Ancient Greek · ~45 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰωσήφ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-10
Not analysed yet
β. Πεποίηται μὲν γὰρ ὁ τοῦ βιβλίου συγγραφεὺς, τῶν ἐξ Ἡσαῦ γεγονότων ἀπαρίθμησιν ἀκριβῆ. Τίνες γὰρ τίνων ἐξέφυσαν, καὶ ὅποι ποτὲ γῆς ἕκαστοι αὐτῶν κατῳκήκασι, καὶ τὴν κατὰ τίνων διέλαχον ἀρχὴν, τὸ ἱερὸν ἡμᾶς ἐδίδαξε Γράμμα· γενναῖόν γε μὴν οὐδὲν, ἀλλ’ οὐδὲ μνήμης ἄξιον πεπραχότος τινός. Μονονουχὶ δὲ παρανήχεται τοὺς ὠνομασμένους ὁ λόγος, καταίρει δὲ ὥσπερ ἐπὶ τὸν θεσπέσιον Ἰωσήφ· καὶ τοὺς ἐξ αἵματος Ἰακὼβ λαμπρὸν ποιεῖται διήγημα. Νεώτατος μὲν οὖν τῶν ἄλλων ὁ Ἰωσὴφ (ἑπτακαίδεκα γὰρ ἦν ἐτῶν), ἱδρῶτός γε μὴν οὐκ ἠμέλει ποιμενικοῦ· τοῖς δὲ ἄλλοις ἀδελφοῖς ἀναμὶξ τῶν ἴσων ἥπτετο σπουδασμάτων, οὐ τὴν τοῖς ἐν ἥβῃ θυμηρεστάτην καὶ ἀεί πως προσφιλῆ ῥᾳστώνην τετιμηκώς· οὐ τὴν πρόωρον τοῦ βίου φροντίδα παραιτούμενος, οὐδὲ τὸ ἀνεῖσθαι μᾶλλον ἠγαπηκὼς, ἅτε δὴ καὶ ἐν μειρακίοις ἔτι τελῶν· ἀλλ’ οἷα πρεσβύτης, ἐν εὐδίᾳ μὲν ἤδη λογισμῶν γεγονὼς, καὶ τὸν νοῦν ἔχων εὖ βεβηκότα· πολιῷ τε τῷ λόγῳ χρώμενος, καὶ τῆς ἐσομένης λαμπρότητος προαναφαίνων τὸ κάλλος, ἐθαυμάζετο μὲν εἰκότως παρά γε τῷ μακαρίῳ καὶ φιλοστόργῳ πατρὶ, ἀγάπης τε καὶ φειδοῦς διαφερόντως ἠξιοῦτο. Ἧν γὰρ αὐτῷ, φησὶ, καὶ γήρως υἱός. Καὶ τί τοῦτό ἐστι; Τὰς ἐν ἡμῖν διαθέσεις ὁ λόγος ἡμῖν πολυπραγμονεῖ. Αἱ μὲν γὰρ ἐπὶ παισὶ τῶν γεγεννηκότων φιλοστοργίαι, ἴσαι τε εἰς ἅπαν παρά γέ τισι, καὶ κατ’ οὐδένα τρόπον ἐν μείοσι. Πλεονεκτεῖ δὲ πολλάκις καὶ καταβιάζεται τὸν νοῦν ἡ φύσις, ἀπονεῖμαί τι βραχὺ παρὰ τοὺς ἄλλους συμπείθουσα τοῖς καταδεεστέροις, ἅτε δὴ καὶ ὑπάρχουσιν ἐν χρεία φειδοῦς τῆς προὐργιαιτέρας. Ἄλλως τε πολλῶν ἔσθ’ ὅτε γεγεννημένων, καταλήγει πως, καὶ τῷ τελευταίῳ λοιπὸν ἐνορμίζεται τῆς ἀγάπης τὸ περιττὸν, τὴν ἐπὶ τοῖς προλαβοῦσι φιλοστοργίαν, τοῦ μετ’ αὐτοὺς εἰς ἑαυτόν πως ἁρπάζοντος. Φιλόκαινος γὰρ ὁ ἀνθρώπινος νοῦς, καὶ τῶν μὲν ἤδη προγεγονότων