Ancient Greek · ~24 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τοῦ καθαρισμοῦ τῆς λέπρας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1.1
Not analysed yet
Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κατεκράτησεν τῶν ἐπὶ τῆς γῆς, διά τοι τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καὶ ἀχαλίνως ἑλέσθαι παθεῖν τὴν εἰς τὰ χείρονα ῥοπὴν, ποιήσας δὲ παρ’ οὐδὲν τῆς ἐπιεικείας τὴν δόξαν. Ὁ δὲ Θεὸς πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὰ γέγραπται, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισε τοῖς ἐπουρανίοις. Πεπλουτήκαμεν γὰρ ἐν Χριστῷ τὴν ἄνωθεν ἡμερότητα, καὶ τὴν ἀκλεᾶ καὶ παμμόχθηρον ἁμαρτίαν ἀπενιψάμεθα, κεκλημένοι διὰ τῆς πίστεως εἰς ἁγιασμόν. Καὶ πρός γε δὴ τούτοις καὶ τῆς εἰς αἰῶνας ζωῆς γεγονότες μέτοχοι, δεκτοί τε ἐσόμεθα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακεισόμεθα τῷ Θεῷ καὶ Πατρί. Καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος γράφων, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ. Ὅτι γὰρ, εἰ καὶ τετυράννηκεν ἡμῶν ἡ ἁμαρτία κατὰ καιροὺς, ἀλλ’ ἀπεκρουσάμεθα τὴν κηλίδα, διεσμήγμεθα τὸν ῥύπον κατελήξαμεν ἐν Χριστῷ τῶν ἀρχαίων ἀῤῥωστημάτων, ἱερὸς ἡμᾶς ἀναπείσει λόγος. Γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα, καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καὶ καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον. Καὶ προσάξει ὁ ἱερεὺς, καὶ σφάξουσι τῶν ὀρνιθίων τὸ ἓν, εἰς ἀγγεῖον ὀστράκινον, ἐφ’ ὕδατι ζῶντι. Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ ἀλαστὸν κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ, καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται. Καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον, καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ. Καὶ ξυρηθήσεται ἀπ’ αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρισθήσεται. Καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸν πώγωνα, καὶ τὰς ὀφρῦς, καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ἑαυτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐμφανὴς ἂν εἴη λόγος, κἂν εἰ μή τις ἕλοιτο διατρανοῦν, ἔχει δὲ οὐδὲν τὸ τελοῦν εἰς ὄνησιν, εἰ μὴ νοοῖτο πνευματικῶς. Οὐκοῦν φέρε λέγωμεν μεταπλάττοντες εὐφυῶς τὸ τοῦ γράμματος ἀδρανὲς εἰς τὸ τοῦ Χριστοῦ μυστήριον. Ὀλίγα δὲ ἄττα τῶν ἀναγκαίων εἰς διασάφησιν χρησίμως ἡμῖν προειρήσεται. Λέπρα γὰρ ἀβούλητον τὸ πάθος τοῖς τινων ἐπισυμβαίνει σώμασιν. Ἔστι δὲ ὄτι μάλιστα βόρον, καὶ κατευρήσεταί πως ἀεὶ πρὸς τὸ ἐντὸς μᾶλλον ἢ πρὶν τῶν ἐν οἷς ἂν γένοιτο καταδράττεσθαι μέρος. Δυσδιάφυκτον δὲ κομιδῇ τὸ ἀῤῥώστημα, καὶ ἰατρῶν μὲν ἐπιστήμης, ἤγουν τῆς ὑπό του τῶν ταῦτα σοφῶν ἐπικουρίας οὐκ ἀνεχόμενον, ἀποχωροῦν δὲ δὴ μόλις ὥσπερ ἀντεγειρομένης αὐτῷ τῆς φύσεως, καὶ τὸ βλάβος ἀποκρουομένης ἐπαμύνοντος τοῦ Θεοῦ. Πλὴν ὁ νόμος ὡς ἀκάθαρτον τὸν λεπρὸν ἀποπέμπεσθαι δεῖν ἔφη τῆς παρεμβολῆς. Εἴρηται