Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-5
Not analysed yet
γ. Ἄριστα μὲν οὖν, καθάπερ ἐγᾦμαι, τοῖς τῆς ἱστορίας λόγοις ἐφήρμοσται τὸ μυστήριον. Χρὴ δὲ, οἶμαι, λοιπὸν ἐξαισίῳ θαύματι κατακαλλύνεσθαι πρὸς ἡμῶν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις εὐκλεᾶ τοῖς ἁπανταχοῦ καὶ περίοπτον ἀναδείκνυσθαι. Καὶ πρός γε δὴ τούτῳ περιαθρεῖσθαι σαφῶς τῆς θείας εὐτεχνίας ἡμῖν τὸ βάθος. Ἐπειράζετο γὰρ ὁ θεσπέσιος Ἀβραὰμ, οὐκ ἠγνοηκότος Θεοῦ τὸ ἐσόμενον. Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Τοιγάρτοι καὶ ἔφασκε· Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν; καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν· Ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ. Ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συντετέλεσται. Οὐκοῦν ἀπόπληκτον κομιδῇ, καὶ ἐν τοῖς ἄγαν ἀπηχεστάτοις καταλογιούμεθα φρονοῦντες ὀρθῶς, τὸ ἠγνοηκέναι μὲν οἴεσθαι τὰ ἐσόμενα τὸν τῶν ὅλων Θεὸν, πειράζειν δὲ διὰ τοῦτο τὸν Ἀβραάμ. Ἀλλ’ ἦν ἀναγκαῖον, μὴ ἐν εἰδήσει μόνῃ τῇ παρὰ Θεῷ τὴν τοῦ δικαίου καταλαμπρύνεσθαι κεφαλήν· εὐκλεεστάτην δὲ μᾶλλον καταπλουτῆσαι τὴν εὔκλειαν, καὶ ἐν ταῖς ἁπάντων γνώσεσι διὰ πείρας αὐτῆς ἐφ’ ἄπασι τοῖς ἀρίστοις μεμαρτυρημένην· Ἔδει καὶ διὰ τῶν ἱερῶν βοᾶσθαι Γραμμάτων, ὅτι πλεῖστον ὅσον ἐν αὐτῷ τὸ εὐήνιον, καὶ τῶν θεσπισμάτων πολὺς ἦν ὁ λόγος, μᾶλλον δὲ τὸ ὑπερτεροῦν οὐδέν. Ἧκε δὲ εἰς τοῦτο γνώμης τε καὶ προθυμίας, ὡς καὶ αὐτῆς ἀλογῆσαι τῆς εἰς τέκνον ἀγάπης, καὶ τὴν τῆς παιδοκτονίας μὴ καταδεῖσαι γραφήν. Καὶ τό γε παραδοξότερον, ἐν αὐτῷ προσεδόκησε πατὴρ ἔσεσθαι πολλῶν ἐθνῶν. Ἀλλ’ ᾔδει καὶ ἀψευδοῦντα πρὸς τοῦτο Θεόν. Εἶτα προσεκόμιζεν εἰς θυσίαν τὸ παιδάριον, οὐκ ἐν ἀπογνώσει γεγονὼς τῶν ἐπηγγελμένων, ἀλλὰ ταῖς τοῦ Δεσπότου δυνάμεσιν ἀναθεὶς, τὸ ὄπως ἂν εἰδείη πληροῦν τὸ ὠμοσμένον. Καὶ οὐκ ἀκερδὲς τὸ χρῆμα αὐτῷ, καίτοι διὰ πείρας ἰόντι τῆς οὕτω πικρᾶς. Ἐδιδάσκετο γὰρ ὡς ἀπό γε τοῦ μέλλοντος συμβαίνειν, τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ λόγου παντὸς πέρα καὶ ἀξιάκουστον θαῦμα, καὶ προσέτι τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, Πίστει, φησὶ, προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Πρὸς ὃν ἐλαλήθη· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὄτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεὸς, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Ἐπειδὴ γὰρ ἔμελλε κατὰ καιροὺς ὁ Θεὸς καὶ Πατὴρ, ῥίζαν ὥσπερ αὐτὸν καὶ γένεσιν μυρίων ὅσων ἀποφαίνειν ἐθνῶν, τεθνεῶτος ὑπὲρ τοῦ κόσμου τοῦ Ἐμμανουήλ. ταύτῃτοι διὰ πείρας αὐτῆς χρησίμως ὁ δίκαιος ἐδιδάσκετο τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ὑπερφυᾶ καὶ ἄφραστον εἰς ἡμᾶς ἀγάπησιν· ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, καθάπερ ἤδη προείπομεν, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν τῶν ἐν πίστει δεδικαιωμένων, καὶ εἰς τέκνα λελογισμένων τοῦ προπάτορος Ἀβραάμ. Εἰ γάρ τι χρὴ καὶ τῶν ἀνθρωπίνων διατεκμήρασθαι, φαίην ἂν ὄτι φορτικόν τε καὶ δύσοιστον τῷ μακαρίῳ, γέγονεν Ἀβραὰμ τὸ προστάξαι Θεὸν καταθύειν τὸν Ἰσαάκ. Πῶς γὰρ οἴει διακεῖσθαι τότε τὸν τοῦτο δρᾷν ἐπιτεταγμένον; Ἀνὴρ εἰς γῆρας ἐληλακὼς βαθὺ, ἕνα καὶ ὀψιγενῆ πλουτήσας υἱὸν, παρῃρημένος τῷ χρόνῳ τὸ καὶ ἑτέρων δύνασθαι γενέσθαι πατὴρ, ἀφηλικεστέραν δὲ καὶ αὐτὴν ἔχων τὴν συνῳκισμένην (ἦν γὰρ καὶ αὐτὴ πρεσβύτις ἡ Σάῤῥα), τὸν οὕτω τριπόθητον ἀποσφάττειν υἱὸν ἀμελλητὶ προσετάττετο, τὸν μονογενῆ καὶ πολύευκτον. Ποίᾳ γὰρ δύνασθαι χειρὶ προσεδόκησεν ὁ πρεσβύτης, κατωθῆσαι μὲν τοῦ μειρακίου τὸ ξίφος, τὴν δὲ οὕτως ἐλεεινὴν κατὰ τοῦ ἰδίου γεννήματος τολμῆσαι σφαγήν; Ἆρ’ οὖν οὐκ ἐννοεῖν ἀκόλουθον, ὅτι πικρὸς καὶ δριμὺς ἐννοιῶν ὄχλος τὴν τοῦ δικαίου ψυχὴν ἀφορήτως κατεληΐζετο; Καὶ ποτὲ μὲν ἡ φύσις εἰς φιλοστοργίαν κατεβιάζετο· ποτὲ δὲ τὸ θεῖον ἐδυσώπει χρησμῴδημα, καὶ τάχα που πρὸς ἀβούλητον εὐπείθειαν ὡς ἐξ ἀνάγκης ἐκάλει. Μέγα δὴ οὖν ἀληθῶς τὸ τοῦ δικαίου θαῦμα, καὶ παντὸς ἐπαίνου λοιπὸν τὸ θεοφιλές. Προσεκόμιζε γὰρ τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῇ εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπῃ. Τοιγάρτοι καὶ δεδόξασται, καὶ φίλος ἐκλήθη Θεοῦ. Καὶ εἰς πέρας αὐτῷ τὸ προσδοκηθὲν, τὰ τῆς ἐλπίδος ἐκβέβηκε. Γέγονε γὰρ πολλῶν καὶ ἀναριθμήτων ἐθνῶν πατὴρ ἐν Χριστῷ. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.