Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ὄτι συνέβη πεσεῖν αὐτὴν ἐξ ἀπειθείας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1-4
Not analysed yet
β. Λέπρα μὲν οὖν ἡ εἰς σῶμα γινομένη τὸ ἀνθρώπινον, πάθος ἐστὶν, ἰατρῶν μὲν τέχναις ἀποκρούεσθαι μὴ δυνάμενον, μόνῃ δὲ ὑπείκει μετὰ τῶν ἄλλων τῇ μεγάλῃ καὶ πανσθενεῖ δεξιᾷ, καὶ τῇ παντουργῷ δυνάμει τοῦ Θεοῦ νικώμενον. Ἐν δὲ τοῖς ἅπαξ παθοῦσι, φαίνεται καθ’ ἑτέραν ὄψιν ἤπερ ἦν ἐν ἀρχαῖς ἡ σάρξ. Ἑτεροχροιὰ γάρ τις ἐπισυμβαίνουσα τὴν φύσιν διαψεύδεται, μεθισταμένης εἰς τὸ παρὰ φύσιν, ὅσον εἰς τὴν θέαν τοῦ σώματος τοιαύτην τινὰ προσῆκεν ὑπολαμβάνειν, καὶ τῆς ἐν ἡμῖν προαιρέσεως τὴν μεταβολὴν, καὶ τὴν ἐκ τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω κατάστασιν. Πολλοὶ γὰρ πολλάκις ἐξ ἀγαθῆς τινος γνώμης εἰς τὴν αἰσχίω μεταχωρήσαντες, καὶ τὸ τῇ φύσει πρέπον ἐκβαίνοντες, πολυτρόπῳ φαυλότητι τὴν ἑαυτῶν ψυχὴν καταστίζουσιν, οἱονεὶ σώζοντες ἑκατέρου τὴν ὄψιν ἑαυτοῖς· οὔτε γὰρ πάντως εἰς παντελῆ τοῦ ἀγαθοῦ ζημίαν ἐκπίπτουσιν, οὔτε μὴν εἰς ὁλόκληρον φαυλότητά τε καὶ ἀτραπίαν ἐκτρέχουσι. Τῆς τοιαύτης τοιγαροῦν ἐν ἡμῖν γενομένης ἔσθ’ ὅτε καταστάσεως, καὶ τῶν ὅσα περὶ τὴν ἀνθρωπίνην ἕξιν τε καὶ προαίρεσιν γενέσθαι φιλεῖ, τὸν λελεπρωμένον εἰκόνα ποιεῖ πολλάκις ἡ θεία Γραφή· καὶ ὅτε μὲν τὸν ἑκάστου τρόπον, καθάπερ ἐν πίνακι καταδείκνυσι, πρόσωπον ἑνὸς αὐτοῦ λαμβάνουσα παρατίθησιν εἰς μέσον. Ὅτε δὲ καὶ κατάστασίν τινα τοιαύτην, ἢ ἔθνους, ἢ πόλεως, ἢ χώρας ὑπεμφαίνειν βούλεται, τότε τῆς οἰκίας παρεισάγουσα σχῆμα, διὰ τὸ εἶναι περιεκτικὸν τῶν οἰκούντων ἐν αὐτῇ, πληθυντικὴν ποιεῖται τὴν δήλωσιν. Νοήσεις τοίνυν οἰκίαν λελεπρωμένην ἀκούων, ὅλην εἰσάπαξ τὴν τῶν Ἰουδαίων Συναγωγὴν τοῖς ἰδίοις δηλονότι κατεφθαρμένην πάθεσι, καὶ τῶν μὲν θεόθεν αὐτῇ κεχρησμῳδημένων οὐ σφόδρα φροντίζουσαν, ἀποκλίνουσαν δέ πως εἰς τὸ καὶ δύνασθαι δρᾷν ἅπερ ἦν αὐτοῖς πρὸς ἡδονὴν μᾶλλον, ἢ ἅπερ ἔμελλον ἀποδείξειν ἀγαθήν. Ἀναγγεῖλαι δέ τι τῷ ἱερεῖ λέγων, ὥσπερ ἁφὴ λέπρας ὁρᾶται ἐν τῇ οἰκίᾳ, καὶ οὐδέ πού φαμεν κατηγορήσαντά τινα τῆς οἰκίας τῆς ἑαυτοῦ ἰέναι πρὸς τὸν ἱερέα τὸν νομοθέτην εἰπεῖν, ὥσπερ δὲ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Ἐπειδὴ δὲ λελεπρῶσθαι δεδώκαμεν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, φέρε