Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ ἐκλογῆς τοῦ Ἰησοῦ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2-2
Not analysed yet
β. Ἀλλὰ τί πρὸς Ἰησοῦν ὁ μέγας ἔφη Μωσῆς; Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἢν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Ὅρα τοίνυν τοῦ νόμου τὴν προαγόρευσιν. Οὐκ ἠγνόησεν ὁ Μωσῆς τοῦ Σωτῆρος τὴν δόξαν, τὴν ἀσύγκριτον, ὑπεροχὴν τὴν κατὰ παντὸς ἁγίου, μᾶλλον δὲ ἁπάσης κτίσεως λογικῆς. Ἔγνω τὴν ἄμαχον χεῖρα, τὴν παναλκῆ καὶ ἀκαταγώνιστον ἐξουσίαν, μονονουχὶ δὲ καὶ κατατεθήπει βλέπων πίπτοντας ἐχθροὺς, ἀτονοῦντα θάνατον, φεύγοντα Σατανᾶν, καὶ τὸν ἀνίκητον πάλαι καὶ δυσκαταγώνιστον θῆρα περιδεῆ καὶ ἡττώμενον, ἐμφραττόμενον τῆς ἁμαρτίας τὸ στόμα, λεπροὺς ἐκκεκαθαρμένους, καταπεφρικότας δαίμονας, καὶ θάλασσαν ἀγριαίνουσαν, ἑνὶ κατευναζομένην ῥήματι. Οὐκ ἠγνόησεν ὅτι δεδικαίωκεν ὁ δι’ αὐτοῦ νόμος οὐδένα· καὶ γὰρ ἦν ἀμήχανον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν. Ἀπαλλάξει δὲ τὴν οἰκουμένην ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῶν ἀρχαίων αἰτιαμάτων, καὶ ἐπείπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια, καὶ ὁ κατὰ φύσιν ἅγιος, ἁγιάζει τοὺς πεπιστευκότας τῷ ἰδίῳ αἵματι, καὶ θανάτου μὲν καὶ φθορᾶς ἀμείνους ἀποφαίνει, εἰσκομιεῖ δὲ καὶ εἰς αὐτὴν τὴν τῶν οὐρανῶν βασιλείαν, τὴν ἀξιέραστον ἀληθῶς καὶ ἁγίαν γῆν τῆς ἄνω μονῆς, τὴν ἐν οὐρανῷ καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὅτι δὲ συναθλήσεται καὶ συνεργάσεται πρὸς πᾶν ὁτιοῦν ὁ Θεὸς καὶ Πατὴρ καθ’ ἡμᾶς γεγονότι τῷ Υἱῷ, καθίστησιν ἐναργὲς προστεθεικὼς Μωσῆς· Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδ’ οὐ μὴ ἐγκαταλίπῃ σε. Παναλκὴς μὲν οὖν ὁ Υἱὸς, καὶ ἄμαχον ἔχει τὴν ἐξουσίαν· ἐπείπερ ἐστὶ κατὰ φύσιν Θεός. Ἐπικουρεῖσθαι δὲ λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον· πρέποντος τοῦ λόγου καὶ αὐτοῦ δὲ τοῦ πράγματος τῷ τῆς δουλείας σχήματι, καὶ αὐτῷ δὲ τῷ τρόπῳ τῆς μετὰ σαρκὸς οἰκονομίας. Καὶ γοῦν ὁ Υἱὸς ἵνα πιστεύηται καθ’ ἡμᾶς γεγονὼς, καὶ τῷ ἀνθρώπῳ πρέπον ἀσθενὲς ὑποπλάττεται, λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.