Ancient Greek · ~19 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ὄτι συνέβη πεσεῖν αὐτὴν ἐξ ἀπειθείας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1.1-2
Not analysed yet
α. Τῆς Ἰουδαίων Συναγωγῆς τὸ κατεσκληκὸς ἄγαν, καὶ μέν τοι τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου, φανερὸν ἐτίθει καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ, οὕτω λέγων, ὅτι Πᾶς ὁ οἶκος Ἰσραὴλ, φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. Τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ, ὡς τὸ σώζεσθαι παραιτουμένην, καὶ τὴν ἐνοῦσαν αὐτῇ σκαιότητα κατῃτιᾶτο, λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας· καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος. Ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἀνασώζειν αὐτὴν διὰ μυρίων ὅσων ἤθελε τρόπων. Οἱ δὲ πολλοὶ λίαν ἀπονενευκότες εἰς τὸ ἐξήνιον, καὶ φειδοῦς τῆς ἄνωθεν ἀλογήσαντες, δειναῖς καὶ ἀκατασκέπτοις ἀπεφέροντο τροπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Καὶ τοῦτο νομοθετήσας διὰ Μωσέως τὰ δι’ ὧν ἦν δύνασθαι παιδαγωγεῖσθαι καλῶς πρὸς εἴδησιν ἀρετῆς, καὶ τῆς ἀληθείας τὴν γνῶσιν ἀποκερδαίνειν εὖ μάλα, καὶ τὰς τῶν ἁγίων προφητῶν ἀναδείξεις κατὰ καιροὺς ἐποιεῖτο χρησίμως, ἵνα ἔχοιεν καὶ ἑτέρους τῶν καλλίστων εἰσηγητὰς, καταῤῥυθμίζειν εἰδότας εἰς εὐκλεᾶ πολιτείαν εἰς ἐννομωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Ἀλλὰ δέον ἀνάπτειν τὰ χαριστήρια τῷ τῶν ὅλων Θεῷ, καὶ προσίεσθαι μὲν ἀσμένως τοὺς παιδαγωγοὺς, τιμῆς δὲ πάσης αὐτοὺς ἀξιοῦν, μεταπλάττεσθαι δὲ ὥσπερ καὶ μάλα προθύμως πρὸς τὰ ἀμείνω, καὶ φωνῇ ἑλέσθαι τῇ πρεπωδεστέρᾳ· σκληροί τε καὶ ἄτεγκτοι καὶ τὰ ἕτι χείρω νοσοῦντες ἡλίσκοντο. Τοιγάρτοι καὶ διολώλασιν, καὶ ἐπ’ αὐτοῖς ὁ προφήτης Ἱερεμίας ὧδέ φησιν· Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ἀναστήσας αὐτόν. Ἄθρει δέ μοι τὸ χρῆμα πάλιν, καὶ διὰ τῶν Μωσέως γραμμάτων αἰνιγματωδῶς φωνούμενον. Ἔχει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κλήρῳ, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν. Καὶ ἥξει τινὸς αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· Ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ. Καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθεῖν τὸν ἱερέα ἰδεῖν τὴν ἁφὴν, καὶ οὐ μὴ ἀκάθαρτα γενέσθαι πάντα ὅσα ἐὰν ᾖ ἐν τῇ οἰκίᾳ. Καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν, καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν. Καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας ἢ πυριζούσας, καὶ ὄψις αὐτοῦ ταπεινοτέρα τῶν τοίχων. Καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας. Καὶ πάλιν ἥξει ὁ ἱερεὺς τῇ ἡμέρα τῇ ἑβδόμῃ, καὶ ὄψεται τὴν οἰκίαν· καὶ ἰδοὺ διεχύθη ἡ ἀφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, καὶ προστάξει ὁ ἱερεὺς, καὶ ἐξελοῦσι τοὺς λίθους ἐν οἷς ἐστιν ἡ ἀφή· καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον. Καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ, καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. Καὶ λήψονται λίθους ἑτέρους ἀπεξυσμένους, καὶ θήσουσιν ἀντὶ τῶν λίθων, καὶ χοῦν ἕτερον λήψονται, καὶ ἐξαλείψουσι τὴν οἰκίαν. Ἐὰν δὲ ἐπέλθῃ πάλιν ἡ ἁφὴ, καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξελεῖν τοὺς λίθους, καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι. Καὶ καθελοῦσι τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς, καὶ τοὺς λίθους αὐτῆς, καὶ πάντα τὸν χοῦν τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως, εἰς τόπον ἀκάθαρτον. Εἶτα τὸν ἐν αὐτῇ κοιμώμενον καὶ ἐσθίοντα καὶ ὅλως εἰσβαίνοντα προειρηκὼς ἀκάθαρτον, εἰσάγει πάλιν ἐπισκοποῦντα τὸν ἱερέα. Λέγει γάρ· Ἐὰν δὲ παραγενόμενος ὁ ἱερεὺς εἰσέλθῃ καὶ ἴδῃ, καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή. Καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια καθαρὰ ζῶντα, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ ὕσσωπον. Καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐν ὕδατι ζῶντι. Καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου ἐσφαγμένου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. Ὅλον ἡμῖν ἐν τούτοις ἀναφαίνεται σαφῶς τὸ περὶ τῆς Ἰουδαίων Συναγωγῆς μυστήριον, καὶ τὰ ἐξ ἀρχῆς μέχρι τέλους ἐπ’ αὐτῆς γεγονότα ἤδη, καὶ ἐσόμενα παρὰ Χριστοῦ. Καὶ φέρε δὴ πάλιν ὡς ἔνι λεπτῶς διεξιόντες ἕκαστα, καὶ τὴν ἐν τῷ γράμματι παχύτητα διαπτύσσοντες, τῆς ἐγκεχωσμένης αὐτῷ θεωρίας τὸ κάλλος ἀπογυμνοῦν σπουδάσωμεν.