τίς ὁ ἀναγγέλλων τὸ πάθος ἐστί; τίς δ’ αὖ πάλιν ὁ ἱερεὺς, ὡς ἔνι καλῶς θεωρήσωμεν. Περικείσθω δὴ οὖν τὸ τοῦ ἀναγγέλλοντος πρόσωπον, τῶν ἁγίων προφητῶν ὁ χορὸς, οἳ καὶ ἐξήγγειλον τῷ πάντων ἀρχιερεῖ καὶ προστάτῃ τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστῷ, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῆς Ἰουδαίων ἀπονοίας τὰ πάθη, καὶ τὴν τῶν τρόπων ἀνοσιότητα καὶ καταφθορὰν οὐ μίσει καὶ ἀπεχθείᾳ πρὸς ἐκείνους ποθὲν, ἀλλ’ αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην νικώμενοι, καὶ συνομολογοῦντες μὲν οὐκ ἀδακρυτὶ τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δ’ οὖν ὅμως παρακαλοῦντες αὐτήν. Καί μοι πάλιν εἰς τοῦτο δέχου τρόπον τινὰ τὴν Ἰουδαίων οἰμώζοντα λέπραν, καὶ ἐπ’ αὐτῇ λίαν καταδακνώμενον τὸν μακάριον προφήτην Ἱερεμίαν, δι’ ὧν οὕτω φησὶν προσευχόμενος· Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε. Ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματος, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Σοὶ ἡμάρτομεν. Ὑπομονὴ Ἰσραὴλ, Κύριε, καὶ σώσεις ἐν καιρῷ κακῶν. Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα; Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ μὴ δυνάμενος σώζειν; Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ’ ἡμᾶς, μὴ ἐπιλάθῃ. Καὶ πάλιν· Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Ἐν γὰρ τοῖς τοιούτοις θρηνήμασι τῶν προφητῶν, τὴν περὶ τοῦ λεπρῶσθαι τὸν Ἰσραὴλ παραγγελίαν παραδεξόμεθα. Προστάττει γε μὴν ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν Φοβερωτάτη μὲν γὰρ ἡ ἐπὶ τοῖς πλημμελήμασι τοῖς ἡμετέροις ἐπισκοπὴ τοῦ Θεοῦ γίνεται. Κολάζεσθαι δὲ ἀνάγκη τοὺς ἐνόχους ὅντας, οἷς ἂν ἤδη κακοῖς διὰ τοῦτο φιλάνθρωπος ὢν, παραγγέλλει καθαρισμοὺς ἀγαπᾷν καὶ τὴν ἐπισκήψασαν νόσον ἀποσκευάζεσθαι, φθάνειν τε οὕτω τὴν ἐκ τῆς ἐπισκέψεως δίκην, ὡς ἐν τῷ Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς. Ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; Πόνων δὲ διαλογισμοί τινες ἂν νοοῖντ’ ἂν εἰκότως, ἢ ἐκεῖνοι δὴ πάντως δι’ ὦν εἰς πόνους καὶ τὰς ἐπὶ ταῖς πλημμελείαις δίκας εἰσηλθόμεθα. Ὅρα τοίνυν ἐν τούτοις ἐπιτάττοντα τὸν ἱερέα προαποσκευάζεσθαι τὰς αἰτίας, ἐφ’ αἷς ἂν νοοῖτ’ ἄν τις εἰκότως ὑποπεσεῖσθαι ταῖς τιμωρίαις.