Ancient Greek · ~23 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 11.1
Not analysed yet
ια. Μανδραγόραι τοίνυν φύονται μὲν ἐν ἀγροῖς· εἶδος δὲ τὸ μῆλον αὐτοῖς. Ὑπνηλὸν δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ βαθεῖ καταμεθύσκον κάρῳ τοὺς μετεσχηκότας, οὐ μακροῦ δεήσειν οἶμαι πρὸς ἀπόδειξιν λόγου, τὰς τῶν ἀῤῥωστούντων ἀγρυπνίας τῆς ἰατρῶν ἐμπειρίας ἔσθ’ ὅτε νικώσης τῇ τῶν μανδραγορῶν φυσικῇ ἐνεργείᾳ. Οἳ καὶ ὑποφήνειαν ἡμῖν αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον, ὑπνοῦντος τρόπον τινὰ δι’ ἡμᾶς, καὶ καθιέντος εἰς κένωσιν ἑαυτὸν μέχρι θανάτου, εἰ καὶ ἀνεβίω πάλιν. Θεὸς γὰρ ἦν κατὰ φύσιν, καὶ γέγονε σάρξ. Ὅπου δὲ ὅλως ὁ θάνατος ἐν ὕπνου τάξει παρειλημμένος, ζητητέον ἐκεῖ καὶ τὴν εἰς ζωὴν ἀναβίωσιν. Ὅλον δὲ ὥσπερ ἐν τούτοις τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐλαφρίας κεκινημένοις εἰς ἑτερόφρονα δόξαν, ἐπισκήπτει λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ μεθ’ ἕτερα· Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ἐπειδὴ γὰρ πρῶτος ἐν ἀνθρώποις ὕπνον ἔδειξε τὸν θάνατον ὁ Χριστὸς (ζωὴ γὰρ ἦν κατὰ φύσιν), θύρα τις ὥσπερ καὶ ὁδὸς εἰς τὸ χρῆναι λοιπὸν καὶ αὐτοῦ θανάτου κατανεανιεύεσθαι, τῇ ἀνθρώπου γέγονε φύσει. Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος ἄνω τε καὶ κάτω τοὺς τῷ θανάτῳ κατειλημμένους ὀνομάζει κεκοιμημένους· ὡς ὅσον οὐδέπω καὶ ἀναβιωσομένους διὰ Χριστοῦ. Ἔφη γὰρ πάλιν· Εἰ γὰρ πιστεύομεν ὅτι Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς ἐγερεῖ τοὺς κοιμηθέντας σὺν τῷ Ἰησοῦ, καὶ παραστήσει σὺν ἡμῖν. Ὕπνου δὴ οὖν σημεῖον οἱ μανδραγόραι. Καὶ τούτους εὑρίσκει πρωτότοκος ὦν ὁ Ῥουβεὶμ, εἶτα διεκόμισε τῇ μητρί· ἡ δὲ διενείματο πρὸς τὴν ἀδελφήν. Πρῶτοι γὰρ οἱ ἐξ Ἰσραὴλ τοῦ πρωτοτόκου κατὰ τὸν χρόνον νενοήκασί τε καὶ πεπλουτήκασι τὸ ἐπὶ Χριστοῦ μυστήριον· καὶ δὴ καὶ τῇ ἰδίᾳ μητρὶ, φημὶ δὴ τῇ Ἱερουσαλὴμ, εὕρημα λαμπρὸν τῆς ἐνούσης αὐτοῖς ἀγχινοίας προσκεκομικότες, χαίρειν ἀνέπειθον. Πρὸ γάρ τοι τῆς τῶν ἐθνῶν κλήσεως μεμυσταγωγήκασιν οἱ θεσπέσιοι μαθηταὶ τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν. Εἰ γὰρ καὶ μὴ πάντες τυχὸν πεπιστεύκασιν, ἀλλ’ οὖν μετὰ τὸν ἐπὶ Χριστῷ προσήκασι λόγον. Σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὰς Γραφάς. Ὅτι δὲ προειλήφασιν ἐν πίστει τοὺς ἐξ ἐθνῶν Ἰουδαῖοι, πρόδηλον δήπου, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανές. Λαβοῦσα τοίνυν ἡ Λεία τοὺς μανδραγόρας, δύο τέτοκε υἱοὺς, Ἰσάχαρ τε καὶ Ζαβουλών. Καὶ μισθὸς μὲν ὁ Ἰσάχαρ ἑρμηνεύεται· ἕτερός γε μὴν, τουτέστιν, ὁ Ζαβουλὼν, εὐοδωμά τε καὶ εὐ λογία, Ὡς γὰρ ἔφην ἤδη, διὰ τῶν ἁγίων ἀποστόλων ὡς παρὰ τέκνων ἰδίων ἡ τῶν Ἰουδαίων Συναγωγὴ παραδεξαμένη λοιπὸν τὸ Χριστοῦ μυστήριον, μήτηρ ἀπεδείχθη τέκνων τῶν ἐπὶ μισθῷ τε καὶ εὐλογίαις κατευοδουμένων παρὰ Θεῷ. Ὅτι γὰρ οὐκ ἄμισθος ἡ πίστις ἡ εἰς Χριστὸν, διδάξειεν ἂν εὐθὺς τῶν πλημμελημάτων ἡ ἄφεσις. Πιστώσεται δὲ πρὸς τοῦτο καὶ αὐτὸς λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον. Οὐδὲν ἧττον καὶ ὁ μακάριος Παῦλος· Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Τίς οὖν ἄρα μείζων τε καὶ ἀξιόληπτός ἐστι μισθὸς τοῦ διασῶσαι ψυχήν; Ὅτι γὰρ τὸ χρῆμα ἐξαίρετον καὶ τοῦ παντὸς ἄξιον λόγου, καὶ αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἀναπείθει λέγων· Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Εὐκλεὴς οὖν ἄρα καὶ σωτήριος τοῖς πιστεύουσιν ὁ μισθός. Ὅτι δὲ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις ἕψεταί που πάντως καὶ τὸ εὐλογεῖσθαι δεῖν, εἴη ἂν οὐκ ἀμφίλογον. Ἡγιάσμεθα γὰρ ἐν πνεύματι. Καί φησιν ὁ μακάριος Δαβίδ· Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἔφη δέ που Θεὸς καὶ διὰ τῆς τοῦ Ἡσαΐου φωνῆς, πρὸς τὴν τῶν πιστευόντων μητέρα, φημὶ δὴ τὴν Ἐκκλησίαν· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει, λέγων· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, Οἱ δὲ τῆς ἄνωθεν εὐλογίας πλουσίως μετεσχηκότες, πῶς ἂν οὐκ εὐοδωθεῖεν εἰς πᾶν ἔργον ἀγαθόν; Ὁδὸς γὰρ, φησὶν, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου, κρίσις. Περὶ μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἔφη που Θεός· Ἰδοὺ ἐγὼ ἐμφράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ. Ἡμᾶς δὲ εἰσπέμπων ταῖς ἄνω μοναῖς διὰ λείας ὥσπερ καὶ ἐψιλωμένης ὁδοῦ, τοῖς ἁγίοις διακελεύεται λειτουργοῖς· Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην. Καὶ πάλιν· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τῆς ὁδοῦ διαῤῥίψατε· ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίοντες, ὄκνον εἰσδέξοιντο τὸν ἐπ’ ἀγαθοῖς σπουδάσμασιν. Οὐκοῦν τοὺς ἐπὶ μισθῷ τε καὶ εὐλογίαις κατευοδουμένους παρὰ Θεῷ, τέτοκε Λεία· Ῥαχὴλ δὲ ὁμοίως λαβοῦσα τοὺς μανδραγόρας, τέτοκε τὸν Ἰωσήφ. Παραδεξαμένη γὰρ ὥσπερ ἡ Ἐκκλησία τὸ Χριστοῦ μυστήριον διὰ τῶν ἀγίων ἀποστόλων, ὡς ἐξ ὁμοίας μὲν ἀδελφῆς τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μήτηρ πέφηνε λαοῦ τοῦ ἐν προσθήκαις ἀεὶ, καὶ εἰς πληθὺν ἰόντος οὐ μεμετρημένην· (διερμηνεύεται γὰρ Ἰωσὴφ, προσθήκη Θεοῦ·) προστέθειται δὲ ταῖς ἐξ Ἰσραὴλ ἀγέλαις ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστός· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Προστέθειται τοίνυν ἡ ἐξ ἐθνῶν ἀγέλη, καθάπερ ἔφην ἀρτίως, τοῖς ἀρχαιοτέροις ποιμνίοις, καὶ ἀκατάληκτον ἔχει τὴν εἰς τὸ ἔτι τε καὶ ἔτι πλουσίαν ἐπίδοσιν· ἄχρις ἂν καὶ αὐτὸς ἐν τελευταίοις ὥσπερ καιροῖς ὁ Βενιαμὶν γεννηθῇ, τουτέστιν, ὁ υἱὸς ὀδύνης λαός.