, καὶ ὄκνου τοῦ βλέποντος εἰς ἀγάπην κρείττονα. Ἔσται γὰρ, φησὶν, ἡ παρθένος, ᾗ ἐὰν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ. Ἀλλ’ ἧκεν οὐκ εἰς μακρὰν ἡ καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη παρθένος, φημὶ δὴ, Ῥεβέκκα. Ἐξαιτοῦντι δὲ πιεῖν, προσῆγεν ἑτοίμως. Ἐπηγγέλλετο δὲ καὶ αὐτὰς ποτιεῖν τὰς καμήλους, καὶ εἰς ἔργον ἤγετο τὰ ἐπηγγελμένα. Συμβάλλει δὴ οὖν ὁ οἰκέτης ἐντεῦθεν, ὡς αὕτη λοιπὸν εἴη, καὶ οὐχ ἑτέρα. Τοιγάρτοι ψέλλιά τε καὶ ἐνώτια λαβὼν, προσεκόμιζε τῇ νεάνιδι. Ἡ δὲ οἴκοι παρελθεῖν, ἕπεσθαί τε αὐτῇ παραχρῆμα προσέταττεν. Οὗ γεγονότος, ξενίζεται μὲν αὐτοῦ, λαμπρὰν δὲ διήγησιν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον ποιεῖται. Προσετίθει δὲ, ὅτι ἕνα καὶ ἀγαπητὸν ἔχων υἱὸν τὸν Ἰσαὰκ, πάντα δέδωκεν αὐτῷ, καὶ δεσπόζει τῶν ὅλων ὁ νεανίας. Ἐπειδὴ δὲ ἀποτρέχειν ἤθελεν ὁμοῦ τῇ νεάνιδι λοιπὸν ὁ νυμφαγωγὸς, διερωτῶσι Ῥεβέκκαν εἰ συμβαδιεῖται τῷ κεκληκότι, καὶ ἀσπαστὴν ποιήσεται τὴν ἀποδρομήν. Ἡ δὲ κατανεύει προθύμως. Ἀφιγμένην δὲ οὕτως, εἰσοικίζεται μὲν ἐθελοντὴς ἤδη ὁ Ἰσαάκ· παρεκλήθη δὲ οὕτως σφόδρα, καίτοι τεθνεώσης αὐτῷ τῆς μητρός. Μακρὸς μὲν οὖν καὶ πολὺς τῆς ἱστορίας ὁ λόγος. Πλὴν ἐπιτεμόντες ὡς ἔνι ταύτην, διαρκῶς εἰρήκαμεν. Ἡκέτω δὲ οὖν τῆς θεωρίας ἡ δύναμις ἐπὶ τὸ λίαν εὐτεχνὲς, καὶ τὸν τοῦ μυστηρίου τύπον ἀναδεικνύτω πάλιν. ὡς ἐν ἀμυδραῖς μὲν ἔτι σκιαῖς, πλὴν ὠδίνοντα τὴν ἀλήθειαν.