Ancient Greek · ~20 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς εἰς τὰ Ἄγια τῶν ἁγίων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1-5
Not analysed yet
β. Ταῦτα μὲν οὖν ἐν τύποις τεθεσπισμένα κατὰ καιρὸν, ὧδέ τε ἔχει, καὶ δὴ καὶ ἐπράττετο. Ἐπειδὴ δὲ παρῴχηκεν ἡ σκιὰ, καὶ ὁ τῆς διορθώσεως ἐνέστη καιρὸς, φέρε δὴ, φέρε λεπταῖς καὶ ἀστειοτάτοις ἐννοίαις χρώμενοι, τὸν τοῦ νόμου σκοπὸν ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον μεταπλάττωμεν. Εἰσῆλθε μὲν γὰρ εἰς τὰ Ἅγια τῶν ἁγίων ἐφ’ ἄπαξ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, αἰωνίαν λύτρωσιν εὑράμενος. Πλὴν ἐν αἵματι διαθήκης αἰωνίου, καὶ οὐ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος, ἀπαλείφων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τέθυται γὰρ οὐχ ὑπέρ γε τῆς ἑαυτοῦ ποθεν, ἀλλ’ ὑπὲρ τῆς ἡμῶν σωτηρίας. Ἑψόμεθα δὴ οὖν καὶ αὐταῖς εὖ μάλα ταῖς τοῦ νόμου σκιαῖς, Ἦν μὲν καὶ σφόδρα εἰκὸς, μᾶλλον δὲ καὶ ἀναγκαῖον, τὸν θεσπέσιον Ἀαρὼν ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων θυσίαν προσφέρειν. Οὐ γὰρ ἂν νοοῖτο γεγονὼς τοῦ πλημμελεῖν ἐν ἀμείνοσιν ἄνθρωπος ὤν. Χριστῷ δὲ οὐκέτι τὸ τοιοῦτον ἁρμόσει· πολλοῦ γε καὶ δεῖ. Καταπεπλούτηκεν γὰρ ἐν ἰδίᾳ φύσει τὸ ἀπλημμελὲς ὡς Θεός. Πλὴν ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ, καὶ αὐτῶν τῶν ἡγιασμένων ἡ κάθαρσις, ἱερέων τέ φημι, καὶ μὴν καὶ λαῶν. Θέα γὰρ ὅπως ὁ Ἀαρὼν τὴν ἐν Χριστῷ νοουμένην θυσίαν καὶ νοητὴν εὐοσμίαν ἐν τοῖς ὑπὲρ αὐτοῦ θύμασιν ὑποπλάττεται. Μόσχος γὰρ ἦν καὶ κριὸς εἰς ὁλοκαύτωσιν. Νοεῖται δὲ πάλιν ὡς ἕν γε τῷ μόσχῳ Χριστός. Ἀμφιλαφῆ γὰρ λίαν τὰ ὑπὲρ ἁγίων προσκομιζόμενα τῷ Θεῷ, καὶ πλούσιοι σφόδρα τῶν τοιούτων οἱ τρόποι. Ἱερὸν δὲ ζῶον, καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς θυσίαν ἐπιτηδείων, ὑπερκείμενον τὸ τοῦ μόσχου χρῆμα. Οὐκοῦν τῆς θυσίας τὸ τέλειον ὑπεμφήνοιεν ἂν ἡμῖν ὁ μόσχος. Κριὸς δὲ πάλιν εἰς ὁλοκαύτωσιν, γέγονε γὰρ εἰς ὀσμὴν εὐωδίας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῷ Θεῷ καὶ Πατρί· τὸ οἱονεὶ βδελυρόν τε καὶ κάκοσμον τῆς ἁμαρτίας τοῦ κόσμου παραλύων ἐν ἑαυτῷ. Ἐπιτήρει δὲ ὅπως προστεταγμένος ὁ Ἀαρὼν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν ποιεῖσθαι κατὰ καιροὺς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰς ὑπέρ γε τῶν ἰδίων ἀγνοημάτων θυσίας, οὐκ ἐν τῷ τῆς ἀρχιερωσύνης σχήματι ὁρᾶται κατ’ ἐκεῖνο καιροῦ, ἀλλὰ χιτῶνά φησι λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ λινῆν ζώνην ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται· τὰ ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ἐν ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ. Ἀλλ’ ἧν ἅπασιν ἱερουργοῖς σύνηθές τε τοῦτο καὶ κατὰ νόμον τὸ σχῆμα. Τίς ἂν οὖν γένοιτο καὶ τούτων ἡμῖν ὁ λόγος πιθανὸς, ὡς οἶμαι, μᾶλλον δὲ καὶ ἀληθής; Οὐ γὰρ ἦν ἀκόλουθον ὑπὲρ ἰδίων θύοντα πλημμελημάτων τὸν Ἀαρὼν, ἐν εἴδει φαίνεσθαι