Ancient Greek · ~19 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου τοῦ παραδειχθέντος τῷ μακαρίῳ Μωσῇ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-16
Not analysed yet
β. Ὕδατι τὸν θεῖον παρεικάζει λόγον ἡ θεόπνευστος Γραφή. Ὥσπερ γάρ ἐστι σωμάτων ζωοποιὸν τὸ ὕδωρ τὸ αἰσθητόν· οὕτω καὶ ὁ θεῖος εἰ καθίκοιτο λόγος εἰς νοῦν, ὀνήσειεν ἂν οὐ μετρίως αὐτόν. Τοιγάρτοι καὶ ὁ Χριστὸς ταῖς Ἰουδαίων ἀγέλαις προσλαλῶν ἀνακεκράγει, λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ πρός γε τὴν γυναῖκα ἐκ Σαμαρείας, Καὶ πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἄρτι τοίνυν οἱ ἐξ Ἰσραὴλ τὴν θεομισῆ τῶν Αἰγυπτίων ἀφέντες λατρείαν, μετέθεντο ταῖς γνώμαις εἰς τὸ τελεσφορεῖν ἅπερ ἂν βούλοιτο Θεός. Ἀλλ’ οὔπω τοῖς ἄνωθέν τε πεπαιδαγώγηνται νόμοις, οὔπω τῶν νοητῶν ὑδάτων ἀπογευσάμενοι, μονονουχὶ ξηρὸν καὶ δεδιψηκότα τὸν νοῦν εἶχον ἐν ἑαυτοῖς. Εἶτα μόλις περιτυγχάνουσιν τῇ Μεῤῥᾷ· ἀλλ’ οὐκ ἠδύναντο πιεῖν ὕδωρ· πικρὸν γὰρ ἦν. Ἔπειτα Μωσέως τὸ ξύλον ἐμβεβληκότος, τῆς ἐμφύτου πικρίας τὸ ὕδωρ ἀπηλλάττετο. Τίς οὖν ἡ Μεῤῥά; Φαίην ἂν ὅτι τὸ Γράμμα τὸ νομικόν. Πικρὸς γὰρ ὁ νόμος, εἴπερ ἐστὶ κολαστής. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος· Ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει. Ὁρᾷς ὅτι πικρὸς ἦν καὶ δύσοιστος καὶ αὐτοῖς τάχα που τοῖς ἐθέλουσι κατορθοῦν; Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἀνάπτουσί τινας εἰς λατρείαν αὖθις τὴν νομικὴν, διαῤῥήδην ἔφασκον· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὕτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι; Καὶ γοῦν ὁ μακάριος Παῦλος κατακρίσεως διακονίαν ἀποκαλεῖ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἐντολήν. Ἔφη γὰρ οὕτως· Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. Ἔφη δὲ καὶ ἑτέρωθι· Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Γράμμα σαφῶς, οἶμαί που, τὸν νόμον, πνεῦμα δὲ πάλιν, τὴν ἐν πνεύματι λατρείαν ἀποκαλῶν, τουτέστι, τὴν εὐαγγελικήν· πικρὸς γὰρ ὁ νόμος. Ἑρμηνεύεται δὲ πικρὰ καὶ ἡ Μεῤῥά. Ὅτι δὲ ἡ διὰ νόμου παίδευσις αὐτὴ καθ’ ἑαυτὴν, καὶ ὅσον ἧκεν εἰς τύπους, ζωοποιεῖν οὐχ οἵα τε, τὸ διατείνεσθαι περιττόν. Οὐδεὶς γὰρ ἐν νόμῳ δικαιοῦται παρὰ Θεῷ, κατὰ τὸ γεγραμμένον. Ἀλλὰ καὶ αὐτὸς ἔσται δὴ τότε ζωοποιὸς ὁ νόμος, ἀπαλλαγήσεται καὶ τῆς κατὰ γράμμα πικρίας, εἰ γένοιτο παραδεκτικὸς μυστηρίου τοῦ κατὰ Χριστόν· τέλος γὰρ νόμου Χριστὸς εἰς σωτηρίαν παντὶ πιστεύοντι, νοούμενος δηλονότι πνευματικῶς· τύπος δ’ ἂν εἴη καὶ τοῦδε σαφὴς τὸ ἐπὶ Μεῤῥᾷ συμβεβηκός. Δηλοῖ γὰρ τὸ ξύλον, τὸν τοῦ Σωτῆρος σταυρὸν, ἤτοι τὸ ἐπ’ αὐτῷ μυστήριον· ὅπερ εἰ γένοιτο τοῖς ἐν νόμῳ παραδεκτὸν, γλυκὺ καὶ τὸ πικρὸν εὑρήσουσιν· οὐ γὰρ τοῖς πιστεύουσιν εἰς Χριστὸν, φιλαίτιός τέ ἐστι καὶ κολαστὴς ὁ νόμος, ἀλλ’ ἤδη ζωοποιὸς, μεταπλαττομένης εὖ μάλα τῆς ἱστορίας ἡμῖν πρὸς θεωρίαν πνευματικὴν, καὶ ποδηγούσης ἐπὶ Χριστὸν, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Τότε γὰρ, τότε καὶ νόμος ἡμῖν ὁριεῖ δικαιώματά τε καὶ κρίσεις. Ἀποκομιεῖ γὰρ εὐθὺς ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων καταδείξει τρίβον, ἔξω τε δειμάτων καὶ τοῦ κολάζεσθαι προσδοκᾷν γενέσθαι παρασκευάζει. Πᾶσαν γὰρ, φησὶ, πληγὴν ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. Οὐκοῦν τοῖς ἐν νόμῳ τοῦτο λαβοῦσι μυστήριον, ἐλπὶς ἀγαθὴ τοῦ διαβήσεσθαι κόλασιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὃ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις κατὰ τὸν τῆς ἐπιδημίας καιρόν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς ζωήν. Καὶ πάλιν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται. Παραδεξάμενος τοίνυν τὰ δικαιώματα Χριστοῦ, τότε δὴ, τότε καὶ εἰς Ἐλεὶμ ἥξομεν· ὅ ἐστιν, ἀνάβασις. Ἀναβιβαζόμεθα γὰρ ἐκ τῆς ἀρχαίας ἡμῶν νηπιότητος εἰς ἀρτίως ἔχουσαν φρένα, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καταντήσαντες, ταῖς τῶν νοητῶν ὑδάτων πηγαῖς ἐντρυφήσομεν. Δυοκαίδεκα δὲ αὗται τὸν τῶν ἁγίων ἀποστόλων ἡμῖν καταγράφουσι χορόν· περιτευξόμεθα δὲ καὶ τοῖς ἑβδομήκοντα στελέχεσι τῶν φοινίκων. Γέγραπται γὰρ, ὅτι μετὰ τοὺς ἁγίους ἀποστόλους ἀνέδειξεν ὁ Κύριος ἑτέρους ἑβδομήκοντα. Ὅτι δὲ πηγαὶ κατὰ τὸ ἀληθὲς οἱ θεσπέσιοι μαθηταὶ, τὸν θεῖον ἡμῖν καὶ σωτήριον καὶ ἀναγκαῖον εἰς ζωὴν ἀναβρύοντες λόγον, παραδείξειεν ἂν εὖ μάλα τοῖς ἐν νόμῳ δεδικαιωμένοις ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Ἁγίου δὲ πέρι παντὸς ὁ θεσπέσιος Μελῳδὸς, Δίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει. Καὶ μή τοι θαυμάσῃς. Ἐπεὶ καὶ αὐτὸς ὁ Χριστὸς τῇ τοιᾷδε κλήσει κατονομάζεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ἔφη γάρ που πάλιν ἡ νοητὴ νύμφη, τουτέστι ἡ Ἐκκλησία, περὶ τοῦ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νυμφίου, φημὶ δὴ Χριστοῦ· Εἶπα· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι· κρατήσω τῶν ὑψῶν αὐτοῦ. Ἀεὶ γάρ ἐστιν εὐθαλὲς τὸ φυτὸν, γλυκύ τε καὶ εὔριζον, καὶ λελευκασμένην ἔχον τὴν καρδίαν. Τοιουτοειδὴς δέ πώς ἐστιν ὁ Χριστὸς νοητῶς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.