τὸν κόρον οὐκ ἀποσείεται· τῶν δὲ οὔπω παρόντων, ἢ καὶ ἀρτίως πεπορισμένων μεταποιεῖται λίαν, καὶ ἀκμαιοτέραν ἐπ’ αὐτοῖς τὴν ἐπιθυμίαν εἰσδέχεται. Ἠγάπα τοίνυν παρὰ τοὺς ἄλλους τὸν Ἰωσὴφ ὁ θεσπέσιος Ἰακὼβ, Ὅτι γήρως υἱὸς ἦν αὐτῷ. Ἰστέον δὲ ὅτι, καίτοι τὴν Λείαν προεισοικισάμενος ἐν Χαῤῥὰν, ἠγάπησε τὴν Ῥαχὴλ, ἢ τὸν Ἰωσὴφ ἐκτέτοκε, καὶ τελευτῶσα τὸν Βενιαμίν. Πρὸς δὴ τοῦτό φαμεν, ὅτι ἄμφω μὲν ἤστην γήρως υἱώ. Τὸ δέ γε τοῦ Ἰωσὴφ πρὸς πᾶν ὁτιοῦν εὐφυὲς οὐκ ἴσον ἐφ’ ἅπασιν· ἑτεροκλινῆ δὲ ὥσπερ καὶ ἐπ’ αὐτὸν νενευκότα παρέδειξε τὸν πρεσβύτην. Διελογίζετο γάρ που, κατὰ τὸ εἰκὸς, ὡς ἔσται λαμπρὸς καὶ ἀοίδιμος. Καὶ ὁ τῶν τῆς νεότητος σκιρτημάτων οὐ πεφροντικὼς, εἰς ἄνδρα ἤδη τελῶν, πῶς οὐκ ἂν γένοιτο τῶν τεθαυμασμένων; Κεκαινούργηκε δέ τι παρὰ τοὺς ἄλλους ἐπ’ αὐτῷ καὶ ὁ μακάριος Ἰακώβ· χιτῶνά τε γὰρ ἐξυφαίνει ποικίλον, καὶ ἐσθήμασιν ἐτίμα τοῖς ἐκπρεπεστάτοις. Τί οὖν ἐντεῦθεν; Κατεθήγοντο πρὸς ὀργὰς οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, συναπεκομίζοντο δὲ τούτοις εἰς λύπην ἐκτοπωτάτην, καὶ τὸν ἐπὶ τῷ μειρακίῳ λοιπὸν εἰσεδέχοντο φθόνον, οἱ ἐκ τῆς ἐλευθέρας, φημὶ δὴ τῆς Λείας. Ἠδίκει μὲν γὰρ αὐτοὺς ὁ νεανίας οὐδέν· ἡ δὲ τοῦ πατρὸς ἀγάπησις καὶ τὸ τοῦ παιδὸς εὐφυὲς, τῆς ἀδίκου βασκανίας αὐτοῖς ἐνετίθει τὸ πῦρ· καὶ τοῖς ἀπὸ γλώττης κατηκόντιζον τέως, διαλοιδορούμενοί πως καὶ διασύροντες, ἐφ’ οἷς ἦν εἰκὸς τὸν ἔφηβον ἤδη κατονειδίζεσθαι παρ’ ἐχθρῶν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Οὐκοῦν ἀκροβολισμοὶ μὲν ὥσπερ τῶν ἀνοσίων σκεμμάτων γεγόνασιν ἀπαρχαὶ, φιλοψογίαι τε καὶ σκώμματα τὰ ἀπὸ γλώττης ἀχαλινώτου καὶ φθόνῳ λοιπὸν ὑπηρετεῖν τεταγμένης. Ἀνεκαίετο δὲ τὰ πρὸς ἔχθραν αὐτοῖς ἐντονωτέραν, ἐκ τοιᾶσδέ τινος αἰτίας· τῷ μὲν γὰρ νεανίᾳ προαναφαίνει Θεὸς, ὡς ἔσται κατὰ καιροὺς λαμπρὸς καὶ ἀπόβλεπτος, καὶ τῶν ἀδελφῶν ἐν ἀμείνοσι, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις κατεστεμμένος. Πρόκλησις δὲ, οἶμαι, τὸ δρώμενον