τοῦ Χριστοῦ, τοῦ μὴ εἰδότος τὴν ἁμαρτίαν. Στολισμὸς γὰρ ὁ μάλιστα πρέπων αὐτῷ, καὶ αὐτὸ τῆς ἀρχιερωσύνης τὸ σχῆμα, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τε ὁμοῦ καὶ ἱερωσύνης ἀνετύπου τὸ κάλλος. Ὅτι δέ ἐστιν ἀμήχανον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελάσαι δύνασθαί τινας, καὶ εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, μὴ οὐχὶ τῷ τῆς παλιγγενεσίας ὕδατι προκαθηγνισμένους, ἐδήλου σαφῶς ὁ νόμος, ὕδατι προστάσσων ἀπολούσασθαι τὸν Ἀαρὼν, εἰ μέλλοι ποιεῖσθαι τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομήν. Ἄνθρακας δὲ δεῖν ἀπ’ αὐτοῦ λαμβάνειν τοῦ θυσιαστηρίου προστέταχεν εἴσω τε ἀποκομίζειν, τουτέστιν, ἐσώτερον τοῦ καταπετάσματος. Ἐπιτάττει δὲ οὕτως αὐτοῖς πλήρη τὴν δράκα λεπτοῦ θυμιάματος ποιεῖν. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, καλύψει, φησὶν, ἡ ἀτμὴ τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων. Τύπος δὲ ἦν αὐτοῦ ὁ Χριστὸς, ὃς τέθυται μὲν ὡς μόσχος· ὁλοκαυτοῦταί γε μὴν, ὡς κριὸς, καὶ ὅλην ἐμπίπλησι τῆν ἁγίαν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν, τῆς νοητῆς εὐοσμίας ὡς καὶ λέξεται πρὸς ἠμῶν· Μύρον ἐκκενωθὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, καὶ εἵλκυσάν σε. Ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦμεν. Ἀλλὰ φέρε, τὸν λόγον ἀναβιβάζωμεν ἐν ἀρχαῖς. Ἥξει γὰρ οὕτως ἡμῶν κατ’ εὐθὺ τοῦ πρέποντος ἡ τῶν νοημάτων ἐφήγησις. Μόσχος μὲν οὖν καὶ κριὸς ὑπέρ γε τοῦ Ἀαρὼν, τὰ εἰς θυσίαν ἠγμένα· χίμαροι δὲ δύο παρὰ τοῦ λαοῦ, καὶ μὴν καὶ κριὸς ὁλοκαύτωμα. Γέγραπται γὰρ ὡδί· Κλῆροι δὲ τοῖς χιμάροις· εἷς μὲν τῷ Κυρίῳ, ἔτερός γε μὴν τῷ ἀποπομπαίῳ. Καὶ ποῖον ἂν εἴη τὸ ἐπ’ αὐτοῖς μυστήριον, εἰπεῖν ἀναγκαῖον. Τινὲς μὲν οὖν οἴονται τὸν ἕνα τῶν τράγων, ἀποπομπαίῳ τινὶ καὶ ἀκαθάρτῳ δαίμονι δεδόσθαι τε καὶ ἀνίεσθαι κατὰ τὴν ἔρημον, ἡμεῖς δὲ ταύτην τὴν δόξαν ἐκτόπου δεισιδαιμονίας μεμεστωμένην εἶναί φαμεν, καὶ τῶν εἰς Ἑλληνικὴν ἡκόντων πλάνησιν αἰτιαμάτων οὐκ ἀπαλλαξομένην. Μᾶλλον δέ· προσεποίσω γὰρ ὑποστολῆς δίχα, τὸ ἔτι μεῖζον, εἰς ἀνισότητα λογισμῶν τῆς εἰς Θεὸν ἁμαρτίας εἰσηγητὴν τὸν νόμον εὑρήσομεν, καίτοι τῆς πολυθέου πλάνης πολυτρόπως ἐξέλκοντα, καὶ τὸν ἕνα τε καὶ φύσει παραδεικνύντα τῶν ὅλων Κύριον, καὶ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγεῖν εἰωθότα. Φαίη γὰρ ἄν τις εὐθὺς τῶν ὀρθὰ φρονεῖν εἰωθότων· Ἀνθότου προστέταχεν ἀνεῖσθαί τε καὶ ἀπονέμεσθαι καθάπερ τινὰ θυσίαν πονηρᾷ καὶ ἀντικειμένῃ δυνάμει τὸν Θεὸν προσκεκομισμένον, φημὶ δὴ τὸν χίμαρον; Τί δὲ καὶ εὑρήσομεν τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότα τὸν Ἀαρὼν, ὅτε τὰς χεῖρας ἐπιτιθεὶς τῷ τράγῳ, κατηγόρευε τὰς ἁμαρτίας τῶν υἱῶν Ἰσραήλ; Ἆρα οὐκ ἂν νοοῖτο τῆς ἀνωτάτω λοιπὸν ἐμβροντησίας τὸ χρῆμα μεστὸν, καὶ δυσσεβείας Ἑλληνικῆς, καὶ λογισμῶν σκαιότητος οὐκ ἀπηλλαγμένον; Καὶ τίσιν ἢ πῶς ἀμφίλογον ἔτι τό γε οὕτω κατηῤῥωστηκὸς ἐναργῆ τὴν κατάῤῥησιν;