Ancient Greek · ~26 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Ἔτι περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-9
Not analysed yet
α. Κατῴχετο μὲν ἡ ἀνθρώπου φύσις διὰ τῆς ἁμαρτίας εἰς θάνατον. Ἐπειδὴ δὲ εἰς ἅπαν τοῦ σώζειν εἰδότος ἀπενοσφίζετο, μονονουχὶ καὶ δορύληπτος ἦν ὁ κατ’ εἰκόνα τὴν θείαν τετεχνουργημένος, καὶ τῷ τῆς δουλείας ἄχθει κατεφορτίζετο. Ὑπετίθει γὰρ δὴ καὶ οὐχ ἑκὼν τὴν αὐχένα τῷ πλεονεκτήσαντι Σατανᾷ, ὃς καὶ ἐκ πολλῆς λίαν τῆς ἀγερωχίας (ὑπέροφρυ γὰρ τὸ πνεῦμα τὸ πονηρὸν), ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐπὶ τῆς γῆς κατεθρασύνετο, λέγων· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπει μοι. Βεβασίλευκε γὰρ ἐκ πλεονεξίας, ὡς ἔφην, καὶ ὠνόμασται Θεὸς τοῦ αἰῶνος τούτου. Προσκεκύνηκε γὰρ ὁ κόσμος αὐτῷ, καὶ λελάτρευκε τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐπειδὴ δὲ καὶ εἰς τοῦτο ἐνηνεγμένους ταλαιπωρίας κατηλέει Θεὸς, ἀποστέλλειν ἡμῖν τὸν Υἱὸν ἐξ οὐρανοῦ ἐπηγγέλλετο, τὴν ἀνθρώπου φύσιν ἀνακομίσαντα πάλιν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς. Καινὴ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς Γραφάς. Διακομισταὶ δὲ τῶν εἰς ἡμᾶς ἀγαθῶν λόγων γεγόνασιν οἱ μακάριοι προφῆται, Ὑπὲρ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα καὶ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας, οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά. Γράφει γὰρ οὕτως τοῦ Σωτῆρος ὁ μαθητής. Καὶ πολὺς μὲν ὁ παρ’ αὐτοῖς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως λόγος, καὶ ὅτι κατὰ καιροὺς ἀφίξεται λυτρωτής. Πρὸς εὐμάθειαν δὲ τῶν ἐντευξομένων ὀλίγα περ ἐνεγκεῖν τὸ λυποῦν οὐδέν. Ἐπίκλημα δὲ τοῖς Ἰουδαίων δήμοις τὸ χρῆμα ποιεῖσθαι πρέποι ἂν, ὡς ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. Καίτοι γὰρ ἐνὸν ἐκ προφητικῶν τοῦ Σωτῆρος καταθρῆσαι λόγων τὴν ἄφιξιν, μᾶλλον δὲ τάχα που καὶ συνιέντες οἱ τάλανες καὶ ἐξ αὐτῆς τῆς ἐν νόμῳ σκιᾶς, ἀντεφέροντο δυστρόπως τοῖς θεόθεν κεχρησμῳδημένοις, καὶ αὐτῷ τῷ Χριστῷ, ἢ καὶ ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφός· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, μηδὲ συνιῶσι. Καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἔφη τοίνυν, μᾶλλον δὲ καὶ αὐτὸν ἡμῖν εἰσκεκόμικε τὸν Ἐμμανουὴλ ἐν ἰδίαις συγγραφαῖς ὁ θεσπέσιος Ἡσαΐας λέγοντα σαφῶς· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Ταῦτα γὰρ γέγονε τὰ λαμπρὰ τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα. Ὠσηὲ δὲ πάλιν ἔφη που περὶ αὐτοῦ· Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραήλ. Πλεῖστοι μὲν γὰρ ὅσοι κατὰ καιροὺς οἱ παρὰ τοῖς Ἰουδαίοις καθηγηταὶ μόνοις τιμᾷν τοῖς χείλεσι ἀνα πείθοντες τὸν τῶν ὅλων Θεὸν, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων τοὺς ὑπὸ χεῖρα λαούς. Μία δὲ ἡ κατὰ πάντων τε καὶ ἐπὶ πάντας ἀρχὴ τέθειται Χριστὸς, καὶ ἀνέβημεν ἐκ τῆς γῆς, τουτέστι, τὰ ἄνω φρονεῖν δεδιδάγμεθα. Μεγάλη γὰρ ἀληθῶς ἡ ἡμέρα τοῦ Ἰεζραὴλ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι τοῦ Υἱοῦ. Ταύτης