Ancient Greek · ~21 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 10.1-2
Not analysed yet
ι. Ἴδοι δ’ ἄν τις, καὶ μάλα σαφῶς, καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν ὀνομάτων, ὅτι τρόφιμοι μὲν Ἐκκλησίας εἶεν ἂν οἱ διὰ τῆς Βάλλας· ἐχθροὶ δὲ μᾶλλον οἱ ἐκ Ζελφᾶς. Ἑρμηνεύεται μὲν γὰρ ὁ Δὰν, κρίσις· Νεφθαλεὶμ δὲ, πλατυσμός. Τοῦτο γέγονε τοῖς προφήταις τὸ κήρυγμα. Ὅτι γὰρ ἔμελλεν ὁ Χριστὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ καταψηφίσασθαι μὲν ὡς πλεονεκτήσαντος καὶ ἀνῃρηκότος ἡμᾶς τοῦ Σατανᾶ· σῶσαι δὲ καὶ ἡμᾶς, καὶ ἐκ πολλῆς ἄγαν στενοχωρίας εἰς πλατεῖαν ὥσπερ μεταστῆσαι καρδίαν, χαλεπὸν οὐδὲν ἐπιδεῖξαι πάλιν. Ὁ μὲν γὰρ μακάριος Ψαλμῳδὸς ἀνακέκραγε λέγων, ὡς ἐκ προσώπου τῶν ἐν Χριστῷ καὶ ἡγιασμένων ἐν πνεύματι· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ὁ δέ γε σοφώτατος Παῦλος ἑτεροζυγεῖν ἐθέλουσι τοῖς ἐκ Κορίνθου πεπιστευκόσιν ἐπιστέλλει, λέγων· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Ὅτι δὲ κρίσις ὀρθὴ καὶ δικαία γέγονε παρὰ Χριστοῦ, σαφηνιεῖ μὲν πάλιν αὐτὸς ὁ μακάριος Δαβὶδ, τὸ τῶν πλεονεκτηθέντων πρόσωπον ἑαυτῷ περιτιθεὶς, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· Ἐξεγέρθητι, Κύριε, καὶ πρόσσχες τῇ κρίσει μου, ὁ Θεός μου, ὁ Κύριός μου, εἰς τὴν δίκην μου. Αὐτός γε μὴν ὁ Σωτὴρ ἐναργὲς τοῦτο καθίστησι λέγων· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ὁρᾷς ὅτι κρίσιν ἡμῖν ἐσομένην δικαίαν καὶ καρδίας πλατυσμὸν οἱ προφῆται προανεκήρυττον τὸ ἐπὶ Χριστῷ λαλοῦντες μυστήριον; Γεγόνασι τοίνυν ἐκ Βάλλας Δάν τε καὶ Νεφθαλεὶμ, ὅ ἐστι κρίσις καὶ πλατυσμός· ἀπὸ δέ γε τῆς Ζελφᾶς Γὰδ καὶ Ἀσήρ· καὶ διερμηνεύεται δὲ πειρατήριον ὁ Γὰδ, πλοῦτός γε μὴν ὁ Ἀσήρ. Ἆρ’ οὖν οὐχὶ τοιοῦτοι γεγόνασιν οἱ τελευταῖοι μετὰ τοὺς πρώτους τῶν Ἰουδαίων λαοί; Εἶτα πῶς ἀμφίλογον; Ἐξ αὐτῶν γὰρ τοῦτο κατίδοι τις ἂν τῶν κατὰ Χριστὸν γεγονότων. Οἱ μὲν γὰρ ἐπείραζον αὐτὸν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Προσῄεσαν δὲ πειράζοντες, ἵνα παγιδεύσωσιν αὐτόν. Μεμαρτύρηκε γὰρ οὕτως ὁ θεσπέσιος εὐαγγελιστής. Οἱ δὲ λημμάτων ἕνεκα καὶ φιλοκερδίας οὐ παρεδέχοντο τὸν ὑιόν. Ἔφησαν γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν ἡ κληρονομία γένηται. Ὅτι δὲ φιλόπλουτοι καὶ φιλοκερδεῖς ἄγαν οἱ Φαρισαῖοι γεγόνασι, καὶ τὸ τῶν Γραμματέων ἀνόσιον στῖφος, κατίδοι τις ἂν, καὶ λίαν ἑτοίμως, τοῖς περὶ αὐτῶν γεγραμμένοις τὸν νοῦν ἐνιείς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπεμπολῆσαι δεῖν ἔφασκε τὸν ἐπίγειον πλοῦτον τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καὶ διανέμειν τὰ ὄντα πτωχοῖς, ἵνα τὸν ἄνω κερδάνωσι θησαυρόν. Ἀλλ’, ὥς φησιν ὁ εὐαγγελιστὴς, ἤκουον ταῦτα οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν. Ὅτι δὲ καὶ μέχρι τῶν ἄγαν εὐτελεστέρων καθικνούμενοι, μετὰ πολλῆς ἀκριβείας λεπτολογίαις ἐσπούδαζον, οὐδὲ τὸ βραχὺ μεθιέντες τοῖς μὴ προσάγουσι κατὰ νόμον τὰς τεταγμένας δεκάτας, καίτοι τοῦ νόμου πεφροντικότες ὀλίγα, παντελῶς αὐτοῖς διεσάφει λέγων ὁ Κύριος· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Οὐκοῦν ὁ μὲν Γὰδ πειρατήριον, πλοῦτος δὲ ὁ Ἀσήρ. Καὶ ἄμφω ἐγενέσθην ἐκ θεραπαίνης τῆς Ζελφᾶς, μετὰ τὸν Δάν τε καὶ Νεφθαλεὶμ, οἳ ἦσαν ἐκ Βάλλας. Ἀλλ’ ἐν τούτοις μὲν, ἡμῖν ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς γεγράφθω· καθ’ ὃν ἦν ἔτι στεῖρα Ῥαχὴλ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· ἣ ὅτι τέξεται πολλοὺς, καὶ ἀναριθμήτων ἔσται τροφὸς, προανακέκραγε μὲν Ἡσαΐας λέγων· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Διεσάφει δὲ καὶ αὐτὸς ὁ θεσπέσιος Δαβὶδ περὶ Θεοῦ λέγων· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ἔφη δέ που πρὸς αὐτὴν καὶ ὁ τῶν ὅλων Δεσπότης καὶ Θεός· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Καὶ πάλιν· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Φέρε δὴ οὖν, εἰ δοκεῖ, καταθρῶμεν ὁπηνίκα καὶ ὅπως τέτοκεν ἡ στεῖρα. Οὐκοῦν μετ’ ἐκείνους οἳ γεγόνασιν ἐκ θεραπαινῶν, τοὺς ἐν ἀγρῷ μανδραγόρας εὑρίσκει Ῥουβεὶμ, ὁ ἐξ Ἰακὼβ πρωτότοκος· προσκομίζει δὲ Λείᾳ τῇ ἰδίᾳ μητρί. Ἡ δὲ τῇ Ῥαχὴλ ζητούσῃ δίδωσι. Καὶ τίκτει μὲν Λεία, λαβοῦσα τοὺς μανδραγόρας, δύο πάλιν υἱοὺς, τόν τε Ἰσάχαρ καὶ μέντοι καὶ τὸν Ζαβουλών. Εἶτα μέμνηται Θεὸς τῆς Ῥαχὴλ, καὶ διανοιχθείσης αὐτῇ τῆς μήτρας, καὶ αὐτὴ τέτοκε τὸν Ἰωσὴφ, καὶ τελευτῶσα τὸν Βενιαμίν. Λεία μὲν οὖν ὅτι τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὑπαινίττεται, Ῥαχὴλ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, προμεμήνυκεν ἡμῖν πλειστάκις ὁ λόγος. Μεθέντες δὴ οὖν ὡς ἀνόνητον ἔτι τὸ ταυτολογεῖν, λοιπὸν ἀφηγώμεθα τίνος ἂν εἶεν εἰς τύπον οἱ μανδραγόραι, διὰ τοῦ πρωτοτόκου Ῥουβεὶμ ηὑρημένοι. Τί δ’ ἂν βούλοιτο δηλοῦν ἡ εἰς ἄμφω τε καὶ ἐν ἴσῳ τάχα που διανέμησις· δέδωκε γὰρ ἡ Λεία τῇ Ῥαχήλ· τί δὲ πρὸς τούτοις καὶ αὐτὴ τῶν παίδων ἡ γένεσις, ἐν ταῖς τῶν ὀνομάτων σημασίαις ὠδίνουσα τὸ μυστήριον.