Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Chapter 1
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1
Not analysed yet
β. Γεγένηται τοίνυν ἐξ Ἀδὰμ ὁ Σὴθ μετὰ τὴν Ἄβελ σφαγήν. Ἀπὸ δέ γε τοῦ Σὴθ ὁ Ἐνὼς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὅνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Κέκληται γὰρ παρὰ τοῖς τηνικάδε Θεὸς ὁ Ἐνώς. Ἐπειδὴ γὰρ ἐτεθήπεσαν τῆς ἐνούσης αὐτῷ δικαιοσύνης τὸ μέγεθος, Θεὸν ὠνόμαζον εὐθὺς, πρέπειν ὅτι μάλιστά γε τῇ τοῦ ἀνδρὸς ἀρετῇ τὴν ἐπωνυμίαν ἡγούμενοι. Ἀπὸ δὲ τοῦ Ἐνὼς, ἤτοι τοῦ ἐπίκλην Θεοῦ, γεγόνασιν ἕτεροι, μεθ’ οὓς καὶ Λάμεχ ὁ Νῶε πατὴρ, ὃς ἐπὶ τῇ τοῦ παιδὸς γενήσει, προφήτης εὐθὺς ἀναδείκνυται· καθάπερ ἀμέλει καὶ Ζαχαρίας ἐπὶ τῷ μακαρίῳ Βαπτιστῇ. Νῶε μὲν γὰρ ὁ Λάμεχ ὠνόμαζε τὸν υἱόν· ὅ ἐστιν ἀνάπαυσις, εἰ γλώσσῃ τῇ καθ’ ἡμᾶς ἡ λέξις διερμηνεύοιτο. Ἀποδιδοὺς δὲ ὥσπερ τὴν αἰτίαν τῆς τοιᾶσδε κλήσεως ὁ Λάμεχ, Οὗτος, φησὶ, διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐπὶ λαμπραῖς οὖν οὕτω καὶ λιπαρωτάταις ἐλπίσιν, ἡ Νῶε γένεσις προανεφωνεῖτο τοῖς πάλαι. Καὶ ἦν δέκατος ἐξ Ἀδὰμ διὰ Σὴθ γενεαλογούμενος, μέχρις αὐτοῦ διήκοντος, τοῦ διακεκλῆσθαι δεῖν, πρὸς ἁπάντων Θεοὺς, τοὺς ἐξ Ἐνὼς γεγονότας τοῦ ἐπίκλην Θεοῦ. Ἀλλ’ ἦν ὁ Νῶε, φησὶ, πεντακοσίων ἐτῶν, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ὁ μὲν Σὴμ τελειότης, ἤτοι φύτευμα μετονομάζοιτο ἂν ἐξ Ἑβραίων εἰς Ἑλλάδα φωνήν· θερμασία δὲ ὁ Χάμ· πλατυσμὸς δὲ ὁ Ἰάφεθ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· Ἐγένετο δὲ ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτοῦ ρκ ἔτη. Οἱ δὲ γίγαντες ἧσαν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ’ ἐκεῖνο· Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννησαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἐπειδὴ γὰρ εἰς πολλὴν ἤδη πληθὺν τὸ τῶν ἀνθρώπων ἐξετείνετο γένος, εἰς ἐπιθυμίαν ἐκτοπωτάτην γυναίων ἐκπεπτωκότες οἱ υἱοὶ, φησὶ, τοῦ Θεοῦ, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Οἴδαμεν οὖν ὅτι τῶν ἀντιγράφων τινὰ περιέχει σαφῶς· Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Εἶτα περιτρέπουσί τινες τῆς φιλοσαρκίας τὰ ἐγκλήματα, καὶ τῆς οὕτω μυσαρωτάτης ἐπιθυμίας ἀνάπτουσι τὰς αἰτίας ὠλισθηκόσιν ἀγγέλοις, οἳ τὴν ἰδίαν ἀρχὴν οὐ τετηρήκασι, κατὰ τὸ γεγραμμένον. Ἐγὼ δὲ ὅτι πᾶν ἀῤῥώστημα νοῦ πρέποι ἂν ἐκείνοις, φαίην ἂν καὶ συνθήσομαι· τὸ δέ γε τοῦ εἰκότος λογισμοῦ τὴν ἐπὶ τῷ πράγματι πίστιν ὡς ἀπωτάτω φέρεσθαι συγχωρεῖν, εἴη ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἀτοπωτάτων. Σκοπὸς