Ancient Greek · ~28 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1-6
Not analysed yet
β. Κατειρήκασι τοίνυν τοῦ πανσόφου Μωσέως Ἀαρών τε καὶ Μαριὰμ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβε, καὶ εἶπαν· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; Δύο ταῦτα τῆς κατὰ Μωσέως φλυαρίας τὰ ἐγκλήματα, πρῶτον μὲν, ὅτι γυναῖκα, φημὶ, τὴν Αἰθιόπισσαν ἔλαβε· πρὸς δὲ τοῦτο δεύτερον, τὸ εἰπεῖν· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος, οὐχὶ καὶ ἡμῖν ἐλάλησεν; Ἐν μὲν γὰρ τῷ πρώτῳ παρανομίας ὑπομένει γραφήν· ἐν δὲ τῷ δευτέρῳ, τὸ μὴ ἐν μεγάλοις σφόδρα τεθεῖσθαι λέγεται, μήτε μὴν ἐξαίρετόν τινα παρὰ τοὺς ἄλλους ἐσχηκέναι τὴν χάριν, εἴ γε καὶ ἑτέροις ὁρᾶται λαλήσας Θεός. Ἐροῦμεν δὲ κατὰ τάξιν, τῷ πρώτῳ κατηγορήματι τὸν πρῶτον ἀπονέμοντες λόγον· οὕτω τε πάλιν ἐντεῦθεν τὰ ἐκ τῶν τύπων εἰς αὐτὸν ἤδη μεταληψόμεθα τὸν Χριστόν. Γυναῖκα μὲν τοίνυν ἠγάγετο καὶ πάλαι Μωσῆς, καὶ σύνοικον τὴν Μαδιανίτιδι ἐποιήσατο, τὴν Ἰοθὸρ θυγατέρα φημί· χρόνου δὲ παριππεύσαντος οὐ μικροῦ τὴν Αἰθιόπισσαν ἐπεγάμει, καὶ ἀλλογενῆ καὶ μέλαιναν. Καίτοι τοῦ νομοθέτου σαφῶς διαγγέλλοντος, μὴ χρῆναι τοῖς ἀλλογενέσιν ὅλως ἐπιμίσγεσθαι τοὺς υἱοὺς Ἰσραήλ. Οὕτως γὰρ γέγραπται· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Ἐπὶ τούτοις ὡς παρανομίας ὁ μέγας κρίνεται Μωσῆς, ὑπό τε τοῦ Ἀαρὼν καὶ τῆς Μαριὰμ, οὐ νενοηκότων, κατὰ τὸ εἰκὸς, καὶ δι’ αὐτοῦ πάλιν ὡς ἐν τύπῳ τὸ καλῶς οἰκονομηθὲν μυστήριον, ὅπερ ἤδη φανερὸν ὡς ἔνι καταστήσομεν, τὴν τοῦ πράγματος φύσιν εἰς αὐτὸν εὖ μάλα κατασκευάζοντες τὸν Χριστὸν, ᾧ καὶ νῦν τε Μωσέως περιθήσομεν πρόσωπον. Νομοθέτης γὰρ ὁ Χριστὸς, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὥσπερ οὖν ἦν ἀμέλει κἀκεῖνος. Ἐπεὶ καὶ οὗτος ἡμῖν κατεσήμαινε λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Εἰς δέ γε τὸ σχῆμα τῆς Ἰουδαίων ἱερωσύνης Ἀαρὼν ληφθήσεται, καὶ ἀναπληρώσει τῆς Συναγωγῆς τὸ πρόσωπον ἡ Μαριάμ. Κατηγόρευσαν τοίνυν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι, καὶ αὐτὴ δὲ μετ’ ἐκείνων ἡ Συναγωγὴ, τὴν τῶν θείων ἐνταλμάτων παράβασιν ἐγκαλοῦντες αὐτῷ, διά γε τοῦ λέγειν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Διεπρίοντο δὲ καὶ καθ’ ἕτερον τρόπον, ὅτι τὴν μέλαιναν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐμνηστεύετο, καὶ ἐπεγάμει τρόπον τινὰ τῇ πρώτῃ, τουτέστι τῇ Ἰσραηλίτιδι, ἥτις ἦν πάλιν ἡ Συναγωγή. Ὅτι δὲ διεπρίοντο καταλυομένων αὐτοῖς, τῶν ἐξ εἰκαίας ἐπιτηρήσεως ἐθῶν, ἣ καὶ τῶν ἐν τύποις λαληθέντων διὰ Μωσέως, οὐ χαλεπὸν συνιδεῖν τὸν ἅπαξ τοῖς εὐαγγελικοῖς ὁμιλοῦντα συγγράμμασιν. Ὅτι δὲ πάλιν ἐμνηστεύετο τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, μελαινομένην ἔτι διὰ τὸ ἐν γνώσει καὶ τρόποις σκοτεινόν· οὔπω γὰρ ἦν ἐν αὐτῇ τὸ φῶς τὸ ἀληθινὸν, τὸ καταλαμπρύνειν καὶ καταλευκαίνειν εἰδὸς, συλλέξαιτο μὲν ἄν τις καὶ λίαν εὐκόλως τὴν ἐκ προφητῶν ἀπόδειξιν. Πρεπωδέστερον δέ μοι φαίνεται διὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας ἐπιδεικνύειν αὐτό. Οὐκοῦν ἀλλογενέσι μὲν οὖσι τοῖς Σαμαρείταις ἐκήρυττε, καὶ ἀρχὴν ὥσπερ τινὰ καὶ θεμέλιον τῆς τῶν ἐθνῶν Ἐκκλησίας ἐν ἐκείνοις προκατεβάλλετο. Ὅτι δὲ ἦσαν ἀλλογενεῖς καὶ τῆς ἐξ Ἰσραὴλ ἀγέλης ἐξηυλισμένοι, κατίδοι τις ἂν κἀντεῦθεν ἀπονητί. Τοὺς γὰρ ἑαυτοῦ μαθητὰς καταγγέλλοντας ἐκπέμπων τῶν οὐρανῶν βασιλείας τὸ κήρυγμα· Μὴ ἀπέλθητε, φησὶν, εἰς ὁδὸν ἐθνῶν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα τοῦ οἴκου Ἰσραήλ. Ὁρᾷς ὅπως ἔξωθεν τέθεικεν ἐκείνους τῶν προβάτων τοῦ οἴκου Ἰσραήλ; Οὐκοῦν οὔπω μὲν τῶν τῆς ἰσραηλίτιδος ἀποφοιτήσας γάμων, τουτέστι τῆς Συναγωγῆς ἔτι δέ πως αὐτῇ δοκῶν συνοικεῖν, ἐπεμνηστεύετο τρόπον τινὰ, καὶ ἐπεγάμει τὴν μέλαιναν τὴν ἀλλογενῆ, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Διὰ τοῦτο καὶ πρὸς Ἰουδαίους διαλεγόμενος ἔφασκε· Καὶ ἄλλα πρόβατα ἔχω, ἂ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Δριμύτερον δέ πως καὶ ἐξελέγχων ὡς ἀπειθεῖς ὅτε διαῤῥήδην ἀπεπυνθάνοντο λέγοντες· Εἰ σὺ εἰ Χριστὸς, εἶπε ἡμῖν παῤῥησίᾳ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἂ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Ἀλλ’ οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ἴδια γὰρ ἤδη πρόβατα τοὺς ἐξ ἐθνῶν ἀπεκάλει. Ἐφ’ ᾧ καὶ λίαν οἱ Φαρισαῖοι διαπριόμενοί τε καὶ χαλεπαίνοντες, ὡς ἀγαπῶντι μὲν τοὺς ἀλλογενεῖς, παρ’ οὐδὲν δὲ τὸ θεῖον ποιουμένῳ, νόμον ἐπισκήπτοντες ἔφασκον· Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρείτης εἰ σὺ, καὶ δαιμόνιον ἔχεις; Εἰ μὴ γάρ φασι τὰ Σαμαρειτῶν, εἰ μὴ φιλέλλην ἦσθα καὶ φιλαλλογενὴς, οὐκ ἂν ὅλως ἀνεμίχθης τοῖς ἐξ ἐθνῶν. Καὶ εἰ μὴ τὸ ἐν Ἕλλησι δαιμόνιον ὑπῆρχεν ἐν σοί· δαιμονιῶντας γὰρ ἐκάλουν τοὺς εἰδωλολάτρας, διὰ τὸν ἐν αὐτοῖς ὅντα διάβολον, οὐκ ἂν ἐν τῷ μηδενὶ, φασὶν, ἐποιήσω λόγῳ τῶν νομικῶν ἐνταλμάτων τὴν παράβασιν. Καὶ ὅτι μάλιστα πλήρωσις μᾶλλόν ἐστι νόμου τὰ διὰ Χριστοῦ, καὶ οὐ παράβασις, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἦν γὰρ μόνου τοῦ γράμματος μετασκευὴ πρὸς ἀλήθειαν. Ὁ μὲν