Ancient Greek · ~20 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ὄτι συνέβη πεσεῖν αὐτὴν ἐξ ἀπειθείας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.4.1-2
Not analysed yet
δ. Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ Σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καθαρισμόν. Δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά· ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ Θεὸν, εἰς δύο μὲν φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον. Λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας, ἐν σαρκὶ τῇ ἐκ γυναικὸς, πλὴν οὐ μεριζόμενος. Εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ διὰ τοῦτο ὡς δύο λαμβάνεται τὰ ὀρνίθια, καὶ νοεῖται πάλιν, ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ’ ἑαυτὸν ὁ Λόγος, καὶ ὁ ἐκ Παρθένου ναὸς τὸν ζῶντα Λόγον ἔχων ἐν ἑαυτῷ. Ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐκ ἀλλότριον φόρημα. Διάτοι τοῦτο εἷς Κύριος Ἰησοῦς Χριστός. Πρὸς δέ γε τοῖς ὀρνιθίοις, καὶ ξύλον κέδρινον λαμβάνειν κελεύει, ἵνα διὰ τούτου ἄφθαρτον εἶναι τὸ σῶμα νοήσῃς Χριστοῦ. Οὐ γὰρ οἶδε διαφθοράν· παραιτεῖται γὰρ ἡ κέδρος τὸ φθείρεσθαι. Διὰ δὲ τοῦ μὴ κατεφθάρθαι νοεῖν τὸ ἅγιον σῶμα Χριστοῦ, πιθανὸς δὴ λίαν ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος εἰσφέρεται. Τὸ δὲ κεκλωσμένον κόκκινον, τὴν ἐπὶ τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν ὁμολογίαν ὑποσημαίνει. Καὶ γοῦν εἴρηταί που περὶ τῆς Ἐκκλησίας ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· Ὡς σπαρτίον κόκκινον χείλη σου, ἀδελφή μου νύμφη. Ἐπειδὴ γὰρ ἀεὶ τῆς Ἐκκλησίας τὰ χείλη τὴν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ σωτηρίαν ἀνακηρύττει, καὶ ἐπ’ αὐτῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιεῖσθαι κελεύει τὸν προσερχόμενον, σπαρτίῳ κοκκίνῳ παρεικάζει καλῶς τὰ χείλη αὐτῆς· καὶ αὐτῆς δὲ τῆς μυστικῆς εὐλογίας ἡ μέθεξις καταγγελίαν ἔχει τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ τοῦ Χριστοῦ. Ἃ καὶ πρότερον ὁμολογεῖν ἀναπείθοντες τοὺς πιστεύοντας, προσάγομέν τε τῷ ἁγίῳ βαπτίσματι, καὶ τελειοῦμεν ἐν αἵματι Διαθήκης αἰωνίου, καθὰ γέγραπται. Καὶ γὰρ τὴν ἐπὶ τῷ αἵματι τοῦ Χριστοῦ τῆς πίστεως ὁμολογίαν, διὰ τοῦ κοκκίνου σημαίνει· διὰ δὲ τῆς ὑσσώπου, τὴν τοῦ ἁγίου Πνεύματος ζέσιν. Θερμὴ γὰρ ἡ πόα, καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική. Τοιαύτη δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν ἐνέργειά τε καὶ δύναμις. Λήψεται τοίνυν, φησὶν, ὁ ἁγνίζων τὴν λελεπρωμένην, τὸ ὀρνίθιον τὸ ζῶν, καὶ τὸ κέδρινον ξύλον, καὶ τὸ κόκκινον, καὶ τὴν ὕσσωπον, καὶ βάψει αὐτὰ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου, ἐφ’ ὕδατι