Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰωσήφ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-12
Not analysed yet
γ. Τέτοκε τοίνυν τὸν Ἰωσὴφ ἡ νεωτέρα Ῥαχὴλ, ἡ καλὴ τῷ εἴδει, καὶ λαμπραῖς ὀμμάτων βολαῖς ἀποστίλβουσα τὸ ἐπίχαρι· καίτοι τῆς Λείας οὐχ ὧδε ἐχούσης. Πόθεν; Γέγραπται γὰρ, ὅτι οἱ μὲν Ὀφθαλμοὶ Λείας ἀσθενεῖς· Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. Ἀλλὰ Λείαν μὲν ἐλέγομεν τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι, τὴν Συναγωγήν· τὰς ἐπὶ τούτῳ πίστεις συλλέγοντες ἀπό τε τῶν ὀφθαλμῶν καὶ τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἀκαλλὴς γὰρ ὄντως καὶ πολὺ νοσοῦσα τὸ ἄῤῥωστον, ἡ ἔσω τε καὶ εἰς νοῦν ὅρασις τῆς Ἰουδαίων Συναγωγῆς. Ὀφθαλμοὶ γὰρ αὐτοῖς, καὶ οὐ βλέπουσι, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ ἐγνώκασι τὰ Μωσέως, οὔτε μὴν γεγόνασιν οἷοί τε καταθρεῖν τὰ ἐν αὐτῷ μυστήρια, δι’ ὧν πολυτρόπως ὁ Ἐμμανουὴλ κατεγράφετο. Ἑρμηνεύεται δὲ Λεία, κοπιῶσα, καθὰ καὶ ἐν ἑτέροις εἰρήκαμεν. Κεκοπίακε γὰρ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, βραδὺ καὶ δύσοιστον ἄχθος τὸν διὰ Μωσέως ἔχουσα νόμον. Τοιγάρτοι καὶ ὁ Χριστὸς ὡς κοπιῶντας αὐτοὺς καὶ κατηχθισμένους, εἰς τὴν διὰ πίστεως ἄνεσιν ἐκάλει λέγων· Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀλλὰ Λεία μὲν ἐν τούτοις. Καθαροὶ δὲ ἄγαν οἱ τῆς Ῥαχὴλ ὀφθαλμοί. Τεθέαται γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τὴν δόξαν Χριστοῦ, καὶ ἐν αὐτῷ τὸν Πατέρα· κέκληται δὲ πρὸς οἰκείωσιν τοῦ νοητοῦ νυμφίου, τουτέστι Χριστοῦ, μετὰ τὴν πρώτην. Αὕτη γὰρ ἡ νεωτάτη ῥυτίδα μὴ ἔχουσα, καίτοι παλαιωθείσης τῆς πρώτης, καὶ ἐπεί τοι γεγήρακεν, ἐγγὺς γενομένης ἀφανισμοῦ. Ἑρμηνεύεται δὲ καὶ ἡ Ῥαχὴλ, Θεοῦ ποίμνιον. Ποίμνιον γὰρ τοῦ Σωτῆρος ἡ Ἐκκλησία· ὃς Ἰουδαίοις μὲν ἔφασκε δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς. Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα· κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Ἡμῶν δὲ δὴ πέρι, Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον. Ἔστι μὲν οὖν ποιμὴν ἀγαθὸς, καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύων. Κεχρημάτικε δὲ καὶ πρόβατον, ἐπεί τοι γέγονε καθ’ ἡμᾶς. Καὶ γοῦν ὁ σοφὸς Ἰωάννης τοῖς Ἰουδαίων δήμοις αὐτὸν παρέδειξε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Μυρίοι μὲν γὰρ ἐσφάττοντο, κατὰ τὸν τοῦ νόμου τύπον, ἀλλ’ οὐδεὶς ἀπήλειψε τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν. Ἀνῄρηκε δὲ τοῦ κόσμου τὴν ἁμαρτίαν ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ ἀληθινὸς, τὸ ἄμωμον ἱερεῖον. Οὐκοῦν καὶ ὡς πρόβατον λελόγισται μεθ’ ἡμῶν. Καλοῖτο δ’ ἂν διὰ τοῦτο καὶ τῆς Ἐκκλησίας υἱὸς ὡς πρωτότοκος ἐν ἀδελφοῖς. Ἰστέον δὲ ὅτι καὶ Ἰωσὴφ ἑρμηνεύεται προσθήκη καὶ αὔξησις Θεοῦ. Ἀεὶ γὰρ εἰς αὔξησιν τῶν τῆς Ἐκκλησίας τέκνων ἡ ἁγία πληθὺς ἐπιδίδοται. Τοιγάρτοι καὶ εἴρηται πρὸς αὐτήν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, Σιὼν, καὶ ἰδὲ πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Καὶ πάλιν· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ τῆς Περσῶν. Γέγραπται δὲ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· πῆ μὲν, ὅτι ὁ μὲν Κύριος προσετίθει τοὺς σωζομένους καθ’ ἡμέραν ἐπὶ ταυτό· πῆ δὲ δὴ αὖ· Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν. Ταύτῃτοι, καθάπερ ἤδη προεῖπον, νοοῖτ’ ἂν εἰκότως ὁ νοητὸς Ἰωσὴφ, τουτέστιν, οἱ ἐν Χριστῷ, προσθήκη Θεοῦ. Ἴοι δ’ ἂν ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ὡσανεὶ καὶ αὑτὸν οἰκονομικῶς ὀνομάζων. Ἔστι γὰρ, αὐτὸς μὲν ἡ κεφαλή· σῶμα δὲ καὶ μέλη, ἐκ μέρους ἡμεῖς. Καὶ αὐτὸς μὲν ἡ ἄμπελος· ἐμπεφύκαμεν δὲ κλημάτων δίκην ἡμεῖς, ἑνώσει τῇ κατὰ πνεῦμα δι’ ἁγιασμοῦ συνδούμενοι. Ἀλλ’ Ἦν, φησὶν, Ἰωσὴφ δέκα καὶ ἑπτὰ ἐτῶν. Καὶ ὅτι μὲν νέος κομιδῇ, παραδείξειεν ἂν, οἶμαί που, καὶ διὰ τούτων ἡμῖν ἡ Γραφή. Νεώτατον δὲ τῶν ἄλλων καὶ αὐτὸν εἶναί φαμεν τὸν Ἐμμανουὴλ, τὸ ἐν χρόνῳ πρεσβύτερον τοῖς πρὸ αὐτοῦ γεγονόσιν ἀνάπτοντες, οἷον Μωσῇ καὶ προφήταις· ἐκβασανίζοντες δὲ τῶν γεγραμμένων τὴν δύναμιν, οἰησόμεθά τι καὶ ἕτερον διὰ τούτου κατασημαίνεσθαι. Καταγράψει γάρ πως ἡμῖν καὶ αὐτὸ τάχα που τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βαθὺ μυστήριον, καὶ ὁ τῶν ἐτῶν ἀριθμός. Καὶ τίνα δὴ τρόπον, διατρανοῦν ὡς ἔνι πειράσομαι· ὡς γὰρ ἔφην ἤδη καὶ ἐν ἑτέροις· μεμνήσομαι γάρ.