Ancient Greek · ~13 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Chapter 1
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.7.1
Not analysed yet
ζ. Ἄξιον δὲ οἶμαι πολυπραγμονῆσαι λεπτῶς τίνες ἂν νοοῖντο τυχὸν οἱ τῷ Νῶε συνεισθέοντες εἰς τὴν κιβωτὸν, καὶ τὴν διὰ πίστεώς τε καὶ ὕδατος σωτηρίαν ἀποκερδαίνοντες. Γέγραπται τοίνυν, ὅτι Εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ. Συνεισκεκόμικε δὲ τούτοις, καὶ ἀπὸ παντὸς ζώου καὶ τῶν πετεινῶν, ἑπτὰ μὲν τῶν καθαρῶν, ἀνὰ δύο δὲ τῶν ἀκαθάρτων. Ἐδόκει γὰρ ὧδε θεσμοθετεῖν τῷ Θεῷ. Ὀνόματα δὲ τοῖς υἱοῖς αὐτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ· διερμηνεύεται δὲ ὁ μὲν Σὴμ, φύτευμα καὶ τέλειοις· θερμασία δὲ ὁ Χὰμ, καὶ πλατυσμὸς ὁ Ἰάφεθ. Σεσώσμεθα γὰρ ἐν Χριστῷ διὰ πίστεως οἱ ἐξ ἀτελοῦς ὥσπερ πολιτείας τῆς κατὰ νόμον εἰς τὴν τῆς εὐαγγελικῆς παιδεύσεως τελειότητα, καθάπερ τινὰ μόσχια πεφυτευμένοι λεπτά. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ τοῖς μὲν τῶν Ἰουδαίων λαοῖς τὴν ἐν Χριστῷ δικαίωσιν οὐ προσιεμένοις ἐπετίμα, λέγων· Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην· ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Δεδυσφημήκασιν γὰρ ἀκαθέκτως εἰς τὸν Υἱόν. Διὰ τοῦτο, φησὶν, ὁ Θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σχηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Περὶ δὲ τῶν ἠγαπηκότων τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ζωήν· Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὅτι δὲ οὐ δίχα τοῦ θείου πυρὸς καὶ νοητοῦ, καὶ οἱονεὶ τῆς διὰ πνεύματος θερμασίας ἐνήργηκεν εἰς ἡμᾶς τὴν παρ’ ἑαυτοῦ χάριν ὁ Ἐμμανουὴλ, πιστεύσεται καὶ ὁ θεσπέσιος Παῦλος· Τῷ πνεύματι ζέοντας ὁρᾶσθαι θέλων τοὺς ἐν ἁγιασμῷ κεκλημένους. Οὐδὲν δὲ ἧττον ἡμᾶς ἐμπεδοῖ καὶ ὁ σοφὸς Ἰωάννης λέγων· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀπέψυκται μὲν γὰρ ἡ τῶν Ἰουδαίων ἀγάπη διὰ τὸ Πληθυνθῆναι τὴν ἀνομίαν παρ’ αὐτοῖς, καθὰ γέγραπται. Θερμοὶ δὲ δὴ λίαν καὶ πρός γε τοῦτο ἡμεῖς. Τοιγάρτοι φαμέν· Τί ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία; ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Οὐκοῦν τῶν ζεόντων τῷ πνεύματι τύπος ἂν γένοιτο καὶ μάλα σαφὴς ὁ Χὰμ, ὃς νοεῖται θερμασία. Ὅτι δὲ καὶ εἰς πλατυσμὸν καρδίας ἀπενενήγμεθα τῆς ἐν νόμῳ ζωῆς τὴν θλίψιν ἐκβαίνοντες, ὑπεμφήνειεν ἂν ὁ τρίτος ἡμῖν Ἰάφεθ, εἰς πλατυσμὸν μετονομαζόμενος. Ἰουδαίοις μὲν γὰρ προσεφώνει Θεὸς διὰ φωνῆς Ἡσαΐου· Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τοῦ ἐν Ἱερουσαλήμ· Καὶ πάλιν· Μάθετε ἀκούειν στενοχωρούμενοι. Ἐκβεβηκὼς δὲ ὁ Παῦλος τὴν ἐν νόμῳ στένωσιν προσπεφώνηκέ τισι τῶν ἤδη πεπιστευκότων· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Ἡ καρδία ἡμῶν πεπλάτυται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Ἠκολούθουν γὰρ ἔτι τοῖς Ἰουδαίων ἐντάλμασι, καὶ ἀνονήτοις εἰκαιοβουλίαις. Ψάλλει δέ που καὶ ὁ Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ὡς ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ ἐν Χριστῷ· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Πεπλάτυται γὰρ ἡμῶν ὁ νοῦς εἰς σοφίαν, ἐνηυλισμένου τε καὶ ᾠκηκότος ἐν ταῖς ἁπάντων ψυχαῖς διὰ πνεύματος τοῦ Ἐμμανουήλ. Τοιοίδε μὲν οὖν οἱ ἐν Χριστῷ διὰ πίστεως.