Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Chapter 1
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.3.1
Not analysed yet
γ. Μεμιγμένων τοιγαροῦν ἀλλήλοις τῶν γενῶν, καὶ πάντων ἀπονενευκότων εἰς ἀχάλινον ἁμαρτίαν· Εἶδε, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς, ἤτοι μετεμελήθη· καὶ καθ’ ἑτέραν δὲ ἔκδοσιν, τὴν Ἀκύλου φημὶ, Ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς· ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ τῶν ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς. Νῶε δὲ εὗρε χάριν ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Συνίης ὅτι κατὰ παντὸς ἀνθρώπου βούλεται τὴν ἀπάλειψιν. Ἐπειδὴ δὲ τοῖς τῆς εὐσεβείας τρόποις ὁ Νῶε κατεκαλλύνετο, δυσωπεῖται μόνον· καὶ οὐ συνδιόλλυσι τοῖς ἑτέροις αὐτὸν, ἀνασώζει δὲ πανοικί. Καὶ δή φησιν πρὸς αὐτόν· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθέν τε καὶ ἔξωθεν, τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν. Καὶ μεθ’ ἕτερα πάλιν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, φησὶν, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ, καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάσης σαρκὸς δύο δύο. Ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται ἀπὸ τῶν πετεινῶν πάντων κατὰ γένος· καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, κατὰ γένος αὐτῶν δύο δύο. Ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ μὲν τῶν καθαρῶν, ἑπτὰ ἑπτὰ συλλέξεις, φησί· δύο δὲ αὖ ἐκ τῶν ἀκαθάρτων. Τούτων τοιγαροῦν ἁπάντων ἐκπεπερασμένων, καθάπερ προσέταξεν ὁ τῶν ὅλων Θεὸς, κατεπνίγετο μὲν πᾶσα σάρξ· ὅλην ἐπικλυζόντων τὴν ὑπουράνιον ὑετῶν καὶ χαλάζης, καὶ ῥαγδαιοτάτης ὑδάτων καταφορᾶς τῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ἐπενήχετο δὲ ἡ κιβωτὸς φόρτον ἔχουσα δικαίων ψυχάς. Ἀλλὰ βραχὺ τῶν ὑδάτων ὑφιζηκότων, Ἐκάθισε, φησὶν, ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ· καὶ ἀνοίξας ὁ Νῶε τὴν θύραν τῆς κιβωτοῦ, πέμπει τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς· ὁ δὲ οὐχ ὑπέστρεψεν. Εἶτα μετ’ ἐκεῖνον ἠφίει περιστερὰν, καὶ οὐχ εὑροῦσα, φησὶν, ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἐκτείνας Νῶε τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Ἐξεπέμπετο δὲ καὶ δευτέρα μεθ’ ἡμέρας ἑπτὰ, καὶ ὑπενόστησε πρὸς ἑσπέραν, κάρφος ἐλαίας ἔχουσα ἐν τῷ στόματι αὐτῆς· καὶ τρίτην ἠφίει πάλιν μεθ’ ἡμέρας ἑπτὰ, ἡ δὲ οὐ προσέθετο, φησὶ, τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Συνῆκε δὲ οὕτω λοιπὸν ὡς κατεπόθη μὲν ἅπαν ἐκ τῆς γῆς τὸ ὕδωρ. Ὤφθη δὲ πάλιν ἡ ξηρὰ καὶ τὰ ἐν αὐτῇ. Ἐπειδὴ δὲ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, καὶ ἅπασι τοῖς συνειλεγμένοις ἐξέτορέ τε λοιπὸν καὶ τῶν ὑδάτων ἀπηλλαγμένην τὴν γῆν ἐθεάσατο, θυσιαστήριον εὐθὺς ἀνεδείματο· καὶ ὁλοκαυτοῦν ἐσπούδαζε τὰ καθαρὰ καὶ ἀβέβηλα τῶν κτηνῶν καὶ τῶν πετεινῶν· ἀνατιθεὶς, οἶμαί που, τὰ χαριστήρια τῷ διασώσαντι Θεῷ. Οὗ γεγονότος, Ὠσφράνθη, φησὶ, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ μὴ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διάνοια ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμὸς, ψύχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι. Καὶ πρὸς τούτοις, Ἔτι καὶ εὐλόγησε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα.