Ancient Greek · ~27 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῶν κατασκεψαμένων τὴν γῆν τῆς ἐπαγγελίας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1.1-5
Not analysed yet
α. Ἐξαίρετος μὲν ὁ κλῆρος τοῖς ἀγαπᾷν ᾑρημένοις τὸν ὅλων βασιλέα Θεόν. Ἡτοίμασται δὲ αὐτοῖς τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἡ κτῆσις. Καὶ πιστώσεται λέγων ὁ μακάριος προφήτης Ἡσαΐας· Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Καὶ πάλιν· Καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς· καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ Πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Οὐκοῦν ἀληθὴς ἂν εἴη, καὶ ἐρηρεισμένη πάντη τε καὶ πάντως ἡ ὑπόσχεσις· οὐ γὰρ ἂν ἁμάρτῃ τἀληθοῦς, οὐδ’ ἂν διαψεύσαιτό ποτε τὸ τοῦ Θεοῦ στόμα· ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Μελῳδὸς οὕτω πού φησι· Κύριος μερὶς τῆς κληρονομίας μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν ἐμοί. Τίνες οὖν ἄρα οἱ θεραπεύοντες τὸν Κύριον, ἢ καὶ εἰς τίνας οὕτω λαμπρός τε καὶ ἀξιόληπτος καταντήσει κλῆρος; Οἱ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπουδακότες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀμελητὶ διᾴττειν εἰδότες, καὶ παντὸς ἐχθροῦ καταθλεῖν ἀοκνότατα προθέμενοι, καὶ οὐχ ὡς ἰδίαις δυνάμεσι, ἤγουν εὐτεχνίαις ἐπιθαρσήσαντες, ἀλλ’ ὅπλον ὥσπερ τι προϊσχόμενοι τὴν ἄνωθεν χάριν, προεστηκότα τε καὶ συνασπίζοντα τὸν τῶν ὅλων ἔχοντες Θεόν. Διατεθέντες γὰρ οὕτω, φασίν· Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Τοὺς μὲν ἀγαθοὺς καὶ εὐτολμοτάτους, καὶ εἰς τὸ χρῆναι πιστεύειν ἑτοιμοτέρους, ἐκπρεπεστάτους ἀποτελεῖ, πλουσίᾳ χειρὶ διανέμων τὰ ἀγαθά· τοὺς δέ γε τὰ πάντων αἴσχιστα νοσεῖν ᾑρημένους εἰς τὸ ἀπειθὲς, ἀποβουκολήσει πάντως τῶν ἀπολέκτων ἀγέλης, καὶ παντὸς ἀποσοβήσει πράγματος κατευφραίνειν εἰδότος. Ἐπιφωνήσει δὲ ὡς παρ’ ἑκάστῳ μάλιστα δικαίως· Αὕτη ἡ μερίς σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί. Τοιούτοις ὑποπεπτωκότας ἐγκλήμασι τοὺς τῶν Ἰουδαίων δήμους εὑρήσομεν. Τοιγάρτοι διωλισθήκασι τῆς ἐλπίδος, καὶ ἀπόκληροι μεμενήκασι καίτοι τῆς κληρονομίας οὔσης αὐτῶν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς αὐτῶν εἰσιν αἱ ἐπαγγελίαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἐπειδὴ δὲ ἠπειθήκασι τῷ καλοῦντι πρὸς αὐτὰς, ἀμέτοχοι μεμενήκασι, καὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· Γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Καὶ τοῦτο δὴ πάλιν ἐξ αὐτῶν ἡμῖν τῶν ἀρχαιοτέρων προανεφωνεῖτο Γραμμάτων. Ἔχει δὲ οὕτω· Καὶ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσορὼθ, καὶ παρενέβαλεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν· καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν καὶ δήμους πατρίων αὐτῶν ἐξαποστελεῖς αὐτούς· πάντα ἀρχηγὸν αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου, πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραήλ. Οὗτοι οἱ μὲν οὖν ἀπόλεκτοι τῶν φυλῶν ἄνδρες τὸν ἀριθμὸν δυοκαίδεκα τῆς ἄλλης πληθύος ἀπενοσφίζοντο. Καὶ δὴ ἀνῄεσαν εὖ μάλα κατασκεψόμενοι πότερόν ποτε πίων ἢ λεπτόγεως ἡ χώρα, εὔβοτός τε καὶ ἀγαθὴ, καὶ γονιμωτάτη, ἤγουν ξηρά τε καὶ ἄκαρπος· ἢ ξύλων τροφὸς ἡμέρων, ἢ καρπῶν ὡραίων λαχοῦσα γένεσιν, εἰ μὴ ἀμελέτητον ἔχει τὸ λήϊον δύνασθαι κομᾷν· καὶ πρὸς τούτοις ἔτι τίνες ἂν εἶεν οἱ κάτοικοι, πότερόν ποτε δεινοὶ πρὸς ἀλκὴν, καὶ καταγώνιστοι τὰ πολεμικὰ, καὶ οὐ τοῖς τυχοῦσιν εὐάντητοι, ἤγουν τοῖς ἀνδρίζεσθαι μεμελετηκόσιν εὐκόλως ἁλώσιμοι· ὅσαι δὲ δὴ αὖ καὶ τίνες αἱ πόλεις, ἆρα ψιλαὶ καὶ ἀτείχιστοι, ἤγουν ἄριστα πεπυργωμέναι. Προσετίθει δὲ ὁ Μωσῆς ὅτι καὶ αὐτῶν δεήσει τῶν καρπῶν ἀποδρεψαμένους οἱονεὶ πρὸς ἀπόδειξιν, ἐπανήκειν αὐτούς. Ἀναβεβηκότες δὴ οὖν ἀποφαίνειν ἠπείγοντο τὸ κεκελευσμένον. Ἐπιτηδείου δὲ ὄντος καιροῦ κατεσκέπτοντό τε τὴν γῆν, καὶ δὴ καὶ βότρυν ἐπαναθέμενοι, χρῆμά τι παράδοξον καὶ ἀσύνηθες, ἀληθὲς θαῦμά τε καὶ ἅμα παρῆσαν ἀζήμιοι, καὶ ἐπανῆκον ἐπὶ Μωσέα. Πλὴν ἐπεμερίζοντο ταῖς γνώμαις ἔτι. Αἰνεῖν μὲν γὰρ ἠξίουν, καὶ ἀπήγγελλον ἅπαντες, ὡς ἀγαθὴ καὶ πίων ἡ γῆ, καὶ τούτου μάρτυρα ἐπεκόμιζον τὸν ἐξ αὐτῆς ληφθέντα καρπόν· ἀλλ’ οἱ μὲν θρασὺ τὸ ἔθνος τὸ ἐπ’ αὐτῆς ὠνόμαζον εὐσθενές τε καὶ μαχιμώτατον, καὶ ταῖς τῶν πάντων ὑπεροψίαις ὀλίγα παραχωροῦν. Υἱοὺς γὰρ, φασὶ, γιγάντων ἑωράκαμεν ἐκεῖ· ὑψηλὸν δὲ οὕτω καὶ εὐμέγεθες, ὡς ἀκρίδων, οἶμαί που, διενεγκεῖν τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰ ταῖς ἐκείνων ὑπεροχαῖς συγκρίνοιντο. Χάλεβ δὲ καὶ Ἰησοῦς ἔφασκον ἐναργῶς, ὡς ἀγαθή τε καὶ πίων ἡ γῆ. Καὶ εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς αὐτήν. Περιέσονται δὲ ὅτι τῶν καθηκόντων, Θεοῦ προασπίζοντος, διεβεβαιοῦντο πάλιν. Ἐπειδὴ δὲ τῶν τοιούτων ἠκροῶντο λόγων οἱ ἐξ Ἰσραὴλ, ἡ πολλή τε καὶ ἀγελαία πληθὺς, εὐθὺς εἰς λήθην ὑπενεχθεῖσα Θεοῦ, καὶ τῶν ἐν Αἰγύπτῳ σημείων ἀμνημονήσασα, πολὺ τὸ δεῖμα νοσεῖ, ὀκνεῖ πρὸς τὴν μάχην, ἀπέφηνε τὴν ἀντίστασιν, ἐρᾷ δὲ οὐκέτι τῶν ἐπηγγελμένων· οὐ τὴν τοῦ βοηθοῦντος διενοεῖτο χεῖρα τὴν παναλκῆ τε καὶ ἄμαχον, κατοιμώζει δὲ μειρακιωδῶς, καὶ αὐτίκα δὲ μάλα, γυναίοις τε ὁμοῦ καὶ φιλτάτοις τῶν πολεμίων ξίφεσι δαπανηθήσεσθαι προσδοκᾷ. Καὶ δὴ καὶ φάναι τετολμήκασιν, ὡς ἦν ἀμείνων θητεία αὐτοῖς ἡ ἐν Αἰγύπτῳ, καὶ τὸ τῆς δουλείας ἄχθος εὐφορητότερον. Ὑπονοστῆσαί τε ὅτι δεήσει πρὸς Αἰγυπτίους δακρυῤῥοοῦντες ἔφασκον· παραθήγοντας πρὸς ἀνδρείαν τοὺς ἀμφὶ τὸν Ἰησοῦν καὶ Χάλεβ, καὶ χοῦν καταπαττομένους καταλιθοῦν ἐπεχείρουν. Ἡκόντων δὲ ἤδη πρὸς τοῦτο λοιπὸν ἀθλιότητος τῶν πραγμάτων, ὤφθη, φησὶ, δόξα Κυρίου ἐν νεφέλῃ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ διολλύναι μὲν ἅπαντας ἀμελητὶ διεσκέπτετο. Προσπίπτοντος δὲ καὶ ἐκλιπαροῦντος Μωσέως, κατανεύει μόλις. Εἶπε γὰρ φησὶ, Κύριος πρὸς Μωσῆν· Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου. Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν τὸ ὄνομά μου. Καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. Ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου, καὶ τὰ σημεῖα ἃ ἐγὼ ἐποίησα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς. Ἢ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ’ ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστι μετ’ ἐμοῦ ὧδε· ὅσοι οὐκ οἴδασιν ἀγαθὸν ἢ κακόν. Πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν. Πάντες δὲ οἱ παροξύναντές με, οὐκ ὄψονται αὐτήν· ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι· εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθον ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. Ἄθρει δὴ οὖν, ὅτι παγχάλεπα μὲν παρὰ Θεῷ τῆς ἀπειθείας τὰ ἐγκλήματα. Δύσοιστον δὲ τὴν ζημίαν ὑπομένειν ἀνάγκη τοὺς ὑπ’ αὐτὴν γεγονότας. Τοῦτό τοι παθόντα τὸν Ἰσραὴλ εὑρήσομεν, τοῖς ἀρχαιοτέροις Γράμμασι τὰ νέα συμβάλλοντες, καὶ συμβαίνουσαν ταῖς σκιαῖς ἀποφαίνοντες τὴν ἀλήθειαν. Προτρέπει μὲν γὰρ Μωσῆς ἰέναι κατασκεψομένους εὖ μάλα τῆς ἐπαγγελίας τὴν γῆν τοὺς ἐξηλεγμένους ἐκ πασῶν τῶν φυλῶν. Ἐπειδὴ δὲ ἧκον, καὶ ἤδη παρῆσαν, οἱ μὲν κατηγόρευον τὸν ἀριθμὸν ὄντες δέκα, καὶ ἁπάσῃ τῇ συναγωγῇ δειμάτων τε ὁμοῦ, καὶ θεομισοῦς ἀπιστίας γεγόνασι πρόξενοι, Οἱ δὲ δὴ λειπόμενοι δύο Χάλεβ τε ὁ τοῦ Ἰεφωνῆ, καὶ μέν τοι καὶ Ἰησοῦς προὔτρεπόν τε ἰέναι καταδῃώσαντες, καὶ αὐτὴν δὲ τὴν γῆν ἐπαινεῖν ἠξίουν, πίων ὅτι καὶ εὔκαρπος, καὶ μὴν καὶ ληΐων ἀριστότροφος ἐναργῶς ἀνακεκραγότες. Ἀλλ’ οἱ μὲν ἐξέπιπτον τῆς ἐπαγγελίας, οἱ δὲ οὐρανίᾳ ψήφῳ κληρονόμοι τῆς ἄνωθεν τέθεινται, καὶ τετίμηνται παρὰ Θεοῦ.