ζῶντι, καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις. Καὶ ἀφανιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου, καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ. Οὐ γὰρ ἑτέρως δύνασθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν τὸν ἐξ ἀπειθείας ἀποπλύνασθαι μολυσμὸν, καὶ τὴν ἐκ τῶν ποικίλων πλημμελημάτων ἀποθέσθαι κηλίδα, πάλιν ἡμῖν ὁ νόμος ὑποδηλοῖ, εἰ μὴ διὰ μόνης εὐλογίας τῆς παρὰ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως, τελειουμένης δηλονότι καὶ ἁγιαζομένης διὰ τοῦ βαπτίσματος τοῦ ἁγίου. Ἐπιτήρει γὰρ ὅπως διὰ τῶν εἰρημένων ὁλόκληρος ἡμῖν ζωγραφεῖται Χριστὸς, καὶ ἡ ἐν αὐτῷ πίστις τε καὶ ὁμολογία σημαίνεται. Διὰ μὲν γὰρ τοῦ ὀρνιθίου τοῦ ζῶντος, τὸν ἀεὶ ζῶντα, καὶ ζωοποιὸν καὶ οὐράνιον νοήσαις Λόγον, διὰ δὲ τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τοῦ παθόντος ναοῦ. Σαρκὶ γὰρ αὐτὸν πεπονθέναι φαμὲν, πλὴν ὡς ἐν ἰδίῳ σώματι. Διὰ δὲ τοῦ ἀσήπτου ξύλου, τὴν σάρκα τὴν ἀδιάφθορον· διὰ δὲ τῆς ὑσσώπου, τὸ Πνεῦμα· διὰ δὲ τοῦ κοκκίνου, τὴν ἐφ’ αἵματι Διαθήκης τὴν ὁμολογίαν· διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, ἣν καὶ ἐν αὐτῷ τῷ πάθει καλῶς ὑπεσήμαινεν ἡ ἁγία τοῦ Σωτῆρος ἡμῶν πλευρὰ, ὕδωρ τῷ αἵματι συνεκπέμπουσα, ᾧ καὶ χρῆναι τὴν οἰκίαν ἐπιῤῥαίνεσθαί φησιν, ἵνα καὶ ἀφαγνίζηται, κατὰ τὸ εἰρημένον Ἰεζεχιὴλ τῷ προφήτῃ· Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω ὑμᾶς ἐκ τῶν χωρῶν, καὶ ῥανῶ ἐφ’ ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε. Περιῤῥαίνεσθαι δὲ καὶ οὐκ εἰσάπαξ αὐτὴν, ἀλλ’ ἑπτάκις κελεύει. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Εἶτα τούτοις ἐπάγει πάλιν ὁ νομοθέτης, ὅτι καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. Εἰς τύπον τῆς Ἰουδαίων Συναγωγῆς, ἤτοι παντὸς τοῦ ἔθνους, τὴν ἀρτίως ἡμῖν κατωνομασμένην Οἰκίαν ἐλάβομεν. Πόλιν δὲ εἶναι δώσομεν, τὴν πολλῶν οἰκιῶν περιεκτικήν. Τοιαύτην τινὰ εἶναι νοήσεις τὴν καθ’ ἡμᾶς οἰκουμένην, πολλὰ μὲν ἀνθρώπων συνέχουσαν γένη· τείχει δὲ ὥσπερ τινὶ κύκλῳ περιεζωσμένην τῷ στερεώματι· μεθ’ ὃ λοιπὸν ἤδη τὸ πλατύ τε καὶ καθαρὸν τῶν ἄνω κόσμων νοεῖται πεδίον. Διδάσκει τοίνυν ὁ νομοθέτης διὰ τοῦ πρὸς τὸ ἔξω τῆς πόλεως πεδίον ἀνίεσθαι τὸ ὀρνίθιον, τήν τε ἀπὸ κόσμου μετάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ. Γεγονὼς γὰρ οὗτος πρὸς τὸν Πατέρα καὶ Θεὸν, ὑπὲρ ἁπάντων ἡμῶν καὶ τῆς Ἰουδαίων Συναγωγῆς, ἐξιλάσεται, καὶ καθαρισθησόμεθα. Ὥσπερ γὰρ ὁ σοφώτατός φησι μαθητὴς Ἰωάννης· Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. Καὶ αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καλῶς οὖν ἄρα πρὸς Ἰουδαίους ἔφασκεν· Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Δι’ οὗ καὶ μεθ’ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.