δὲ ἡμῖν τῆς ἡμέρας διεμέμνητο λέγων καὶ ὁ θεσπέσιος Δαβίδ· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Καὶ προσέτι Παῦλος ἡμῖν ὁ σοφώτατος· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡ ἡμέρα σωτηρίας, καθ’ ἣν δηλονότι καὶ σεσώσμεθα, Χριστοῦ καλοῦντος εἰς τοῦτο. Ὡς γὰρ ὁ σοφὸς εἴρηκε μαθητής· Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Πεύσῃ δὲ λέγοντος καὶ Ἱερεμίου σαφῶς· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν· βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθότως. Καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδὲκ, ἐν τοῖς προφήταις. Βεβασίλευκε γὰρ ἐφ’ ἡμᾶς δίκαιος βασιλεὺς ὁ Χριστὸς, κρῖμα πεποίηκε καὶ δικαιοσύνην, ἀπαλλάξας ἁμαρτιῶν τοὺς ἠπατημένους, καὶ καταδικάσας τὸν ἐχθρὸν τοῦ πλεονεκτήσαντος Σατανᾶ. Τοὔνομα δὲ αὐτῷ Ἰωσεδὲκ, τουτέστι, δικαιοσύνη Θεοῦ. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Θεὸς καὶ Πατήρ· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθήσεται. Ἔλεος γὰρ καὶ δικαιοσύνη γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, ὃν αὐτῷ δὴ τούτῳ τῷ ὀνόματι καὶ ὁ λαμπρὸς τῶν ἁγίων ἀπεκάλει χορός. Ὁ μὲν γὰρ μακάριος Σαμουὴλ, ὁ διαβόητος ἐν προφήταις, προσελάλει τοῖς ἐξ Ἰσραὴλ, λέγων· Καὶ ἰδοὺ, ἐγὼ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. Ἰδοὺ ἐγὼ, ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον Κυρίου, καὶ ἐνώπιον Χριστοῦ αὐτοῦ. Καὶ πάλιν· Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐδέν. Σαφεστέρως δὲ καὶ ὁ μακάριος Δαβὶδ τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καὶ καταιτιᾶται λέγων· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Κενὰ γὰρ ὄντως τὰ τῆς Ἰουδαίων ἀμαθίας κατὰ Χριστοῦ βουλεύματα. Οὐ γὰρ ἂν ἀπέθανεν ἡ ζωὴ, οὐδ’ ἐν ταῖς ᾅδου πύλαις γέγονε κάτοχος, ὁ καὶ τοῖς κάτω πνεύμασιν εἰπών· Ἐξέλθητε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Κατεθρήνει δὲ καὶ τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἱερεμίας, ὡς ἀνοσίαν, ὡς Κυριοκτόνον, ὡς βέβηλον, ὡς ἀχάριστον. Ἔφη γὰρ οὕτω· Πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὖ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. Δέον γὰρ ἑλέσθαι τὴν διὰ πίστεως χάριν, ὡς ὁδὸν σωτήριον, θεομαχοῦντες ἡλίσκοντο. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Γενεσιουργὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθιεὶς ἑαυτὸν εἰς κένωσιν, κέχρισται παρὰ τοῦ Πατρὸς, καὶ γέγονε καθ’ ἡμᾶς. Καὶ ὁ τῆς κενώσεως σκοπὸς, εἰς τὸ διασῶσαι τοὺς ἐπὶ τῆς γῆς. Καὶ γοῦν ὁ προφήτης Σοφονίας εὐηγγελίζετο, λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος Ἰσραὴλ ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι. Οἱ δὲ ἀπειθεῖς καὶ ἄτεγκτοι, καὶ πέρα παντὸς ἰόντες θράσους, πεπαρῳνήκασιν εἰς αὐτὸν τὰ πάντων αἴσχιστα, καὶ δρῶντες εὐκόλως καὶ βουλευόμενοι προαλέστερον. Τοιγάρτοι καὶ ἐκτετίκασι μὲν τῶν πλημμελημάτων τὰς δίκας. Κακοὶ γὰρ κακῶς ἀπολώλασι. Πλὴν οὐκ εἰς ἅπαν. Ἠλένηται γὰρ, καὶ σέσωσται τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν.