Ancient Greek · ~26 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τοῦ μὴ εἰσέρχεσθαι τὸν Ἀαρὼν διὰ παντὸς εἰς τὰ Ἄγια τῶν ἁγίων.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1.1-3
Not analysed yet
α. Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ Πατρὸς ὁ Μονογενὴς καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, καὶ ἐπὶ γῆς ὤφθη, κατὰ τὸ γεγραμμένον, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Νόμος μὲν γὰρ διὰ Μωσέως τοῖς πάλαι τεθεσπισμένος μεσολαβούντων ἀγγέλων, ἀνθρώπους καθίστησι τοὺς ἱερέας, τὴν κοινὴν τῆς φύσεως νοσοῦντας ἀσθένειαν, καὶ δι’ αὐτὴν ὀφείλοντας, καθάπερ ὑπὲρ τῶν τοῦ λαοῦ, οὕτω καὶ ὑπὲρ τῶν ἰδίων ἀγνοημάτων, θυσίαν προσφέρειν. Ὁ δὲ λόγος τῆς ὁρκομοσίας τῆς μετὰ νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Ἐξιλάσσεται δὲ ὁ Χριστὸς, ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ. Καὶ ἀληθὴς ὁ λόγος· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ὑπὲρ ἡμῶν δὲ μᾶλλον. Καὶ τοῦτο ἡμῖν εὖ μάλα σαφηνιεῖ γεγραφὼς ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ταύτῃ τοι καὶ εἰσβεβηκέναι φησὶν αὐτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων ἅπαξ, καὶ αἰωνίαν λύτρωσιν εὑράμενον, καὶ μιᾷ προσφορᾷ τετελειωκότα, καὶ τοῦτο εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Καὶ σεσώσμεθα μὲν ἡμεῖς· αὐτὸς δὲ τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Τέθεικε γὰρ τὴν ἰδίαν ψυχὴν ἐθελοντὴς ὑπὲρ ἡμῶν· πλὴν ἀνεβίω. Θεὸς γὰρ ἦν φύσει, καὶ ἔστιν ἐν οὐρανοῖς ἐν δεξιᾷ τοῦ Πατρὸς, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἁγίων, καθάπερ ἔναγχος ἔφην. Καὶ ταυτί μοι πάλιν ὡς ἐκ νομικῆς εἴρηται σκιᾶς, ἣν καὶ ὅπως ἂν ἔχοι σαφῶς ἀφηγήσομαι. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, μὴ εἰσπορευέσθω πᾶσαν ὥραν τῶν ἁγίων τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου. Ἔδει γὰρ, ἔδει τὸν Ἀαρὼν εἰκόνα καὶ τύπον ἀποπληροῦν τεταγμένην τῆς ἱερωσύνης Χριστοῦ μὴ κατὰ πᾶσαν ὥραν, ἤγουν ἐν παντὶ καιρῷ, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων ποιούμενον εἰσδρομὴν, οἱονεὶ παρασημαίνει τοῦ μυστηρίου τὸ κάλλος. Ἅπαξ γὰρ εἰσβέβηκεν ὁ Χριστὸς, αἰωνίαν λύτρωσιν, ὡς ἔφην, εὑράμενος. Πλημμέλημα τοίνυν εἰς αὐτὴν τὴν ἀλήθειαν διὰ τῶν ἐν τύποις, τὸ μὴ κατ’ ἔτος καὶ ἅπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνει τὸν Ἀαρὼν, ἀλλὰ κατὰ πᾶσαν ὥραν, καὶ ὡς ἐν παντὶ καιρῷ. Διὰ τοῦτο χρῆναι τηρεῖν προστέταχεν, ἵνα μὴ ἀποθάνῃ. Εἰ δὲ θάνατος ἦν ἡ δίκη τῷ παραλύοντι τὴν σκιὰν, καὶ εἰς τὸν τῆς ἀληθείας ἐμπαροινοῦντα τύπον, τίς ἔσται λοιπὸν ἡ ἐπιτίμησις τοῖς εἰς αὐτὴν πλημμελοῦσι τὴν ἀλήθειαν, τουτέστι Χριστόν; Ὃ δὴ πεπράχασιν Ἰουδαῖοι τὴν εἰς αὐτὸν πίστιν οὐ προσιέμενοι, καὶ κατὰ μυρίους ὅσους ἀτιμάζοντες τρόπους, καί τοι λέγοντα σαφῶς· Ἐγώ εἰμι ἡ ἀλήθεια, τουτέστι τῶν ἐν νόμῳ τύπων ἡ πλήρωσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Γράφει γὰρ οὕτως ἡμῖν ὁ νομομαθὴς καὶ ἱερώτατος Παῦλος. Εἴργεται τοίνυν ὁ Ἀαρὼν, τοῦ μὴ ποιεῖσθαι διὰ παντὸς τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσβολὴν, ἵνα τοῦ μυστηρίου τὸ κάλλος ἀδιαλώβητόν τε καὶ ἀκραιφνὲς, καὶ αὐταῖς ἡμῖν ἀναστράπτοι ταῖς σκιαῖς. Δι’ ἔτους μὲν οὖν καὶ καθ’ ἕνα καιρὸν ἡ εἴσοδος. Τίνα δ’ ἂν γένοιτο τρόπον, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐνομοθέτει λέγων· Οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον. Ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκάρπωμα, καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνην λινῆν ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται. Ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. Καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. Καὶ προσάξει Ἀαρὼν τὸν μόσχον τὸν περὶ ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἵκου αὐτοῦ. Καὶ λήψεται τοὺς δύο χιμάρους, καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλῆρον, ἕνα τῷ Κυρίῳ, καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. Καὶ προσάξει Ἀαρὼν τὸν χίμαρον, ἐφ’ ὃν ἐπῆλθεν ἐπ’ αὐτῷ ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας· καὶ τὸν χίμαρον, ἐφ’ ὃν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. Τὸν μὲν οὖν τῆς θυσίας ἐν τούτοις ἡμῖν ἐξηγεῖται τρόπον. Εἶτα προσκεκόμικε τὸν μόσχον Ἀαρὼν τὸν περὶ τῆς ἁμαρτίας τῆς ἑαυτοῦ, καὶ τοῦ οἴκου ἑαυτοῦ. Τεθυμένου δὲ τοῦ μόσχου, καὶ μὴν τοῦ κριοῦ γεγονότος εἰς ὁλοκαύτωμα, κατὰ τὸν αὐτῷ πρέποντα νόμον· Καὶ λήψεται, φησὶ, τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου ἀπέναντι Κυρίου. Καὶ πληρώσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς, καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος, καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου, καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται. Καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ῥανεῖ τῷ δακτύλῳ τὸ θυσιαστήριον· ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ. Προσεπάγει δὲ τούτοις· Καὶ σφάξει τὸν χίμαρον περὶ τῆς ἁμαρτίας τὸν παρὰ τοῦ λαοῦ ἔναντι τοῦ Κυρίου, καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος· καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου. Καὶ ταυτὶ δὴ ταῦτα προστέταχε γενέσθαι, ὑπὲρ τοῦ ἐξιλάσασθαί φημι ὑπὲρ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ, καὶ περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Κατεχρίετο δὲ τῷ αἵματι τοῦ τε μόσχου, καὶ μὴν καὶ τοῦ χιμάρου, οὐχὶ μόνον τὸ ἱλαστήριον, καὶ ἡ ἐσωτέρα σκηνή, τουτέστι, τὰ Ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὸ τῶν καρπωμάτων θυσιαστήριον, ἐν τῇ πρώτῃ σκηνῇ. Ἔφη γὰρ πάλιν· Καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἀπέναντι Κυρίου, καὶ ἐξιλάσεται ἐπ’ αὐτοῦ· καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλωθεν. Καὶ ῥανεῖ ἐπ’ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ αὐτοῦ ἑπτάκις, καὶ καθαρίσει αὐτὸ, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ. Προσεπάγει δὲ πάλιν Καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα, καὶ ἐπιθήσει Ἀαρὼν τὰς δύο χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος. Καὶ ἐξαγορεύσει ἐπ’ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. Καὶ λήψεται ὁ χίμαρος ἐφ’ ἑαυτῷ τὰς ἀνομίας αὐτῶν εἰς τὴν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς ἔρημον.