ἦν, ἀκονῶσα τὸ μειράκιον εἰς ἔφεσιν ἀρετῆς. Ὅνπερ γὰρ τρόπον οἱ παιδοτρίβαι τοὺς νέους ἀλείφοντες, παραθήγουσι μὲν εἰς εὐτολμότατα τολμήματα, καὶ τὸ τληπαθὲς ἑλέσθαι τιμᾷν ἀναπείθουσι, τὰ γέρα προαγορεύοντες, ἃ τῇ τοῦ νικᾷν συνθέουσι δόξῃ αἱ τῶν ἀγωνοθετούντων φιλοτιμίαι, τὰς παρὰ τῶν θεωμένων εὐφημίας, τοὺς ἐπαίνους, τοὺς κρότους· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς, ὅταν ἴδῃ ψυχὴν εὐφυᾶ, δοκίμῳ τε καὶ ἀκιβδήλῳ διαπρέπουσαν νῷ, καὶ πρὸς πᾶν τῶν ἀρίστων ἔχουσαν ἐπιτηδείως, καλεῖ δὴ τότε πρὸς τὸ δρᾷν ἑλέσθαι τὸ ἀγαθόν· προαναδεικνὺς τὰ ἐσόμενα, καὶ διανιστὰς οἰκονομικῶς εἰς προθυμίαν, δῆλον δὲ ὅτι τὴν ἐπ’ ἀρεταῖς. Ὅραμα τοίνυν καὶ ὀμφή τις ἄνωθεν ἐπεφοίτησέ ποτε τῷ νέῳ, φημὶ δὴ τῷ Ἰωσήφ· ὁ δὲ, οἶμαί που, θαυμάσας ἀνεκοινοῦτο τοῖς ἀδελφοῖς, οὕτω λέγων· Ἀκούσατε τοῦ ἐνυπνίου τούτου οὗ ἐνυπνιάσθην· ᾬμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη· περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν, προσεκύνησαν τῷ ἐμῷ δράγματι. Εἶπον δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν, ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ, καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ. Ἄθρει δὴ οὖν, ὅτι πρὸς ἐπίδοσιν αὐτοῖς τὰ τῆς βασκανίας οἴχεται, καὶ τροφὴν ὥσπερ τινὰ ποιοῦνται τῷ φθόνῳ τὰ ἐκ τῶν ἐνυπνίων ὑποδηλούμενα. Οἱ γὰρ ὅλως τὴν ἀρχὴν οὐ μετρίως ἀσχάλλοντες, διαφερόντως ὅτι τετίμητο, πῶς ἂν οἰστὸν ἐποιήσαντο τὸ ἑλέσθαι καὶ προσκυνεῖν, καὶ τάξιν αὐτῷ τηρῆσαι τὴν ὧδε σεπτὴν καὶ πολὺ λίαν ὑπερηρμένην; Πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, πῶς ἀεὶ ὁ φθόνος ἀνοσίαν ἔχει τὴν ἔφοδον, καὶ διὰ τῶν ἴσων ἔρχεται κακῶν. Εὑρήσομεν δὲ τυφλόν τε καὶ θεομάχον ὅτι μάλιστα τὸ θηρίον. Ἐπιτήρει γὰρ, ὅπως Θεοῦ προαγγέλλοντος τῷ Ἰωσὴφ τὴν τῆς ἐσομένης εὐκλείας λαμπρότητα, δέον ἐκεῖνο διενθυμεῖσθαι σαφῶς, ὡς οὐκ ἂν ὁ τὰ δίκαια κρίνων Θεὸς ἐποίσειεν ἂν τοῖς οὐχ ἑλεῖν ἀξίοις τὰς ἀνωτάτω τιμὰς, εἶτα χαίρειν