Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ε., Ἔτι περὶ τοῦ Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2-4
Not analysed yet
β. Ὅτι τοίνυν ταῦτα τοῦτον ἕξει τὸν τρόπον κατὰ καιροὺς, ὁ θεσπέσιος Ἰακὼβ ἐδιδάσκετο, Θεοῦ τὸ χρῆμα διαμορφοῦντος ἀστείως. Καὶ ὅπως, ἐρῶ, ἀνατιθεὶς δὲ ἀναγκαίως τὰ ἐξ ἱερῶν Γραμμάτων· ἔχει δὲ οὕτως· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβὼχ, καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ, ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σού ἐστιν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομα σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀπάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; Καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν αὐτὸν τὸ εἶδος τοῦ Θεοῦ. Αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ. Διεβίβασε τὸν Ἰαβὼχ, ἤτοι τὸν χειμάῤῥουν, ὁ θεσπέσιος Ἰακὼβ πάντα τὰ αὐτοῦ, καὶ αὐτὸς ἀπομεμένηκε μόνος. Εἶτα τὸ χρῆμα, πῶς οὐκ ἄξιον ἰδεῖν; Φέρε οὖν καταθρήσωμεν τὴν αἰτίαν. Κατ’ εὐθὺ γὰρ οὗτος ὁ λόγος ἡμῖν τῶν πνευματικῶν οἰχήσεται.