Ancient Greek · ~36 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῶν κατασκεψαμένων τὴν γῆν τῆς ἐπαγγελίας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1-7
Not analysed yet
β. Ποῖος οὖν ἄρα λοιπὸν τῆς ἀληθοῦς καὶ πνευματικῆς θεωρίας ὁ τρόπος εἰπεῖν ἀναγκαῖον. Διὰ τῶν Μωσέως βιβλίων, ἤτοι τῶν ἐν αὐτοῖς ὡς ἐν τύποις ἔτι προαναπεπλασμένων τοῖς ἁγίοις ἀγαθῶν, ἤτοι τῆς γῆς τῆς ἁγίας τῆς τοῖς πατράσιν ἐπηγγελμένης ἐξεπέμπετο τρόπον τινὰ τῶν Ἰουδαίων ὁ νοῦς. Ἔστι γὰρ, ἔστιν ἰδεῖν ἐν τοῖς νομικοῖς συγγράμμασι κατεσκιασμένον τοῖς τύποις τὸ Χριστοῦ μυστήριον· καὶ τὸν δι’ αὐτοῦ ἐν πνεύματι ἁγιασμὸν, καὶ τὴν τοῖς ἁγίοις ἐπηγγελμένην ἐλπίδα. Τέθυται μὲν γὰρ ὁ ἀμνὸς ὁ ἐν Αἰγύπτῳ παρὰ τῶν ἐξ Ἰσραήλ· κατεχρίοντό τε τῷ αἵματι, καὶ κατείργηται ὁ ὀλοθρευτής. Ὅτι δὲ ἀτονήσει θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ τοὺς ἐν ἁγίῳ Πνεύματι κατακεχρισμένους παρελάσει λοιπὸν ἡ φθορὰ, προεπήγγειλεν ἡ σκιά. Ὅτι δὲ καὶ τῆς ἐν ἀρχαῖς δοθείσης εὐημερίας ἐπιδραξόμεθα, καὶ ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἀνακομισθήσεται πάλιν ὁ ἄνθρωπος, οὐδὲν ἧττον ἡμῖν ὑπεμφήνειεν ἂν ὁ νόμος. Ἑορτάζειν μὲν γὰρ προστέταχεν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, καὶ κάλυντρά τε φοινίκων λαβόντες εἰς χεῖρας, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου. Δέχεσθαι δὲ οὐχ ἁπλῶς προστέταχεν, ἀλλ’ ἐν πρώτῃ τε ἡμέρᾳ καὶ ἑβδόμῃ· κλητήν τε ἁγίαν τὴν πρώτην ὀνομάζει, καὶ μήν τοι καὶ τὴν ἑβδόμην. Ὑπεδήλου δὲ τὸ χρῆμα πλαγίως, ὅτι δέδοται μὲν ὁ παράδεισος ἐν πρώτῳ καιρῷ τῇ τοῦ γένους ἀρχῇ, φημὶ δὲ τῷ Ἀδάμ· δοθήσεται δὲ καὶ ἐν ἐσχάτῳ, τουτέστι, τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος· οὗ τύπος ἂν εἴη καὶ μάλα σαφὴς, ἡ τελευταία τῆς ἑβδόμης ἡμέρα. Ἁγία δὲ ἡ πρώτη, καὶ ἡ ἑβδόμη. Ἅγιος γὰρ ἡμῶν ὁ καιρὸς, καθ’ ὃν ἦν ἔτι τὴν δοθεῖσαν αὐτῷ φυλάττων ἐντολὴν ὁ πρωτοπάτωρ Ἀδάμ· ἅγιος δὲ πάλιν ὁ ἐν ἐσχάτοις. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ, τῶν ἐξ ἁμαρτίας ἐγκλημάτων ἀπηλλαγμένοι, καὶ μέτοχοι γεγονότες τοῦ ἁγίου Πνεύματος. Οὐκοῦν διὰ τύπου καὶ σκιᾶς μονονουχὶ προαποστέλλει Μωσῆς, ἤτοι τῶν νομικῶν γραμμάτων ἡ δύναμις, τοὺς εὐμαθεστέρους καὶ οἱονεί πως ἐξειλεγμένον ἔχοντας τὸν νοῦν, εἰς κατάσκεψιν ἀκριβῆ τῶν ἐπηγγελμένων παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τοῖς ἐθέλουσι τυχεῖν τῶν οὕτω σεπτῶν καὶ εὐκλεεστάτων ἀγαθῶν, οὐ πρὸς αἷμά τε καὶ σάρκα ἡ πάλη· πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, κατὰ τὸ γεγραμμένον· κατοκνοῦσι τὴν μάχην οἱ φρονοῦντες τὰ τῆς σαρκός· οἱ τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα τῆς εἰς αἰῶνα τρυφῆς προτετιμηκότες. Ἄθρει γὰρ ὅτι καὶ οἱ ἐξ Ἰσραὴλ, γυναίων τε πέρι καὶ τέκνων ἄνω τε καὶ κάτω λέγουσι ταῖς τῶν ἀπολέκτων φωναῖς εἰς τοσοῦτο δειλίας τε καὶ ἀθλιότητος κατενηνεγμένοι. Ἐννόει δὲ καὶ τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ταῖς τῶν Ἰουδαίων φωναῖς ζημιουμένους τὴν πίστιν. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς πιστεύουσιν ἐχαρίζετο. Πλὴν ἐκάλει πρὸς εὐτολμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. Καὶ ὅτι προσήκει τῆς τοῦ διαβόλου πλεονεξίας καταθλεῖν εὖ μάλα τοὺς ἐπ’ αὐτῷ πεποιθότας διεκελεύετο λέγων· Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἱ δὲ πιστεύειν οὐκ ἤθελον, τῆς εἰς Θεὸν ἀγάπης προτάττοντες τὰ σωματικά. Κεκλημένοι γὰρ εἰς τοὺς γάμους, ἤρξαντο, φησὶν, ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Καὶ ὁ μὲν ἔφασκεν· Ἀγρὸν ἠγόρασα· ὁ δέ· Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὁρᾷς ἀδελφότητα παθῶν; ὁρᾷς συγγένειαν νοσημάτων; Οὐκοῦν οἱ μὲν Γραμματεῖς τε καὶ Φαρισαῖοι καταγορεύουσι τρόπον τινὰ διὰ τοῦ μὴ βούλεσθαι βαδίζειν εἰς αὐτὴν, τῆς ἐπαγγελίας τοῦ Θεοῦ, μήτε μὴν ἑτέρους ἐᾷν. Τοιγάρτοι καὶ ἤκουον· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Αὐτοὶ οὐκ εἰσέλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Ἀπολώλασι γὰρ ταῖς τῶν ἡγουμένων φωναῖς οἱ ὑπὸ χεῖρα λαοί. Οὕτω που διὰ φωνῆς προφήτου φησὶν ὁ Θεὸς, ὅτι Οἱ ποιμένες ἠφρονήσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. Τοιγάρτοι καὶ ἡ πολλὴ τῶν Ἰουδαίων πληθὺς ἀπώλισθε μὲν τῆς ἐπαγγελίας, ἀμέτοχος δὲ τῆς διὰ Χριστοῦ χάριτος γέγονε. Πλὴν σέσωσται τὸ κατάλειμμα διὰ Χριστοῦ. Τύπος δ’ ἂν εἴη καὶ τοῦδε σαφὴς ὁ Χάλεβ υἱὸς Ἰεφονῆ, καὶ μέν τοι καὶ Ἰησοῦς· οἳ μυρία μὲν ὅσα προσεφώνουν τοῖς ἐξ Ἰσραὴλ, παραθήγοντες εἰς ἀνδρείαν, καλήν τε καὶ ἀξιόληπτον τὴν γῆν ὀνομάζοντες, καὶ ὅτι κρατήσουσι τῶν ἐθνῶν ἀνακεκραγότες· ἀλλὰ μικροῦ διολώλασι. Εἶπε γὰρ, φησὶ, πᾶσα ἡ συναγωγὴ, καταλιθοβολῆσαι αὐτούς. Πλὴν δὲ τέθεινται καὶ κληρονόμοι παρὰ Θεοῦ. Τίς οὖν ἄρα ἐστὶν ὁ Χάλεβ, σαφηνιεῖ τὸ ὄνομα. Διερμηνεύεται γὰρ, πᾶσα καρδία· Ἰεφονῆ δὲ πάλιν, ἡ ἐπιστροφή. Οὐκοῦν οἱ τελείαν ἔχοντες μετὰ Θεοῦ τὴν καρδίαν, υἱοὶ τῆς ἐπιστροφῆς σὺν τοῖς Ἰησοῦ. Εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν ἀπαρχῇ νοούμενοι τοῖς ἁγίοις ἀποστόλοις, οἳ κεκλήκασι τὸν Ἰσραήλ· καὶ ἐν αὐτοῖς ἂν νοοῖτο τὸ κατάλειμμα. Καὶ καλοῦντες κεκινδυνεύκασι. Πλὴν τῆς ἁγίας γῆς τέθεινται κληρονόμοι. Ὅτι γὰρ πᾶσαν ὥσπερ ἤτοι τελείαν ἐσχήκασι μετὰ Θεοῦ τὴν καρδίαν οἱ υἱοὶ τῆς ἐπιστροφῆς, τουτέστιν, οἱ ἐπιστρέψαντες ἐκ τῶν νομικῶν ἐνταλμάτων ἐπὶ τὴν διὰ πίστεως λατρείαν τε καὶ χάριν, ἀναμάθοι τις ἂν Παύλου γράφοντος ἐναργῶς· σκύβαλα μὲν ἡγοῖτο τὰ ἐν νόμῳ, καὶ καταλογίσαιτο ζημίαν διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Θεοῦ· καὶ ἵνα αὐτὸν κερδάνῃ, καὶ τὴν αὐτοῦ δικαίωσιν ἔχῃ. Ὅτι τοίνυν ἀπολισθήσει μὲν τῆς ἐπαγγελίας ὁ Ἰσραὴλ, ἀπολεῖται δὲ οὐκ εἰσάπαν, ἀλλ’ ὡς ἐν ὀλίγῃ μοίρᾳ σωθήσεται· τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ κατάλειμμα, συνήσεις εὖ μάλα, καθάπερ ἤδη προεῖπον· εἰσκομιζόμενον βλέπων ἐξ ἐπαγγελίας Θεοῦ τὸν Χάλεβ, συνεζευγμένου τρόπον τινὰ, καὶ παραθέοντος τοῦ σώζοντος· ἑρμηνεύεται γὰρ ὧδε Ἰησοῦς. Καὶ γοῦν ὁ θεσπέσιος ἄγγελος Γαβριὴλ αὐτὸς ἦν ὅτε τῇ ἁγίᾳ Παρθένῳ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς εὐηγγελίζετο τρόπον· Μὴ φοβοῦ, φησὶ, Μαριάμ· εὗρες γὰρ παρὰ Θεῷ χάριν. