Ancient Greek · ~25 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.3.1-4
Not analysed yet
γ. Εἶτα τούτοις ἐφεξῆς· Καὶ εἶπε Κύριος παραχρῆμα, φησὶ, πρὸς Μωσῆν καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Ὑπεμφαίνει πάλιν ὁ λόγος, ὅτιπερ ἔσται κριτὴς ὁ Θεὸς τῶν καταλαλούντων τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ κατελεύσεται πάντως ἐκ δίκης εἰς ὀργὴν τοῖς διαλοιδορεῖσθαι τετολμηκόσι καὶ φιλονεικῆσαι πρὸς ἰσοτιμίαν αὐτῷ. Δι’ Υἱοῦ δὲ πάντως ἡ κρίσις, συνόντος δηλονότι ἀδιαστίκτως τοῦ τεκόντος αὐτῷ, κατὰ τό· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐπειδὴ δὲ τῷ τὰ δίκαια κρίνοντι παρεστῶτες ἐφαίνοντο Μαριάμ τε καὶ Ἀαρών· Ἀκούσατε, φησὶ, τῶν λόγων μου. Ἐὰν γένηται, φησὶ, προφήτης ὑμῖν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων. Καὶ τὴν δόξαν Κυρίου εἶδε. Μωσῆς τὸ ἐξαίρετον, ἐν θεοπτίαις παρὰ τοὺς ἄλλους διὰ τούτου τετήρηται, καὶ τὸ ἐξηλλαγμένως δύνασθαι τῶν θείων παρακροᾶσθαι λόγων, ἐπεμαρτυρήθη καλῶς. Τοῦτο δ’ ἂν ἴδοις ἀληθέστερον ἐπὶ Χριστῷ. Οὐ γὰρ ὥσπερ ἐν προφήταις ἐλάλησεν ὁ Θεὸς καὶ Πατὴρ, οὕτω καὶ ἐν Υἱῷ. Ἀλλ’ οἱ μὲν οὖν διὰ τοῦ Πνεύματος ἐχορηγοῦντο τὴν γνῶσιν ὧν ἔδει μαθεῖν. Ὁ δὲ οἶδεν οὐ διδακτῶς τὰ ἐν πνεύματι βουλεύματα, ὡς σοφία καὶ βουλὴ τοῦ γεννήσαντος. Καὶ οἱ μὲν μακάριοι προφῆται τὴν δι’ αἰνιγμάτων ἐδέχοντο θεωρίαν τῆς δόξης αὐτοῦ. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. Θεωρεῖται δὲ μόνῳ τῷ κατὰ φύσιν Υἱῷ. Καὶ οὕτως ἂν νοοῖτο θεοπρεπῶς. Καὶ τούτου μάρτυς αὐτὸς ἡμῖν Σωτὴρ γενήσεται, λέγων· Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Οὐκοῦν οὐκ εὐλόγως, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς Ἰουδαῖοι τὸ λαλῆσαι τοῖς πατράσιν αὐτῶν τὸν Θεὸν προϊσχόμενοι, παρ’ οὐδὲν ἐποιοῦντο λέγοντα τὸν Χριστὸν, ὅπερ ἤκουσε παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλεῖν. Τὰ μὲν γὰρ ἐν τῷ ὄρει τῷ Σινᾶ, σκιαὶ καὶ τύποι εἰσὶ καὶ αἰνίγματα, κεκρυμμένην τινὰ καὶ οὐ σφόδρα συμφανῆ τὴν τοῦ διαστελλομένου γνῶσιν ὠδίνοντα. Χριστὸς δὲ τῶν τοῦ Πατρὸς ῥημάτων αὐτήκοος ἦν, εἰ δέ τι πρέποι διὰ τὴν τοῦ νοήματος ἀπαραίτητον χρείαν, καὶ σωματικώτερον εἰπεῖν. Εἰσφέρει γε μὴν καὶ πολλὴν ὁ λόγος τὴν ἐπὶ Χριστῷ διαφορὰν, ὡς πρὸς ἅπαντας τοὺς ἐτέρους, Ἐν ὅλῳ γὰρ τῷ οἴκῳ μου πιστός ἐστιν. Ἢ οὐχὶ διὰ τούτου μερικὴν μέν τινα καὶ συμμεμετρημένην τὴν οἰκονομίαν ἐπιδεικνύει, τὴν διὰ νόμου καὶ προφητῶν; γενικὴν δὲ καὶ καθόλου τὴν διὰ Χριστοῦ; Ὁ μὲν γὰρ νόμος ἕνα τὸν ἐξ Ἰσραὴλ ἔσωζεν οἶκον· Χριστὸς δὲ οὐχ οὕτως, σύμπαντά τε τὸν κόσμον διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ δι’ αἵματος τοῦ ἰδίου ἀγοράζων, κατὰ τὸ γεγραμμένον, τῷ Θεῷ καὶ Πατρί. Διότι τοίνυν φησίν· Οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; Τοιοῦτο γάρ ἐστι τὸ διὰ τοῦ προφήτου πρὸς τοὺς ἀνοσίους Φαρισαίους καὶ πάλαι λαλούμενον διὰ τὰς ἐπὶ Χριστῷ φλυαρίας τε καὶ ἀθυρογλωττίας· Ὑμεῖς δὲ προσάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσετε τὴν γλῶσσαν ὑμῶν; Ὅλως γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας χαλάσαντες οἱ Φαρισαῖοι εὐτροχωτάτην τρόπον τινὰ τὴν δυσφημίαν ἐποιοῦντο τὰ Χριστοῦ, καὶ πρὸς ὑπέρογκον ἀλαζονείαν ἀναφυσσώμενοι, τοὺς ἐξ ἀπονοίας ἐρεύγονται λόγους. Οἷς καὶ λίαν ἐπαλγήσας ὁ Μελῳδός· Εἶπα, φησὶ, τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρεσθε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Παρηνόμουν γὰρ ὄντως ὃν ἥκιστα χρὴ δυσσεβῶς κατακρίνοντες, καὶ εἰς ὕψος τὸ κέρας ἐπαίροντες ἁλοῖεν ἂν, οὐ μόνῳ παραχωροῦντες Χριστῷ, τὸ εἰδέναι τὸ θέλημα τοῦ Πατρὸς, καὶ αὐτοὶ δὲ μᾶλλον ἐπίστασθαι τοῦτο διϊσχυριζόμενοι, διὰ τοῦ λέγειν, καθάπερ ἤδη προείρηται· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, ὡς καὶ ἀπειθεῖν διὰ τοῦτο σπουδάζειν. Καὶ ἀπέστη μὲν τῷ τηνικάδε τῆς τοῦ μαρτυρίου σκηνῆς ἡ νεφέλη. Λεπρῶσα δὲ παραχρῆμα ἐφαίνετο Μαριὰμ, καὶ οὐχ ἀπλῶς, ἀλλ’ ὡς χιών. Καὶ γὰρ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ τοῖς ἀνοσίοις τῶν Ἰουδαίων τολμήμασιν ἐπασχάλλουσα, καὶ διατεθεῖσα πικρῶς ἀνέπτη τρόπον τινὰ, καὶ ἀναπεφοίτηκε τῆς Συναγωγῆς, ἡ θεία τε καὶ ἀκήρατος φύσις, κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Καταβεβηκὼς γὰρ ὁ Κύριος ἐν στύλῳ νεφέλης ὡς νεφέλη πάλιν ἀποφοιτᾷ, κατὰ τὸν ἐν γράμματι τύπον. Ἐπειδὴ δὲ τῆς τῶν Ἰουδαίων Συναγωγῆς εἰκότως ἀπενοσφίζετο, ἀκάθαρτος ἀνεδείχθη παραχρῆμα· καὶ ἀκάθαρτος οὐχ ἁπλῶς, ἀλλ’ εἰς ἀκρότητα δραμοῦσα τοῦ πάθους. Τὸ γὰρ σφόδρα καταλευκαίνεσθαι τὸν λεπρωθέντα λέγειν, τῆς νόσου τὴν ἐπίτασιν ἔχει. Τί δ’ ἂν γένοιτο χιόνος τὸ λευκότερον; Ἦν γὰρ δὴ καὶ εἰκὸς, μᾶλλον δὲ ἀναγκαῖον, καὶ ἀναμφιβόλως ἔχον τὸ ἐν παντὶ γενέσθαι κακῷ τὴν τῶν Ἰουδαίων Συναγωγὴν τῆς τοῦ διασώζοντος ἀποπεσοῦσαν φροντίδος. Ὁ μὲν οὖν ἀτίθασσός τε καὶ φιλοσκώμμων τῶν ἀγελαίων ἐσμὸς, ἀκαθαρσίᾳ τε καὶ ἀτιμίᾳ κολάζεται, κατὰ τὸ ὑπὸ τῶν ἁγίων ὀρθῶς εἰρημένον πρὸς τὸν Θεόν· Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ γνώσωσιν ὅτι ὄνομά σοι, Κύριος. Συγκατηγορήσας δὲ τῇ Μαριὰμ οὐ συλλεπροῦται χρησίμως ὁ Ἀαρὼν, καίτοι τὴν ἴσην ἐποφλήσας τῷ κρίνοντι δίκην. Ἐπειδὴ γὰρ τίμιον καὶ μέγα παρὰ Θεῷ τῆς ἱερωσύνης τὸ χρῆμα, ταύτῃτοι τὸ ἐν λέπρᾳ φαίνεσθαι διαφυγὼν, λύπῃ μᾶλλον τῇ ὑπὲρ τῆς τοῦτο παθούσης ἐκολάζετο, κατὰ τὸ εἰρημένον παρὰ Θεοῦ· Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέλιπεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. Πρόσεισι δὲ λέγων τῷ πανσόφῳ Μωσῇ· Δέομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, διότι ἠγνοήκαμεν καθ’ οὗ ἡμάρτομεν. Οἱ γὰρ γένει μὲν ὄντες ἐξ Ἰσραὴλ, καὶ τῇ κατὰ σάρκα σχέσει τῆς Ἰουδαίων Συναγωγῆς οὐκ ὄντες ἀλλότριοι, μυστηρίων δὲ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποδεδειγμένοι ταμίαι, τὰ ὑπὲρ τῶν ἐξ ἀγνοίας ἡμαρτηκότων ἀναφέρειν ἔμελλον προσευχάς· καίτοι συμπταίσαντες ἐν ἀρχῇ. Μὴ συνεπιθέσθαι δὲ τῇ τοῦ Πατρὸς ὀργῇ παρακαλοῦσι Χριστὸν, ὅπερ ἐποίει λέγων ὁ Παῦλος· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. Ἀλλ’ ἦν τοῦτο λέγων, καὶ οἰκονόμος μυστηρίων Θεοῦ, καὶ ἱερουργὸς τοῦ θείου κηρύγματος· ὅπερ ἦν τότε καὶ ὁ Ἀαρών. Βοῶντος δὲ τοῦ Μωσέως ὑπὲρ τῆς λελεπρωμένης καὶ ἰάσασθαι παρακαλοῦντος αὐτὴν, ὑπερτίθεται τὸ συγγνῶναι Θεός· Ἀφορισθήτω, λέγων, ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται πάλιν.