γὰρ ἡμῖν τὴν ἐφ’ ἑκάστῳ τῶν γεγραμμένων ἀλήθειαν κατασκέπτεσθαι φιλεῖν, καὶ οὐχὶ δὴ πάντως τὰ τῆς τῶν δαιμόνων ἀγέλης ἐννοεῖν ἀῤῥωστήματα. Μάλιστα μὲν γὰρ ἀεὶ τὰς ἐπιθυμίας ἑπομένας ὁρῶμεν τοῖς ἐν ἡμῖν αὐτοῖς καὶ ἐμφύτοις κινήμασιν. Ἢ γὰρ τὰ σαρκὸς ἀγαπῶμεν πάθη, ἢ δι’ ὧν ἂν γένοιτο τὰ σαρκὸς, ταῦτα περὶ πλείστου ποιεῖν εἰθίσμεθα. Ἔξω δὲ νόμων τῶν φυσικῶν, οὐκ ἀποκομίζουσιν ἡμᾶς ἡδοναὶ, κατά γε τὸ αὐτῷ μοι καλῶς τε καὶ ἀληθῶς ἔχειν δοκοῦν. Οἷον φέρε εἰπεῖν, βρῶσίς τε καὶ πόσις, καὶ ἡ γυναίων τυχὸν ὁμιλία φυσικὴ, σαρκὸς ἂν εἶεν ἔργα τε καὶ πάθη. Πλούτου δὲ αὖ καὶ δόξης ἐπιθυμίαι, ταῖς τῆς σαρκὸς ὑπηρετοῦσιν ἡδοναῖς, καὶ σχεδὸν ἄπαντα διὰ τούτων ἔρχεται τὰ ἐν κόσμῳ πάθη, κατὰ τὸ λεχθὲν τῷ σοφῷ μαθητῇ, ὅτι πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου. Τῶν τοιούτων ἡμᾶς αἱ πικραὶ ἐπιθυμίαι καὶ δειναὶ, σαγηνεύουσιν εὐκόλως ἐπὶ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾷν τὰ τῆς σαρκός· τῶν γε μὴν ἔξω σώματος καὶ παρὰ φύσιν ἐρᾷν, οὐδεὶς ἀναπείσει λόγος. Εἶτα πῶς οὐκ ἂν γένοιτο μωρίας ἐγγὺς τὸ σαρκικῶν ἐρᾶσθαι λέγειν τὰ σαρκὸς ἀνωτέρω καὶ ἐξεστηκότα πνεύματα· ποίαν εἰς τοῦτο κίνησιν ἔχοντα φυσικὴν, ἢ ποίου νόμου κατερεθίζοντος, καθάπερ ἀμέλει, καὶ ἡμᾶς αὐτοὺς εἴς γε τὸ χρῆναι διψᾷν τὰ τοιάδε τῶν παθῶν, ἄλλως τε; Μὴ γὰρ δὴ τυχὸν τῆς ἐπὶ τούτοις αἰτίας ἀπαλλάττομεν τῶν δαιμονίων τὸ στίφος. Ἀνόσιον γὰρ καὶ βέβηλον, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετές. Καὶ νοσείτω μετὰ τῶν ἄλλων, εἰ δοκεῖ, καὶ τὰς παρὰ φύσιν ἡδονάς. Ἀλλ’ ὅταν ἡ θεία λέγει Γραφὴ, ὡς συνῄεσαν μὲν τοῖς γυναίοις, τὰ δὲ ἔτεκε τοὺς καλουμένους γίγαντας· τουτέστιν, ἐξαίσια τέρατα, πλὴν ἀνθρώπους λογικούς· τί δὴ ἄρα πρὸς τοῦτο διαλογίζεσθαι χρή; Οὐ γὰρ ἀπό γε πνευμάτων τῶν ἀπωτάτω σαρκὸς γένοιτ’ ἂν εἰς γύναιον ἀνθρώπου καταβολή. Εἰκαιομυθοῦσι δέ τινες, καὶ κατασοφίζονται τὸ χρῆμα, πιθανοῖς ὡς οἴονται λογισμοῖς τὸ ἀδύνατον ὑποκλέπτοντες· γεγονότα γὰρ ἐν ἀνδράσι τὰ πονηρά φασι δαιμόνια, δι’ αὐτῶν εἰργάζετο τὰς τῶν σπερμάτων καταβολάς. Ἀκαλλῆ δὲ σφόδρα καὶ ἀμαθίας ἔμπλεων τὸν λόγον αὐτοῖς εὑρήσομεν. Ὃ γὰρ οὐκ εἴρηκεν ἡ θεία Γραφὴ, τίνα δὴ τρόπον παραδεξόμεθα, καὶ ἐν τοῖς ἀληθῶς ἔχουσι καταλογιούμεθα; Οὐκοῦν ἀναγνωσόμεθα μᾶλλον· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Ἐμπεδοῖ δὲ μᾶλλον ἡμῖν ὀρθῶς ἔχουσαν τὴν τοιάνδε γραφὴν, καὶ ἡ παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν ἀπόδοσις. Ἀκύλας μὲν γάρ φησιν, Ἰδόντες δὲ οἱ υἱοὶ τῶν θεῶν τὰς θυγατέρας τῶν