ἐπ’ ἀδελφῷ διαφανεστάτην ἔχοντι τὴν ἐλπίδα καὶ θείᾳ ψήφῳ τετιμημένῳ· τοῦτο μὲν οὐ δεδράκασιν, ἁδρότερον δὲ τοῦ φθόνου διανιστῶσι τὸ κέντρον, καὶ θηρῶν δίκην ἐπιμεμανήκασι, μονονουχὶ καὶ ἐπιτιμῶντες Θεῷ τῷ τὴν δόξαν ὑπισχνουμένῳ, καὶ ὅτι περίοπτος ἔσται προαναφαίνοντι. Τοῦτο γεγονὸς εὑρήσομεν ἐπί τε Κάϊν καὶ Ἄβελ. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν Ἄβελ θυσίαν ἐπαίνων ἠξίου, καὶ πῦρ καθιεὶς οὐρανόθεν, ἐδέχετο τὴν δωροφορίαν, τῇ τοῦ Καῒν οὐ προσεσχηκώς· τὸν μιαιφόνον εὐθὺς εἰσεδέχετο φθόνον, καὶ ταῖς ἄνωθεν ψήφοις τὴν οἰκείαν ὥσπερ ἀντεξάγων ὀργὴν, δόλῳ μέτεισι τὸν ἀδελφὸν, καὶ δὴ καὶ διόλλυσι. Καταλήγει γάρ πως ἐν τούτοις ὁ φθόνος ἀεί. Ἀλλὰ τίς ἂν γένοιτο τῶν ὁραμάτων ὁ νοῦς; Δράγμα δὲ γὰρ εἰς καιροῦ σημεῖον παραδεξόμεθα. Τό γε μὴν ἐν δόξῃ περιφανὲς ἡ τοῦ ἑνὸς ἔγερσις ὑπεμφήνειεν ἄν. Ὅτι τοίνυν ἥξει καιρὸς, καθ’ ὃν ἔσται μὲν εὐκλεὴς ὁ θεσπέσιος Ἰωσὴφ, ὑποπεσεῖται δὲ ὥσπερ αὐτῷ καὶ ὑπενεχθήσεται καὶ αὐτὴ τῶν ἀδελφῶν ἡ πληθὺς, προϋπέδειξεν αἰνιγματωδῶς τὸ αὐτοῦ δράγμα παρὰ τῶν ἑτέρων προσκυνούμενον. Ἀλλ’ οὐ μέχρι τούτων τῷ Ἰωσὴφ τὰ ἐνύπνια· ἀλλά τι καὶ ἕτερον ἐπὶ τῷδε τεθεαμένος, ἀφηγεῖται πάλιν αὐτοῦ πέρι τῷ μακαρίῳ πατρὶ καὶ τοῖς ἀδελφοῖς. Εἶδε γὰρ, φησὶν, ἐνύπνιον ἕτερον, καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρει τὸ ῥῆμα. Εὐτεχνὴς ὁ πρεσβύτης, καὶ ταῖς ἀνωτάτω διαπρεπὴς ἀγχινοίαις. Συνίησι μὲν γὰρ τῶν ὁραμάτων τὴν δύναμιν· ἐπετίμα δὲ τῷ παιδὶ, λέγων· Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Καὶ τίς ἂν νοοῖτο; σοφὸς δὲ ὅπως καὶ ἀναγκαῖος ὁ τῆς ἐπιτιμήσεως τρόπος. Ἀνακόπτει μὲν γὰρ εὐφυῶς τῶν ἀκροωμένων τὸν φθόνον, καὶ θράσει ἀφορήτῳ τὸν νεανίσκον καταχεόμενον τιθασσεύει λοιπὸν τρόπον τινὰ, καὶ καλεῖ πρὸς τὸ ἥμερον· οὐκ ἐᾷ δὲ τὸ μειράκιον τῇ τῶν ἐνυπνίων ἐλπίδι καταλαζονεύεσθαι τῶν ἀδελφῶν, ἀλλ’ οὐδὲ τῆς εἰς πατέρα τιμῆς ἀβούλως ὀλιγωρεῖν, μονονουχὶ καὶ πρόωρον τῆς ἐσομένης λαμπρότητος τὴν ὑπεροχὴν