Ancient Greek · ~24 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Chapter 1
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.4.1
Not analysed yet
δ. Ἀφιγμένου δὲ ἤδη πρὸς τοῦτο ἡμῖν τοῦ λόγου, ὡς ἐν ἀφηγήσει λοιπὸν τῇ κατὰ τὸ γράμμα καὶ ἱστορικῶς, ἐνδεῖ, ὥς γε οἶμαι, παντελῶς οὐδέν. Φέρε δὴ οὖν κατ’ ἴχνος τῶν εἰρημένων τὴν ἔσω κεκρυμμένην διακομίζοντες θεωρίαν, τὸ Χριστοῦ μυστήριον διαπλάττωμεν, καὶ τῆς δι’ αὐτοῦ σωτηρίας εἰκόνα δεικνύωμεν Νῶέ τε αὐτὸν, καὶ τὴν ἐπὶ τῇ κιβωτῷ σοφὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. Γεγέννηται τοίνυν Νῶε διὰ Λάμεχ, οὐχὶ τοῦ προπεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ’ ἐξ ὁμωνύμου τοῦ διὰ Σήθ. Ἀνέφυ δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ Ἰσραὴλ, ἁγίου μὲν διὰ τοὺς πατέρας· ἐξ ὁμοτροποῦντος δὲ λαοῦ τοῦ Λάμεχ καὶ ὁμογνωμονοῦντος τῷ φονευτῇ· ὁμωνύμου τε ἤδη καθὸ φονευτῇ. Εἴρηται δέ που πρὸς Ἰουδαίους· Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Καὶ παρὰ Χριστοῦ· Καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ ἑνδέκατος μὲν ἐξ Ἀδὰμ ὁ Νῶε· Χριστὸς δὲ δὴ πάλιν ὡς ἐν ἐσχάτῳ τε καὶ ἑνδεκάτῳ καιρῷ γεγέννηται κατὰ σάρκα, καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας ἄρχεται. Τοῦτο δ’ ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως ἐρεῖς, ἀπό γε τῶν ἱερῶν Γραμμάτων ἀναπεπεισμένος. Ὁ γάρ τοι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ προσπεφώνηκέ τισιν· οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ ἐθνῶν, Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; Τῶν δὲ ἀναφανδὸν εἰρηκότων, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· κέκληκε γὰρ οὐδεὶς πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εἰς θεογνωσίαν τὰ ἔθνη· χρηστῶς καὶ φιλοικτιρμόνως, Ὑπάγετε καὶ ὑμεῖς, φησὶν, εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Καὶ ὁ διὰ Μωσέως νόμος τὴν τοῦ προβάτου σφαγὴν ἀναμέσον τῶν ἑσπερινῶν, πρὸς ἑσπέραν τε καὶ ὑπὸ λύχνους ἤδη τελεῖσθαι προστέταχεν. Οἱονεὶ γάρ πως ἐπ’ αὐταῖς ἤδη δυσμαῖς ἥκοντος τοῦ καιροῦ, μονονουχὶ δὲ καὶ συστελλομένου λοιπὸν τοῦ παρόντος αἰῶνος, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν ὑπὲρ πάντων ἀνέτλη σφαγὴν, ποινῆς καὶ δίκης ἐλευθερῶν, καὶ παντὸς τοῦ τοιοῦδε δείματος ἀπωτάτω τιθεὶς τοὺς πεπιστευκότας. Αὐτὸς γάρ ἐστιν ὁ κατὰ ἀλήθειαν Νῶε, τουτέστιν, ἡ δικαιοσύνη καὶ ἡ ἀνάπαυσις· ἑρμηνεύεται γὰρ ὧδε τὸ ὄνομα. Δεδικαιώμεθα γὰρ, κατὰ τὰς Γραφὰς, οὐκ ἐξ ἔργων δικαιοσύνης, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Γέγονε τοίνυν ἡμῖν τοῖς πεπιστευκόσι δικαιοσύνη Χριστὸς, καὶ μὴν καὶ ἀνάπαυσις, εἴπερ ἐστὶν ἀληθὲς. Ὡς μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὴν τοῦ προφήτου φωνήν. