Ancient Greek · ~11 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Chapter 1
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.8
Not analysed yet
η. Ὅτι δὲ πλείστη μὲν ἡ τῶν ἐν πίστει δεδικαιωμένων καθαρωτάτη πληθὺς, μείων γε μὴν ἡ ἐξ Ἰουδαίων, ἀναμάθοι τις ἂν ἐντεῦθεν ἀμογητί. Ἑπτὰ μὲν γὰρ ἐν τῇ κιβωτῷ τὰ ἐκ τῶν καθαρῶν εἰσκεκόμικε ζώων, ἀνὰ δύο δὲ αὖ τὰ ἐκ τῶν ἀκαθάρτων· τουτέστι, τῶν κυριοκτόνων Ἰουδαίων. Σέσωσται γὰρ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Πλὴν ὅτι κατὰ καιροὺς ἀπανίστασθαί τε καὶ ἀποφοιτᾷν τῆς πίστεως ἔμελλόν τινες τῶν ἐξ αἵματος Ἰσραὴλ, ὑπετύπου πάλιν. Ἀπέστειλε γὰρ, φησὶν, ἐκ τῆς κιβωτοῦ τὸν κόρακα ἰδεῖν εἰ κεκόπακε τὸ ὕδωρ· ὁ δὲ οὐχ ὑπέστρεψεν. Ἐνεπνίγη δὲ, οἶμαι, τοῖς ὕδασιν, ἔρεισμά τε καὶ στάσιν οὐχ εὑρηκώς. Οὐκοῦν τὸ τῆς πίστεως ἀπολισθῆσαι τοῦ Χριστοῦ καὶ ἀπονοσφίζεσθαι, πάντως πρόξενον ἀπωλείας. Οὔτω καὶ ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἐν νόμῳ τελειουμένοις, ἤγουν οἰηθεῖσιν ἔσεσθαι τελείοις, Κατηργήθητε, φησὶν, ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε· ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Ἄθρει δὲ ὅπως ἐκ τῶν ἀκαθάρτων πτηνῶν ὁ κόραξ ἀποστάτης. Ἦσαν γὰρ ἐξ Ἰουδαίων οἱ μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀνόπιν ἰόντες ἐπὶ τὰς τοῦ νόμου σκιάς. Καὶ περὶ αὐτῶν, οἶμαί που, καὶ ὁ σοφὸς Ἰωάννης γράφει· Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεσαν ἂν μεθ’ ἡμῶν. Λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐναργῶς, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις, ὅρα καὶ τοῦδε σαφῆ τύπον διὰ Νῶε γεγενημένον. Ἀπέστειλε μὲν γὰρ πρώτην τε καὶ δευτέραν περιστερὰν κατασκεψομένας, ὥσπερ εἰ ἐν ὑφιζήσει γέγονεν ὁ κατακλυσμός. Αἱ δὲ ὑπενόστησαν ὡς εἰς καλιὰν εἰς τὴν κιβωτὸν, καί τι κάρφος ἐχούσης μιᾶς ἐν τῷ στόματι αὐτῆς, καθὰ γέγραπται, θαλὸς δὲ τοῦτο ἐλαίας ἦν. Ἀποστέλλονται μὲν γὰρ οἱ ἅγιοι παρὰ Χριστοῦ κατασκεψόμενοί τε τὸν κόσμον, καὶ τοὺς ἐν αὐτῷ. Ὑπονοστοῦσι δὲ ὥσπερ λαλοῦντες εἰρήνην. Τουτὶ γὰρ οἶμαι πλαγίως ὑποδηλοῦν τὸ ἐν στόματι κεῖσθαι τῆς περιστερᾶς τὸν τῆς ἐλαίας θαλόν. Σύμβολον γὰρ εἰρήνης ἀεί πώς ἐστι τὸ φυτόν. Φιλόθεοι μὲν οὖν οἱ πίστει κεκαθαρμένοι, καὶ ὡς ἐν πραότητι πολιτείας εὐαγγελικῆς, ἀπόλεκτοι τῷ Θεῷ. Πλὴν, ὅτι καὶ ἐξ αὐτῶν ἀποστήσονταί τινες ἐν ἐσχάτοις καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἐμφήνειεν ἂν ὁ τύπος. Τρίτη γὰρ καὶ τελευταία πέμπεται περιστερὰ, καὶ οὐκ ἐμελέτα τὴν ὑποστροφήν. Ἀπομεμένηκε γάρ. Ὑπολοφήσαντος δὲ τοῦ κατακλυσμοῦ, κεκάθικεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη Ἀραρὰτ, ἃ διερμηνεύεται μαρτυρία καταβάσεως. Ὑψηλοὶ γὰρ ὥσπερ καὶ οἱονεί πως ἐν ὄρεσι διὰ τὸ τῆς εὐαγγελικῆς πολιτείας ὑπερανεστηκὸς, οἱ ἐν Χριστῷ διὰ πίστεως, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβεβηκότα Θεὸν Λόγον, τοῖς ἁπανταχῆ κηρύττοντες, οἷς καὶ αὐτὸς ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Ἀνωτέρω δὴ οὖν τῆς ἐν κόσμῳ χθαμαλότητος τῶν ἐν Χριστῷ τὰ αὐχήματα.