Ancient Greek · ~28 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τοῦ καθαρισμοῦ τῆς λέπρας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1-3
Not analysed yet
β. Ἄθρει δέ μοι πάλιν ὡς ἐν σκιαῖς ἕτι τοῖς ἐν νόμῳ γεγραμμένοις, τὸ μυστήριον. Προσεκομίζετο γὰρ ὁ λεπρὸς ἔξω γεγονότι τῆς πύλης, τῷ κατὰ νόμον ἱερατεύοντι. Διανενευκότος δὲ ὥσπερ ἐπὶ τοῦ πάθους τὸ ἄμεινον, καὶ ὅτι παύσεται λοιπὸν, καὶ καταλήξει ὑπεμφαίνοντος, ἐπληροῦντο τὰ εἰς καθαρισμὸν, κατά γε τὸ νομοθέτῃ δοκοῦν. Ὀρνιθίων μὲν γὰρ καθαρῶν ἐλαμβάνετο δυάς· ξύλον δὲ κέδρινον καὶ κεκλωσμένον κόκκινον, ὡς ἐν εἴδει σπαρτίου, καὶ μὴν καὶ ὕσσωπον, πόας δὲ εἶδος καὶ τοῦτο. Εἶτα τὸ μὲν ἓν τῶν ὀρνιθίων ἐφ’ ὕδατι κατεσφάζετο, θάτερόν γε μὴν, ὁμοῦ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, βαπτισθὲν ἐν τῷ ὕδατι, καὶ μέν τοι τοῦ τεθνεῶτος αἵματι, πεπονθὸς οὐδὲν, ἀνεῖτο λοιπόν. Εἶτα τὸν ἠῤῥωστηκότα τὴν λέπραν, ἑπτάκις τῷ ὕδατι ἐπιῤῥαίνων ὁ ἱερεὺς, τῶν ἐκ νόμου κατηγορημάτων ἐλεύθερον ἀπετέλει. Προσεξυρᾶτο δὲ τὴν τρίχα, καὶ εἰσέθει λοιπὸν ἀνεγκλήτως εἰς τὴν παρεμβολὴν, καὶ εἰς τὸν ἴδιον οἶκον, ἡμέρας ἔξω μεμηνὼς ἑπτά. Οἱ γὰρ πάλαι τὴν τῆς ἁμαρτίας περιφέροντες νέκρωσιν, καὶ πολυειδεῖ παθῶν ἀγριότητι κατεσπιλωμένοι, καὶ λέπραν ὥσπερ ἠῤῥωστηκότες τὴν νοητήν· πεπλανήμεθα γὰρ τῇ κτίσει λατρεύσαντες, προσκεκομίσμεθα τῷ Θεῷ ἱερεῖ τῷ μεγάλῳ καὶ ὁσίῳ καὶ ἀκάκῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Προσκεκομίσμεθα δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις προσλαλῶν· Μὴ γογγύζεσθε κατ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Προσκομίζει γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἠῤῥωστηκότας ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ. Παραγέγονε γὰρ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἐὰν λοιπὸν τὸ ἄναλκί τε καὶ ἀδρανὲς εἴς γε τὸ χρῆναι πληροῦν τὰ Θεῷ θυμήρη παραιτούμενοι, φιλεργεστάτην ἔχωμεν τὴν καρδίαν, καὶ τῶν τῆς ἐπιεικείας ἔργων ἀπρὶξ ἡμμένοι, τὴν εὐκλεᾶ καὶ ἀξιοθαύμαστον ἐπιτηδεύσωμεν πολιτείαν, τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπιγινώσκοντες, οὕτω λέγωμεν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἐπιτήρει δὲ ὅπως ἔξω γεγονότι τῆς πύλης τῷ ἱερεῖ, καὶ ἀποτάτω τῆς παρεμβολῆς, ὁ τὴν λέπραν πεπονθὼς εἰσκομίζεται. Ἐξεῤῥιμμένοις γὰρ ὥσπερ ἡμῖν, καὶ πόλεως τῆς ἁγίας καὶ ἱερᾶς ἔξω που μεμενηκόσι, φημὶ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τὴν καθ’ ἡμᾶς ἔχων ὁμοίωσιν ἐπεφοίτησεν ὁ Χριστός. Ἐπισκεψάμενος δὲ, ἀπέφηνε καθαροὺς διὰ τοῦ ἁγίου βαπτίσματός τε καὶ τοῦ σώματος αὐτοῦ. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, καὶ σωτήριον ἡμῖν ἀνεδείχθη φάρμακον, τὸ καὶ αὐτὸν ὑπὲρ ἡμῶν ἀνασχέσθαι παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Τουτὶ γὰρ ἡμῖν ἐν τοῖς ἱεροῖς ἐσκιαγραφεῖτο Γράμμασιν. Δύο γὰρ ὀρνίθια καθαρὰ λαμβάνεται. Τύπος δὲ ἦν ἄρα καὶ τοῦτο Χριστοῦ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ. Ἀεροπετὲς γὰρ τὸ ὀρνίθιον. Καταβέβηκε δὲ πρὸς ἡμᾶς ἄνωθέν τε καὶ ἐξ οὐρανῶν ὁ Ἐμμανουήλ. Οὕτω γάρ πού φησιν· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ Θεοῦ. Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. Καθαρὰ δὲ τὰ ὀρνίθια. Καὶ γάρ ἐστιν ἀληθῶς καθαρὸς καὶ ἀβέβηλος ὁ Κύριος, οὐκ εἰδὼς ἁμαρτίαν. Καὶ οὔτι πού φαμεν, ὡς δύο νοοῦμεν Χριστοὺς, κἂν εἰ δύο λέγοιντο ὀρνίθια. Σοφὴν δὲ καὶ ἀναγκαίαν ὁ λόγος ἡμῖν εἰσκομίζει τὴν θεωρίαν. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, τὴν τῆς ἁγίας Παρθένου πεφόρηκε σάρκα, καὶ συντίθεται μὲν ὥσπερ ἐκ δυοῖν, φύσεως λέγω τῆς ἀνωτάτω καὶ ἀνθρωπότητος ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν. Πλὴν εἷς Κύριος Ἰησοῦς Χριστός. Θεωρεῖ δ’ οὖν ὁ λόγος τὴν ἐκ δυοῖν εἰς ἕν τι συνδρομήν. Δύο οὖν ταύτῃτοι τὰ ὀρνίθια σημαίνων πολυτρόπως δὴ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, δεῖν ἔφη παραλαμβάνεσθαι καὶ κέδρινον ξύλον· τύπος δ’ ἂν εἴη καὶ τόδε τῆς ἁγίας αὐτοῦ σαρκὸς, οὐκ ἀνεχομένης παθεῖν τὴν καταφθοράν. Ἄσηπτον γὰρ τὸ ξύλον. Ὕσσωπός γε μὴν εἶεν ἂν εἰς τύπον τοῦ ἁγίου Πνεύματος ζέων τὴν ἐνέργειαν, δι’ ἧς τῷ πνεύματι ζέοντες ἀποτελούμεθα τὴν ἐν σπλάγχνοις ἀκαθαρσίαν οἱονεί πως ἐκτετηγμένοι. Πόα γὰρ ἡ ὕσσωπος θερμή τε τῇ φύσει, καὶ διασμήχειν οἵα τε τὴν ἐν σπλάγχνοις συνηνεγμένην φλεγματώδη καὶ ψυχρὰν ἀκαθαρσίαν. Ἀπαλλάττει δὲ ἡμᾶς, ὡς ἔφην, τῇ τοῦ πνεύματος ἐνεργείᾳ Χριστὸς, τῶν εἰς νοῦν ἔσω κεκρυμμένων παθῶν. Εὖ δὲ δὴ λίαν ἐφ’ ὕδατι ζῶντι καὶ τὸ τῆς πόας εἶδος παραλαμβάνεται. Βεβαπτίσμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, κατὰ τὸ γεγραμμένον. Θερμὴ δὲ, ὡς ἔφην, ἡ πόα, καὶ τῆς τοῦ πνεύματος ἐνεργείας παραδεκτική. Τὸ δὲ κεκλωσμένον κόκκινον, αὐτὸ δὴ πάλιν ἐφ’ ἑαυτῷ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὑπεμφαίνει τρόπον. Πέπλεκται γὰρ ὥσπερ σαρκὶ καὶ αἵματι Θεὸς ὣν ὁ Λόγος. Ἐξεικονιεῖ δὲ ὁ κόκκος, αἷμά τε καὶ σάρκα. Τοιουτόχρωος γὰρ ὁρᾶται καὶ ἔσται. Σφάζεται τοίνυν τὸ ὀρνίθιον ἐφ’ ὕδατι ζῶντι ἐν ᾧ τὸ περιλειφθὲν, ὁμοῦ τοῖς ἄλλοις βαπτίζεται, καὶ λοιπὸν ἀνεῖται πεπονθὸς οὐδὲν, καθάπερ ἤδη προεῖπον. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· ἀλλ’ ἦν ὁ αὐτὸς καὶ ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον. Ἐθανατώθη μὲν γὰρ σαρκὶ, κατὰ τὸ γεγραμμένον, ἐζωοποιήθη δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ ἀπειθήσασί ποτε πνεύμασιν πορευθεὶς ἐκήρυξεν. Ἧ μὲν γὰρ νοεῖται καὶ γέγονεν ἄνθρωπος, ὑπέστη τὸν θάνατον· ᾗ δέ ἐστιν ἀληθῶς ζωή τε καὶ ἐκ ζωῆς, θανάτου κρείττων ἐφαίνετο. Οὐκοῦν εἰς τὸν τοῦ τεθνεῶτος θάνατον, τὸ ὀρνίθιον τὸ ζῶν ἐβαπτίζετο. Τοῦ νόμου κατασημαίνοντος αἰνιγματωδῶς, ὅτι καί τοι κατὰ φύσιν ζωὴ καὶ ἐκ ζωῆς ὑπάρχων ὁ Λόγος, τῆς ἰδίας σαρκὸς οἰκειοῦται τὸν θάνατον. Οὐ γὰρ ἦν ἀλλοτρία αὐτοῦ ἡ ἀναληφθεῖσα σὰρξ, ἀλλ’ ἰδία αὐτοῦ. Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς ἑπτάκις τῷ ὕδατι τῶν ἐκ τοῦ λεπροῦσθαι λοιπὸν αἰτιαμάτων ἀπηλλάττετο. Καθαροὺς δὲ, ὡς ἔφην, καὶ ἡμᾶς ἀποφαίνει Χριστὸς, διὰ τοῦ ἁγίου βαπτίσματος ἡμᾶς ἁγιάζων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπτάκις. Οὕτω τε συνεὶς ὁ μακάριος ἔφη Παῦλος· Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οὐκοῦν τὸ ἀμφιλαφὲς τῆς χάριτος καὶ τὸ οἱονεί πως τελείως ἔχον εἰς ἀποκάθαρσιν, διὰ τοῦ ἑπτάκις σημαίνεται. Κατεῤῥαμμένος δὲ ὁ λεπρὸς, ἐξύρετο τὴν τρίχα. Κεκαθαρμένοι γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος, οἱονεὶ καὶ τὰ σαρκὸς βλαστήματα, τουτέστι, τὰς ἐν ἡμῖν καὶ ἐμφύτους ἡδονὰς ὡς ἐν εἴδει τριχῶν νοουμένας ὁμοῦ τοῖς ἑτέροις πταίσμασιν ἀποτιθέμεθα, καὶ τοῦτο ἡμῖν ἐνεργοῦντος Χριστοῦ. Λόγος γάρ ἐστιν αὐτὸς ζῶν τε καὶ ἐναργὴς καὶ τομώτατος ἀποκείρων ἁμαρτίας, καὶ τῆς ἐκ παθῶν ἀκαθαρσίας ἀπαλλάττων τὸν νοῦν. Ἐξυρημένος δὴ οὖν ὁ λεπρὸς, εἰσέλθει λοιπὸν εἰς τὴν παρεμβολήν· οὔπω γε μὴν καὶ εἰς τὸν ἴδιον οἶκον. Κεκαθαρμένοι γὰρ, ὡς ἔφην, συναπτόμεθα τοῖς ἁγίοις, συνδιαιτώμεθα λοιπὸν τῷ ὁσίῳ καὶ ἱερῷ γένει· εἴσιμέν τε οὕτω καὶ ἐν οἴκῳ Θεοῦ, πλὴν οὔπω εἰς τὰς ἄνω μονάς. Τετήρηται γὰρ εἰς αἰῶνα τὸν μέλλοντα τοῖς ἁγίοις τὸ δῶρον. Ταύτῃτοι καὶ εἰσελάσει εἰς τὴν παρεμβολὴν ὁ κεκαθαρμένος, ἑπτὰ διατρίψας ἡμέρας, καὶ εἰς τὸν ἴδιον οἶκον εἰσέλθει λοιπόν. Μετὰ γάρ τοι τὸν αἰῶνα τὸν ἐνεστηκότα τὴν διὰ Χριστοῦ κάθαρσιν ἔχοντες, καὶ ἐν ταῖς ἄνω μοναῖς καταλύσομεν· ἕκαστός τε τῶν ἡγιασμένων, καθάπερ εἰς ἴδιον οἶκον τὸν ἐκνεμηθησόμενον αὐτῷ καταλύσει κλῆρον. Οὐ καταλύσει γὰρ παραυτίκα τοῖς πεπιστευκόσι τὰ γέρα· ἀλλ’ ἐπ’ ἐλπίσι μὲν ἀγαθαῖς ἡ κλῆσις, καὶ ὁ τοῦ πνεύματος ἀῤῥαβών. Ἀναλάμψει δὲ ἡ χάρις κατὰ καιρὸν, καὶ τῆς ἐλπίδος τὸ πέρας ἐν Χριστῷ, δι’ οὖ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.