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, μακάριοι καὶ ἀξιοζήλωτοι Καὶ τί γάρ; οὐχὶ τῶν τοιῶνδε μετακεκλήμεθα, καὶ τῶν οὐρανίων χαρισμάτων κατατρυφῶμεν, καὶ καταπλουτοῦμεν τὴν μέθεξιν, καὶ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀποβαλόντες φορτίον, ἀνιέμεθα λοιπὸν εἰς εὐημερίαν πνευματικήν; Ἐκάλει γὰρ ἡμᾶς εἰς τοῦτο λέγων αὐτός· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὅτι γὰρ ἔμελλεν ἀναπαῦσαι ἡμᾶς ὁ Χριστὸς, καὶ ὁ ἀρχάγγελος Γαβριὴλ προανεφώνει τῇ ἁγίᾳ Παρθένῳ λέγων· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ μὴν καὶ οἱ θεσπέσιοι προφῆται τὴν δ’ αὐτοῦ γενησομένην ἀνάπαυσιν προαναφωνεῖν ἐσπούδαζον. Ὁ μὲν γὰρ ἔφασκε· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ. Ἡσαΐας δὲ αὖ μονονουχὶ καὶ ἐν ὄψει λοιπὸν ἐποιεῖτο λέγων· Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ὡς ὁ ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Γέγονε τοίνυν ἡμῖν δικαιοσύνη τε καὶ ἀνάπαυσις ὁ Χριστός· σέσωκε δὲ ἡμᾶς καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ταυτὶ γὰρ ἡμῖν ἐπὶ Νῶε προφητεύων ἔφασκεν ὁ Λάμεχ. Ἔστι δὲ οὐκ ἀμφίλογον ὅτι τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, λέλυται πάλιν ἐν Χριστῷ. Γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸ γεγραμμένον, τῆς ἀρχαίας ἀρᾶς ἀπαλλάττων τὴν γῆν. Δι’ αὐτοῦ γὰρ ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς ἀνακεφαλαιοῦσθαί φαμεν τὸν Πατέρα καὶ Θεόν· Καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴπερ ἐστὶ δεύτερος Ἀδὰμ δι’ ὑπακοῆς ἀνατρέπων τὸ τοῦ πρωτοπλάστου κατηγόρημα· φημὶ δὴ τὴν ἐν ἀρχαῖς παραίτησιν γεγενημένην παρακοήν. Ὧδε φρονεῖν ἐδόκει καὶ τῷ θεσπεσίῳ Παύλῳ. Γράφει γὰρ οὕτως· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται πολλοί. Γέγονε δὲ ὁ Χριστὸς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὥσπερ οὖν ἐπάρατος ἦν ἡ γῆ διὰ τὴν ἐν ἀρχαῖς παράβασιν ἐν Ἀδὰμ, οὕτω γέγονεν εὐλογημένη διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἐλυτρώσατο δὲ καὶ ἑτέρως ἡμᾶς ἀπὸ τῆς γῆς ἐπαράτου γεγενημένης. Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ, προσδοκῶμεν, καθὰ καὶ ὁ σοφὸς τοῦ Σωτῆρος εἴρηκε μαθητής. Ἐνεκαίνισε δὲ ἡμῖν καὶ τὴν εἰς τὰ ἄνω τε καὶ εἰς οὐρανοὺς ἀναφοίτησιν· καὶ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὴν ἁγίαν εἰσέφρησε γῆν· ἣν κληρονομήσειν ἔφασκε τοὺς πραεῖς, τουτέστι, τοὺς τοῖς εὐαγγελικοῖς μαθήμασιν εἰς πραότητα παιδαγωγουμένους. Εἴπερ ὁ μὲν νόμος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, τραῦμά τε ἀντὶ τραύματος, ἀντεπάγεσθαι δεῖν τοῖς ἀδικοῦσιν ἐκέλευσεν. Ἡμῖν δὲ Χριστὸς, Τῷ παίοντί σε, φησὶν, εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Νῶε τοίνυν γέγονεν ἑνδέκατος ἐξ Ἀδὰμ διά τε Σὴθ καὶ Ἐνὼς, Ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ, διὰ πλείστην ὁσιότητα καὶ θεοφιλῆ πολιτείαν. Γενεαλογεῖται δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τῶν ἁγίων εὐαγγελιστῶν ἐξ Ἀδὰμ, καὶ μέχρις αὐτοῦ τοῦ Ἰωσὴφ διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, ἁγίου, τοῦ τῆς γενεαλογίας ἥκοντος λόγου.