οὖν τῆς ἐπὶ τῇ μελαίνῃ κατηγορίας τρόπος ἐν τούτοις, καὶ ἡ τῆς ἐν Χριστῷ δυστροπίας εἰκὼν, ὡς ἐν τοῖς κατὰ Μωσέα ληφθήσεται, τὴν δὲ τούτῳ καὶ γείτονα καὶ ἀδελφὴν λοιδορίαν εἰσοίσομεν ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ ἀληθὲς μεταστοιχειοῦντες τῶν λεγομένων τὸν νοῦν. Οὐ γὰρ μόνῳ, φησὶ, τῷ Μωσεῖ λελάληκε Κύριος· ἀλλὰ καὶ ἡμῖν ἐλάλησεν. Ἐξ ἀλαζονείας ὁ λόγος, ἐκ διακένου φυσήματος ἡ φωνή. Χρῆναι γὰρ δή που φρονοῦντας ὀρθῶς μὴ πάντως εἰς ἴσον ἀναβαίνειν ἐπείγεσθαι μέτρον τῷ δικαίως ἀκούσαντι· Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ’ ἐμοί· ἀνατιθέναι μᾶλλον τὰ ἐφ’ οἷς τετίμηνται χαριστήρια, τὴν ἄνωθεν ὡρισμένην οὐχ ὑπερβαίνοντες τάξιν· οὔτε μὴν ἁρπάζοντας ἑαυτοῖς τὴν οὕτω δοθεῖσαν τιμήν. Ὅπερ ἂν νοοῖτο δικαίως τῆς ἐσχάτης ἀλαζονείας οὐκ ἀμοιροῦν. Ἀλλ’ ἐννόει πάλιν τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φανερὸν τοῖς Ἰουδαίοις καθιστῶντα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν αὐτῷ καὶ μόνῳ φυσικῶς ἐγνωσμένον σκοπὸν, καὶ λέγοντα· Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. Καὶ πάλιν· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με. Εἶτα πρὸς τοῦτο πάλιν ἀποθρασύνεται μελετῶντας τοὺς ἀνόμους Γραμματεῖς τε καὶ Φαρισαίους, καὶ ἐπὶ τῷ λαλῆσαι πρὸς τοὺς πατέρας αὐτῶν τὸν Θεὸν, οὐ μετρίως ἀπαυθαδειαζομένους, ταύτης ἕνεκα τῆς αἰτίας ἀπειθεῖν ᾑρημένους. Λέγουσι γάρ· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὁρᾷς οὖν ὅπως διὰ τοῦ λέγειν ἐξεπίστασθαι λαλῆσαι τὸν Θεὸν Μωσῇ, μονονουχὶ γὰρ τὸ ἀρχαῖον ἐκεῖνό φασι καὶ σκληροτέροις ῥήμασι· Μὴ Χριστῷ μόνῳ λελάληκεν ὁ Θεὸς καὶ Πατὴρ, καὶ οὐχὶ τοῖς ἡμετέροις πατράσιν; ἐν δὲ τῷ, φασὶ, τῷ Σινᾶ. Καὶ ἥκουσε Κύριος. Καὶ Ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Ἀλαζονείας ὡς ἔοικεν ἀφορμὴν τὴν Μωσέως ἐποιοῦντο πραότητα Μαριάμ τε καὶ Ἀαρών. Ἀλλ’ ἐπὶ τούτῳ καὶ δυσωποῦντος ἐκείνου χαλεπαίνει Θεὸς, καὶ αὐτόκλητος ἐπὶ τὸ δικαίως ἀγανακτεῖν κατὰ τῶν ἐξυβρίσαι τετολμηκότων ἔρχεται τὴν ἐπὶ τῷ γνησίῳ λειτουργῷ καταφρόνησιν, εἰς αὐτὸν οἰκειούμενος. Οὕτω νοήσεις καὶ ἐπὶ Χριστοῦ. Ἀπὸ μὲν γὰρ τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ φιλανθρωπίας προαλέστεροί πως εἰς καταφρόνησιν ἦσαν οἱ Φαρισαῖοι. Ἀλλ’ ἦν, ὡς ἔοικεν, ἀναμφισβητήτως ὁρᾷν, ὡς οὐ διαφεύξουσι τὴν ἄνωθεν κίνησιν. Ὡς γὰρ ὑβρισμένος ἐν Υἱῷ, δυσφορήσειν ἔμελλεν ὁ Θεὸς καὶ Πατήρ. Εἶχε γὰρ γνῶσιν ἀδιδάκτως, καὶ διὰ θεοπρεποῦς γνώσεως, τοὺς ἐκ τῆς τῶν Φαρισαίων ὑπεροψίας ἀποπτυσθέντας λόγους.