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Μόνον οὖν ἄρα τῆς Ἰουδαίων Συναγωγῆς τὸ κατάλειμμα κεκληρονόμηκε τὰς ἐπαγγελίας, καὶ εἰς γῆν εἰσέβη τὴν ἱεράν. Ὁ μὲν οὖν πολλοῦ γε καὶ δεῖ. Συνήλασε δὲ ὥσπερ αὐτῷ ὁ νέος τε καὶ ἐν πίστει λαός. Ὑπισχνεῖτο γὰρ ὁ τῶν ὅλων Θεὸς συνεισκομιεῖν τῷ Χάλεβ πᾶν παιδίον νέον. Τοῦτο καὶ ὁ θεῖος ἡμῖν Δαβὶδ ὑπεσήμαινε λέγων περὶ τῆς τῶν ἁγίων κληρονομίας· Γραφήτω αὐτὴ εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, ἀλλ’ εἰς γενεὰν ἑτέραν ὁ κλῆρος τετήρηται. Καὶ τίς ἡ ἑτέρα γενεά; Ὁ νέος, ὡς ἔφην, καὶ ἐν πίστει λαός. Ἐκτίσμεθα γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, ἀποδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Κτίσαι γὰρ λέγεται τοὺς δύο λαοὺς ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἐνὶ πνεύματι πρὸς τὸν Πατέρα. Οὐκοῦν εἰς τύπον ἂν εἶεν τοῦ νέου λαοῦ τὰ καὶ αὐτῷ τῷ Χάλεβ συνεισκομιζόμενα βρέφη. Οἷς καὶ ὁ θεσπέσιος μαθητὴς ἐπέστελλε λέγων· Ὡς ἀρτιγενῆ τὰ βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Ὅτι δὲ καὶ ὁ θεσπέσιος Παῦλος οὕτω συνεὶς τὰ ἐν νόμῳ, μεταπλάττει πρὸς ἀλήθειαν τὸν ἔν γε τοῖς γράμμασι τύπον, μαθήσῃ σαφῶς, ὡς δὴ γεγραφότος Ἑβραίοις, Ὅτι, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, οἷς ὤμοσα, καὶ οὐκ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἵνα δὲ καὶ ἡμεῖς τὴν ἐπάρατον ἀπιστίαν διωθούμενοι, καὶ ὡς ἀποτάτω τῆς ἑαυτῶν ἱέντες ψυχῆς, κληρονόμοι τῆς ἐπαγγελίας εὑρισκώμεθα, προσεφώνει πάλιν· Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐν ὑμῖν ἀπάτῃ τῆς ἁμαρτίας. Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίων κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνεσθε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐχὶ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως. Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσαν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διὰ τὴν ἀπείθειαν. Ὅτι γὰρ τὸ ἐξήνιον, καὶ τὸ μὴ τοῖς θείοις ὑπείκειν νεύμασι, προεξένησεν αὐτοῖς ἐπιτηδεύειν ἐθέλουσι τῆς ἐλπίδος τὴν ἀπεμπολήν· ὀνήσειε δ’ ἂν οὐ μετρίως τὸ ἔμπαλιν, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων· Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν ἀνάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι. Ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένος ἐν πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ οἱ πιστεύσαντες τῷ πάντων ἡμῶν Σωτῆρι καὶ Λυτρωτῇ· φημὶ δὲ τῷ Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.