γάρ που πρὸς τὸν ἱεροφάντην Μωσέα παρὰ τοῦ Θεοῦ προστάξαντος τοῖς υἱοῖς Ἰσραήλ· Καὶ ἀποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον τῇ ψυχῇ. Καὶ οὐ δή πού φαμεν ὅτι ταῖς τῶν σωμάτων ἀῤῥωστίαις ὁ νόμος ἐπιτιμᾷ. Κομιδῇ γὰρ εὔηθες τοὺς ἀβουλήτως ἠῤῥωστηκότας, καίτοι μᾶλλον ἐλεεῖσθαι δέον, προστεθεῖσθαι δὲ δίκας. Ἀλλ’ ἦν ἐν τύποις τὰ διὰ τοῦ πανσόφου Μωσέως ὠδίνοντα τὴν ἀλήθειαν. Λέπρα μὲν γὰρ νεκροῖ τὴν σάρκα, ἁμαρτία δὲ αὖ ψυχαῖς συμβαίνουσα, καὶ εἰς νοῦν εἴπερ ἴοι τὸν ἀνθρώπινον διὰ νεκρῶν ἔργων· τοῦτον ἀχρεῖόν τε εὐθὺς καὶ ἀπεψυγμένον ἀποτελεῖ. Ἔργα δὲ εἶναί φαμεν τὰ νεκρὰ τῆς σαρκὸς δηλονότι τὰ μυσαρὰ καὶ βέβηλα πάθη, καὶ τὸ φρονεῖν ἑλέσθαι τὰ ἐπὶ τῆς γῆς. Ταύτῃτοι καὶ ἐν ἀρχαῖς ἐλέγομεν, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν, ὁ Θεὸς καὶ Πατὴρ συνεζωοποίησε τῷ Χριστῷ. Οὐκοῦν διὰ πράγματος ἐμφανοῦς, εἰς ἐννοίας ἡμᾶς ὁ λόγος ἀποτορνεύει λεπτάς. Ἐκπέμπει γὰρ τῆς παρεμβολῆς τοὺς λελεπρωμένους· αἰνιγματωδῶς ὑποφαίνων ὅτι τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους, μονονουχὶ δὲ καὶ ποικίλοις πάθεσι κατεστιγμένον ἔχοντας νοῦν, καὶ πολὺ νοσοῦντας ὡς ἔν γε δὴ σφίσιν αὐτοῖς τὸ ἀκαλλὲς, ἀποχωρεῖν ἀνάγκη τῆς τῶν ἁγίων πληθύος, καὶ ἔξω που φέρεσθαι τῶν ἱερῶν καταλόγων. Συναγελασθήσεται γὰρ οὐδαμῶς τοῖς δικαίοις ὁ πονηρὸς, τοῖς βεβήλοις ὁ ῥυπῶν, οὔτε μὴν συνέσται τοῖς ἡγιασμένοις ὁ δυσαπόνιπτον ἔχων τῆς ἁμαρτίας τὸν μολυσμόν. Τίς γὰρ κοινωνία, φησὶ, φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ὅτι δὲ τοῖς ὀρθῶς ἐθέλουσι βιοῦν, ἀναγκαῖον εἰς ὄνησιν τὸ ἀποφοιτᾷν ἐπείγεσθαι πονηρῶν· αὐτὴ πάλιν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ ἀναπείσει. Ἔφη γάρ που ὁ Θεὸς τοῖς ἑαυτοῦ γνωρίμοις· Ἐξέλθετε, ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη τοῦ Κυρίου. Σκεύη δὲ Κυρίου νοηθεῖεν ἂν, αἱ πολυειδεῖς ἀρεταί. Ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος· Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ. Οὐκοῦν ὡς ἐν τύπῳ τῶν λεπρῶν, τὸν ἠῤῥωστηκότα τὴν ἁμαρτίαν καὶ μεμολυσμένον πληθύος τῆς τῶν ἁγίων ἀποσοβεῖ Θεός. Ἀλλ’ ἦν δή πού τινα καὶ σφόδρα εἰκὸς τῶν ἠῤῥωστηκότων ἀποκρούεσθαι, τὸ πάθος. Καταλήγομεν γὰρ ἐξ ἁμαρτιῶν ἔσθ’ ὅτε μεθιστάντες τὸν νοῦν ἐπὶ τὸ δρᾷν ἑλέσθαι καὶ φρονεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα. Τί οὖν ὁ νόμος; Ἆρα τοῖς ἐθέλουσι μετανοεῖν, οὐ καταδεικνύει τὴν ὀδόν; οὐκ ἀνοίγνυσι τῆς σωτηρίας τὴν πύλην; Μὴ τοῦτο ὑπολάβῃς. Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ Δεσπότης. Ἄκουε λέγοντος ἐναργῶς· Ἐπιστράφητε οἱ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Καὶ μὴν καὶ διὰ φωνῆς Ἰεζεχιήλ· Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ποία τοίνυν ἐστὶ τῆς σωτηρίας ἡ ὁδός; Τίς ὁ ἀπαλλάσσων τοὺς ἡμαρτηκότας τοῦ κολάζεσθαι δεῖν; Τίς ὁ λυτρούμενος καὶ ἀνασώζων εὐκόλως; Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ ἁγιάζων ἡμᾶς τῷ ἰδίῳ αἵματι.