ἀνθρώπων. Σύμμαχος δὲ αὖ ἀντὶ τοῦ, υἱοὶ τῶν θεῶν, ἐκδέδωκεν οἱ υἱοὶ τῶν δυναστευόντων. Υἱοὺς δὲ θεῶν καὶ μὴν καὶ δυναστευόντων τοὺς ἀπό γε τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς ὠνόμαζον, διά τε τὴν ἐνοῦσαν αὐτοῖς ὁσιότητα καὶ φιλοθεΐαν, καὶ τὸ πάντων δύνασθαι καταθλεῖν τῶν ἀνθεστηκότων· ἐπαμύνοντός που κατὰ τὸ εἰκὸς τοῦ Θεοῦ, καὶ περιφανὲς ἀποφαίνοντος τὸ ἱερώτατόν τε καὶ ἅγιον γένος· ὅπερ ἦν ἄμικτον τῷ ἑτέρῳ, τουτέστι, τοῖς ἀπὸ Κάϊν καὶ μὴν καὶ Λάμεχ· ὃς δὴ καὶ κατ’ ἴχνος ἱὼν τοῦ πατρὸς, γέγονε φονευτής· ὡμολόγει γὰρ, Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ἔως μὲν οὗν τὸ ἱερὸν γένος αὐτὸ καθ’ ἑαυτὸ καὶ ἀμιγὲς τοῦ χείρονος διετέλει, τῆς εἰς Θεὸν εὐσεβείας τὸ κάλλος ἀκραιφνὲς ἔτι καὶ ἀπαραποίητον ἐναστράπτον ἐν αὐτοῖς ἦν, καὶ ἀξιαγάστους ἐτίθει. Ἐπειδὴ δὲ παρώλισθον εἰς φιλοσαρκίας, καὶ γυναίων ὥραις ἐκσεσοβημένοι πρὸς ἀπόστασιν ἦσαν, Ἔλαβον γὰρ, φησὶν, ἀπὸ πασῶν ὧν ἐξελέξαντο ἐκ τῶν θυγατέρων τῶν ἀνθρώπων· τουτέστι, τῶν ἀπὸ Κάϊν· καίτοι θεοὶ καὶ θεῶν υἱοὶ, καὶ δυναστευόντων ὀνομαζόμενοι, παρεκομίζοντο λοιπὸν πρὸς τὰ ἐκείνων ἔθη, καὶ εἰς αἰσχράν τε καὶ βέβηλον πολιτείαν καὶ ζωήν. Καὶ ἔτικτον μὲν αἱ γυναῖκες τέρατα. παραχαράττοντος Θεοῦ καὶ αὐτὰ λοιπὸν τῶν ἀνθρωπίνων σωμάτων τὰ κάλλη, διὰ τὸ ἀκρατὲς εἰς ὀρέξεις πορνικὰς τῶν τηνικάδε. Ἦσαν δὲ οἱ τικτόμενοι γίγαντες, τουτέστιν, ἄγριοί τε καὶ εὐσθενεῖς, καὶ πολὺ παθόντες τὸ εἰδεχθὲς, καὶ τοῖς τῶν σωμάτων μεγέθεσι πλεονεκτοῦντες τῶν ἄλλων. Ἰστέον δὲ ὅτι τοὺς ἄγαν εὐρωστάτους, γίγαντας ἀποκαλεῖν κατείθισταί πως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος. Καὶ γοῦν ἔφη περί τε Περσῶν καὶ Μήδων διὰ φωνῆς προφητῶν· Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. Προσκεισόμεθα δὲ οὐδαμῶς ταῖς Ἑλλήνων ψευδοεπίαις. Εἰώθασι γὰρ οἱ παρ’ αὐτοῖς λογάδες, ποιηταὶ δὲ μάλιστα, κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, τὰς τῶν πραγμάτων ἀφηγεῖσθαί τε καὶ διαπλάττειν φύσεις· αἴρειν τε ὑψοῦ τὰ μικρὰ καὶ κατεῤῥιμμένα, καὶ ταῖς ἅγαν ψευδομυθίαις κατασεμνύνειν οἴεσθαι δεῖν, κἂν εἰ πολὺ τοῦ πρέποντος ἐξοίχοιτο τὸ διήγημα. Ὧν ὁ μὲν τὴν Σικελίαν ὅλην ὑφ’ ἑνὸς τῶν γιγάντων ἀνεῤῥίφθαι φησὶ εἰς τὸν οὐρανὸν, ὁ δὲ καὶ ἔτι μεῖζόν τε καὶ ἀπηχέστερον ἐφ’ ἑτέρῳ ψεύδεται. Γεγόνασι μὲν γὰρ, ὡς ἔφην, δεινοὶ μὲν ἰδεῖν, ἄπλετοι δὲ εἰς ἀλκὴν σκληροὶ καὶ δυσάντητοι, καὶ ταῖς τῶν σωμάτων ὑπεροχαῖς, βραχὺ κατὰ τὸ εἰκὸς τῶν ἄλλων ὑπεραιρόμενοι, πλὴν οὐ, καθάπερ οἱ τὰ ἐπ’ αὐτοῖς μυθοπλαστεῖν εἰωθότες, καὶ αὐτῶν ἥπτοντο νεφῶν.