Ancient Greek · ~15 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς εἰς τὰ Ἄγια τῶν ἁγίων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.3.1-3
Not analysed yet
γ. Τί οὖν ἄρα τὸ δρώμενον ἦν; Δύο μὲν γὰρ παρεκομίζοντο χίμαροι καλοί τε καὶ ἰσομεγέθεις ἀλλήλοις, ἄμφω τε ἰσήλικες, ὁμόχροοί τε καὶ κατ’ οὐδένα τρόπον παθόντες τὴν ἐμπηρίαν· κλῆροι δὲ λοιπὸν ἐγράφοντο δύο, τὰ τῶν χιμάρων ὀνόματα, κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν εὖ μάλα κατασημαίνοντες. Εἷς μὲν γὰρ ὠνομάζετο Κύριος· ἕτερος δὲ Ἀποπομπαῖος. Ὡς οὖν, τῶν τράγων ὠνομασμένων, τοῦ μὲν ἑνὸς, Κυρίου, τοῦ δὲ ἑτέρου, Ἀποπομπαίου· διά τοι τὸ ἀποπέμπεσθαι· τοὔνομα γὰρ ἐντεῦθεν αὐτῷ, δαίμονα δὲ οὐχὶ τὸν Ἀποπομπαῖον, αὐτὸ δὲ τὸ ζῶον νοήσομεν εἰρῆσθαι. Καὶ ὁ μὲν Κύριος, τοῦτο γὰρ τῶν χιμάρων ἑνὶ ἦν ὄνομα, ὡς ἔφην, ἰσοπρεπῶς ἐσφάζετο. Ἡγίαζε δὲ τῷ αἵματι τὴν ἐσωτάτην σκηνὴν, καὶ μὴν καὶ αὐτὸ τὸ ἔξω τε καὶ τῶν καρπωμάτων θυσιαστήριον, ἐφ’ ᾧ καὶ τὰς κατὰ νόμον ἐτέλουν θυσίας. Ὅ γε μὴν ἕτερος, τουτέστιν, ὁ Ἀποπομπαῖος, εἰς τὴν ἄβατον ἐξεπέμπετο, κατηγορευκότος ἐπ’ αὐτῷ τοῦ Ἀαρὼν τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ. Σημαίνεται δὲ δι’ ἀμφοῖν ὁ Χριστός· ἀποθανὼν μὲν, ὡς ἄνθρωπος, καὶ τεθυμένος ὑπὲρ ἡμῶν, ὡς ἐν εἴδει τράγου. Ἐσφάζετο γὰρ εἰς ἄφεσιν ἁμαρτιῶν ὁ χίμαρος, ἁγιάζων δὲ τὴν Ἐκκλησίαν, ὡς ἐν τύπῳ νοουμένην τῆς ἐσωτάτης σκηνῆς· καὶ μὴν καὶ αὐτοὺς τοὺς ἐν νόμῳ. Ἡγιάζετο γὰρ, ὡς ἔφην, τῷ αἵματι τοῦ χιμάρου καὶ αὐτὸ τὸ κατὰ νόμον θυσιαστήριον. Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Οὐκοῦν ἐν νόμῳ τὸ τέλειον, οὐδ’ ἂν ἔχῃ τὸ ἁγιάζειν δύνασθαί τινας ἡ κατὰ νόμον λατρεία. Δεῖται γὰρ ἀναγκαίως ὡς τελειοῦν ἰσχύοντος, τοῦ Χριστοῦ, καὶ ἁγιάζοντος τῷ ἰδίῳ αἵματι τοὺς τὴν νομικὴν λατρείαν ἐπιτηδεύοντας. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἐκ περιτομῆς κεκλημένων, οὕτω πού φησιν· Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵν’ ἔχοιμεν δηλονότι τὴν παρ’ αὐτοῦ δικαίωσιν. Οὐκοῦν τέθυται μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ἀνεβίω δὲ αὖ, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀπεδήμησεν χώραν, τουτέστι, τὸν οὐρανὸν, ἀποβαστάζων ὥσπερ τὰς ἁμαρτίας ἡμῶν. Αὐτὸς γὰρ, πού φησιν, τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τοῦτο, οἶμαι, ἔστιν ὁ Ἀποπομπαῖος. Ἀπεπέμπετο μὲν γὰρ, ὥσπερ ἐκ τῶν καθ’ ἡμᾶς εἰς τὴν ἄνω πόλιν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ὑμῶν. Καὶ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων ὁ μακάριος Ἰωάννης· Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐὰν δέ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ ὅλου κόσμου. Ἀρεστὸν οὖν, ὅτι διεσμήγμεθα μὲν ἐν Χριστῷ, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Αὐτὸς δέ ἐστι παράκλητος ὑπὲρ ἡμῶν, καὶ εἰς τὴν ἀνθρώποις ἄβατον ἀναπεφοίτηκε χώραν, ἧς ἂν εἴη τύπος ἡ ἔρημος. Πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ αὐτὸς ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν, πρόσφατον καὶ ζῶσαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἀποπομπαῖος ἄρα Χριστὸς, ὡς ἐν εἴδει τράγου φέρων ἡμῶν τὰς ἁμαρτίας. Χίμαρος γὰρ, ὡς ἔφην, ὑπὲρ ἁμαρτιῶν ἐσφάζετο. Ἡ δὲ τῶν χιμάρων εἰς τὸ πᾶν ὁτιοῦν ἰσότης τε καὶ ὁμοίωσις τὸν αὐτὸν ὄντα παρέδειξεν αἰνιγματωδῶς. Ἐπειδὰν γὰρ οὐκ ἦν τὸν σφαγέντα χίμαρον ἀναβιῶναι πάλιν, ἔδοξε γὰρ τερατοποιΐα τις εἶναι τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Ἀφιλόκομπον δὲ τὸ Θεῖον ἀεὶ, καίτοι πάντα παραδόξως ἐνεργεῖν ἰσχύον. Ταύτῃτοι καὶ οἰκονομικῶς δύο παρελαμβάνοντο, τὴν πρὸς ἀλλήλους ἐμφέρειαν ἰσοπαλῆ τε καὶ ἀνεπίληπτον ἔχοντες. Καθάπερ ἀμέλει καὶ ἐπὶ καθαρισμοῦ τοῦ λεπροῦ, δύο πάλιν ὀρνίθια παρακομίζεσθαι δεῖν κεχρησμῴδηκεν ὁ νομοθέτης· ὧν τὸ μὲν ἐσφάζετο, θάτερον δὲ ἀνεῖται κατὰ τὴν ἔρημον. Διὰ μυρίων γὰρ ὅσων ἡμᾶς ἐναργεστάτων παραδειγμάτων ἐκπεπαίδευκεν ὁ νόμος τοῦ Χριστοῦ μυστήριον· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.