ἁρπάζειν ἐν ἑαυτῷ. Ὅρα γὰρ ὅπως περιίστησιν εὐφυῶς εἰς ἔκβασιν οὐκ ἐνδεχομένην τῶν ὁραμάτων τὴν δύναμιν. Τεθνεώσης γὰρ ἤδη τῆς Ῥαχὴλ, ἣ τὸν Ἰωσὴφ ἐκτέτοκε, Μὴ ἐγὼ, φησὶ, καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι; Ἔδρα δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, καὶ τῆς τοῦ νεανίσκου φρενὸς κατασύρων τὸν ὄγκον, καὶ τῶν ἀδελφῶν τὸν ἐγηγερμένον ἐπ’ αὐτὸν κατευνάζων φθόνον. Ἔσεσθαί γε μὴν προσδοκᾷ τὸ χρῆμα αὐτός. Ἀκήκοε γὰρ οὐ παρέργως, ἀλλ’ οὐδὲ λήθης ἀξίους ποιεῖται τοὺς λόγους, εἰ καὶ τὸ εἰκαῖον αὐτῶν κατέγραφε. Τετήρηκε γὰρ αὐτοὺς, ὅτι καὶ εἰς πέρας ἐκβήσονται τάχα που τεθαῤῥηκώς. Μετὰ δέ γε τὴν τῶν ἐνυπνίων ἀφήγησιν, Ἀπῴχοντο μὲν οἱ ἀδελφοὶ τοῖς αἰπολίοις ὁμοῦ κατανέμειν ἐν Σιχέμ. Εἶτα μικροῦ διὰ μέσου παραθέοντος χρόνου, προτρέπει τὸ μειράκιον ὁ πατὴρ ἐπισκεψόμενον ἰέναι τοὺς ἀδελφούς. Οὐχὶ γὰρ, φησὶν, οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Σιχέμ; Δεῦρο ἀποστελῶ σε πρὸς αὐτούς. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγώ. Εἶπε δὲ αὐτῷ Ἰσραήλ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. Προθυμότατα μὲν οὖν ἰέναι κατεπαγγέλλεται, καὶ δὴ καὶ ἀπαίρει, καὶ ἀποκεχώρηκεν ἐκ τῆς κοιλάδος Χεβρών. Ἐκπεριθέοντι δὲ τὴν ἔρημον, ἔφη τις περιτυχὼν ἐφ’ ὅτῳ τε ἥκοι, καὶ ὅποι ποτὲ, καὶ ἐπὶ τίνας ἴεται. Ὁ δὲ πρὸς ταῦτα εὐθύς· Τοὺς ἀδελφούς μου ζητῶ, ἀπάγγειλόν μοι ποῦ βόσκουσιν. Εἶπε δὲ αὐτῷ, φησὶν, ὁ ἄνθρωπος, ἀπήρκασιν ἐντεῦθεν. Ἥκουσα γὰρ αὐτῶν λεγόντων· Πορευθῶμεν εἰς Δοθαΐμ. Οὗ καὶ ἀφιγμένος, ἀδοκήτως ἐπεβουλεύετο. Ἐπὶ καιροῦ γὰρ ὥσπερ ὁ φθόνος τὸ πάλαι δοκοῦν εἰργάζετο. Διαχρήσασθαι μὲν οὖν εἰς ἅπαν ἐπεθύμουν αὐτὸν οἱ ἀπὸ Βάλλας τε καὶ Ζελφᾶς τῶν θεραπαινῶν· ἔφασκον γάρ· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται. Νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν ἐφ’ ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Ἀκούσας δὲ Ῥουβεὶμ, ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, λέγων Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν. Εἶπε δὲ αὐτοῖς Ῥουβείμ· Μὴ ἐκχέητε αἷμα, ἐμβάλλετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ. Εἶπε δὲ οὕτως, ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. Τὸν χιτῶνα δὴ οὖν ἀφελόμενοι τὸν ποικίλον. καθίεσαν εἰς λάκκον οὐ τεθνεῶτα τὸν Ἰωσὴφ, πλὴν ὡς τεθνηξόμενον καὶ οὐκ εἰς μακράν. Ἐπειδὴ δὲ Ἰσμαηλῖταί τινες, ἀρωμάτων ἔμποροι, πρὸς τὴν Αἰγυπτίων ἠπείγοντο, συμβουλεύοντος Ἰούδα (μὴ γὰρ δὴ χρῆναι διολλύναι τὸν ἀδελφὸν ἀνεκεκράγει σαφῶς), ἀπημπολήκασι τὸ μειράκιον καταθεμένοις ὑπὲρ αὐτοῦ τοῖς ἐκπρίασθαι βουληθεῖσιν, εἴκοσι χρυσοῦς. Καὶ ἀπεκομίσθη μὲν εἰς Αἴγυπτον Ἰωσήφ. Ῥουβεὶμ δὲ πάλιν τὸ γεγονὸς οὐκ εἰδὼς, ἀφίκετο μὲν ἐπὶ τὸν λάκκον. Ἐπειδὴ δὲ τὸ παιδάριον οὐ τεθέαται, κεκινδυνευκέναι νομίσας, περιῤῥήγνυσι μὲν τὸ ἱμάτιον, ἐπίκλημα δὲ τοῖς ἄλλοις ἐποιεῖτο τὸν Ἰωσὴφ, οὕτω λέγων· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Μονονουχὶ γάρ φησι· Πῶς ἂν ὑποστρέψαιμι πρὸς τὸν πατέρα, ἢ πῶς ἂν ὅλως προσδέξαιτο τὸν ἠγαπημένον οὐκ ἔχοντας; τί δὲ δὴ καὶ ἐροῦμεν ἀπαιτοῦντι τῷ πατρὶ τὸ παιδάριον; Οἱ δὲ τὸν χιτῶνα τὸν ποικίλον αἰγὸς αἵματι καταδεύσαντες, προσεκόμιζον τῷ πατρὶ, δόλῳ καὶ ἀπάτῃ μεθύοντας συνθέντες λόγους. Τοῦτον γὰρ εὕρομεν, φασίν; ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ. Κατοιμώζει δὲ ὁ πατὴρ, καὶ τάχα που τῆς τῶν υἱῶν βασκανίας, καὶ ἀνοσίων σκεμμάτων κατεκεκράγει, λέγων· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ. Δυσεύναστόν τε καὶ ἀνουθέτητον παντελῶς, καὶ ἐπὶ τῇ τοῦ παιδὸς συμφορᾷ τὴν δυσθυμίαν ἐδέχετο. Οὐ γὰρ ἤθελε, φησὶ, παρακληθῆναι λέγων, ὅτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. Ἐκβεβηκότος δὴ οὖν εἰς πέρας τοῦ τῆς ἱστορίας λόγου, μετοιχήσεται πάλιν ὁ νοῦς τῶν ἐσωτάτω πρὸς ἔρευναν. Καὶ οἷά τισι σκιαῖς τοῖς αἰσθητῶς γεγονόσιν ἐπιχρωματίζων τὴν ἀλήθειαν, εὐπρεπὲς ὡς ἔνι τὸ τῆς θεωρίας ἀπεργάζεται κάλλος.