Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ ἐκλογῆς τοῦ Ἰησοῦ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1.1-10
Not analysed yet
α. Ὀρθῶς δὴ σφόδρα συνεὶς ὁ σοφὸς Ἰωάννης, καὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς Μωσέως διακονίας τὸ μέτρον, προσπεφώνηκε λέγων, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἀλλ’ ἦν μὲν ὁ νόμος ἕτοιμος εἰς ὀργὴν, καὶ τοῖς παραβαίνουσιν εὐθὺς καὶ ἀμελητὶ πικρὰς ἐπετίθει δίκας· ἁπαξαπλῶς κατηγόρει τῆς φαυλότητος, καὶ τῆς ἁμαρτίας ἐποιεῖτο τὴν κατάῤῥησιν. Ἁμαρτία γὰρ, φησὶν, οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Καὶ πάλιν· Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Πλημμελημάτων δὲ ἡμᾶς ἀνίησιν ὁ Χριστός. Δικαιοῖ γὰρ ἐν χάριτι, καὶ ἁγιάζει τοὺς πεπιστευκότας, καὶ τῶν πάλαι τοῖς πατράσιν ἐπηγγελμένων εἰσκομίζει τὸ πέρας. Ὅτι δέ ἐστιν ἐπ’ ἀμφοῖν ἀληθῆ, σαφηνιεῖ πάλιν ὁ Παῦλος, ὡδὶ γεγραφώς· Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Γράμμα μὲν γὰρ ὀνομάζει τὴν ἐν νόμῳ σκιάν· πνεῦμα δὲ αὖ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν· ἣν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην κεκαινούργηκεν ὁ Χριστός. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄμεμπτος ἡ πρώτη, ταύτῃ τοι λοιπὸν ἀναγκαίως καὶ ὁ τῆς δευτέρας ἐζητήθη τόπος. Καὶ τὴν μὲν ἐπαλαίου Θεὸς, καινὴν ὑπισχνούμενος. Συνεσταλμένου δὲ ὥσπερ Μωσέως καὶ ἐκ μέσου λοιπὸν γεγονότος, ἀνέφυ τρόπον τινὰ, καὶ καθηγητὴς ἐφ’ ἡμῶν ἀνεδείχθη Χριστὸς, δι’ οὗ καὶ ἐν ᾧ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσκεκομισμένοι τὴν τοῖς ἀπεράντοις αἰῶσι συντρέχουσαν εὐημερίαν ἀποληψόμεθα, τὴν εὐαγῆ καὶ ὁσίαν, καὶ πάσης αἰτίας ἀπηλλαγμένην διαβιοῦντες ζωήν. Πεπαιδαγώγηκε καὶ πρὸς τοῦτο οὕτως ἡμᾶς διακεῖσθαι καὶ φρονεῖν αὐτὰ τὰ διὰ Μωσέως τοῖς πάλαι τεθεσπισμένα. Γέγραπται γὰρ ὡδί· Καὶ ἐκάλεσε Μωσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς τοῦ Ἰσραήλ· Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Καὶ ἔσται Κύριος ὁ συμπορευόμενός σοι μετὰ σοῦ. Οὐ μὴ ἀνήσει σε, οὐδὲ μὴν ἐγκαταλίπῃ σε. Μὴ φοβοῦ, μηδὲ δειλία. Μέλλοντος ἀπαίρειν πραγμάτων τοῦ παναρίστου Μωσέως καὶ εἰς τὰς ἄνω λοιπὸν μεθαρμόζεσθαι μονὰς, ἀντανίσταται τρόπον τινὰ καὶ διαδέχεται τὴν ἡγεμονίαν ὁ θεσπέσιος Ἰησοῦς. Καταλήγοντος γὰρ ὥσπερ τοῦ παλαιοῦ καὶ ἀρχαίου γράμματος καὶ τῆς ἐν νόμῳ λατρείας, καθάπερ ἤδη προεῖπον, μονονουχὶ καὶ συνεσταλμένης, καταπεφοίτηκε πρὸς ἡμᾶς ἐξ οὐρανῶν ὁ Μονογενὴς, καὶ ἐν εἴδει γέγονε τῷ καθ’ ἡμᾶς. Ὁ δὲ τῶν ὅλων κατεξουσιάζων Θεὸς ὡς ὁ πρεσβύτατον ἔχων τὸ ἐπὶ τόδε λαμπρὸν ἀξίωμα, σκήπτεται χρησίμως διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τὸ εἰς ἀρχὰς βασιλείας καλεῖσθαι δοκεῖν. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ· δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Εἴκοντα δὴ οὖν τῇ τοῦ Χριστοῦ δόξῃ Μωσέα, μηδεὶς εἰς μέσον ἀγέτω πάλιν· μὴ κρατείτωσαν οἱ τύποι, μήτε μὴν ἀναμοχλευέσθω πρός τινος ἡ σκιά. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἢ εἴπερ τις ἕλοιτο τοῦτο δρᾷν, ἴστω τὴν θείαν ἀτιμάζων οἰκονομίαν, καὶ τῷ Θεῷ δοκοῦν ἀποβιαζόμενος, καὶ τὸ σεπτὸν καὶ μέγα παραλύων μυστήριον. Ὁ γὰρ τύποις ἔτι προσκείμενος μετὰ τὴν ἀνάδειξιν Ἰησοῦ, καταλόγων μὲν τῶν ἱερῶν ὡς ἀπωτάτω κείσεται· ἀπόκληρος δὲ καὶ ἀμέτοχος παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων ἀποδειχθήσεται. Τοῦτό τοι παθόντας τῶν ἐν Γαλατίᾳ τινὰς ἐλέγχει σαφῶς ὁ θεσπέσιος γράφων Παῦλος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν; οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος. Τοῦτο μόνον ἐθέλω μαθεῖν ἀφ’ ὑμῶν. Ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Εἶτα τούτοις προσεπάγει πάλιν· Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε. Τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Πιστὸς μὲν γὰρ ἀληθῶς, καὶ τῶν ὅτι μάλιστα διαπρεπεστάτων, ὁ μέγας Μωσῆς. Ἀλλ’ ἦν οἰκέτης, καὶ τοῦτο αὐτοῦ μέτρον, μεσίτης καὶ διάκονος τοῦ κατακρίνοντος νόμου. Ἐπεδήμησε δὲ ὁ τούτου Δεσπότης, καὶ εἰσκεκόμικεν ἡμῖν τὴν δικαιοῦσαν χάριν. Ἠρεμείτω τοίνυν ὁ νόμος, ὁ τῆς ἁμαρτίας κατήγορος, ἡ τῆς κατακρίσεως διακονία, δι’ οὗ τὰ πάντα συνέκλεισεν εἰς ἁμαρτίαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, κατὰ τὸ γεγραμμένον.