Ancient Greek · ~16 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου τοῦ παραδειχθέντος τῷ μακαρίῳ Μωσῇ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-14
Not analysed yet
α. Τῆς τῶν Αἰγυπτίων ἀπαίροντες γῆς οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν δυσαχθῆ τῆς δουλείας ζυγὸν ἀποδυσάμενοι μόλις, διὰ μέσης θαλάσσης ᾔεσαν ὡς ἐπὶ ξηρᾶς, ἀμογητὶ δὲ καὶ τοῦτο διαπεραίνοντες. Ἐπάγησαν γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα τοῖς θείοις εἴκοντα νεύμασιν. Εἶτα μετὰ τοῦτο πανστρατὶ κεκινδυνευκότα τεθεαμένοι τὸν Φαραὼ, καὶ πεπνιγμένον τοῖς ὕδασιν, οἰκτρῶς τε διολωλότας τοὺς ἀφορήτους ποτὲ καὶ σκληραγωγοῦντας αὐτοὺς ἀφιλοικτιρμόνως, ᾠδὰς ἀνίεσαν τῷ Θεῷ, καὶ ὕμνοις αὐτὸν τοῖς χαριστηρίοις καταγεραίροντες ἔφασκον· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππους καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. Τεθαυματούργηκε γὰρ χρησίμως ὁ τῶν ὅλων Θεός. Καίτοι γὰρ πλεῖστά τε ὅσα καὶ λίαν ἀξιοθαύμαστα παραδείξας αὐτοῖς τὰ ἐν Αἰγύπτῳ σημεῖα, προσέτι φιλοτίμως τὸ καὶ δι’ αὐτῆς διᾴττειν θαλάσσης δύνασθαι τοὺς ὑπ’ αὐτῷ γεγονότας, ἵν’ εὖ βεβηκότα λοιπὸν καὶ ἐρηρεισμένον ἐν αὐτοῖς ἔχοιεν νοῦν, καὶ δὴ καὶ πιστεύοιεν ὡς οὐ καθ’ ἕνα τῶν ψευδωνύμων ἐστὶ θεῶν, ἤγουν ἀνθρωπίνης εὑρέματα τέχνης, καὶ τὸ βρέτας ἁπλῶς ἐκ ξύλου καὶ λίθου πεποιημένον· ἀλλ’ ὅτι τῶν ὅλων ὑπάρχων Κύριος, ὡς ὑπὸ πόδας κειμένῃ κελεύει τῇ κτίσει, καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν εὐκόλως διαπεραίνεται. Ἵνα δὲ καί τι μειζόνως θαυμάζοντες ὠφελοῖντο, πλουσιώτερον ἀπαίρειν ἐκέλευεν, καὶ εἰς τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἐπείγεσθαι γῆν, στρατηγοῦντος καὶ καθηγουμένου τοῦ πανσόφου Μωσέως. Εἶτα τί τὸ μετὰ τοῦτο, σαφηνιεῖ δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν· Ἐξῆρε γὰρ, φησὶ, Μωσῆς, τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σοὺρ, καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥὰν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν. Διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν, λέγοντες, Τί πιόμεθα; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. Ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίματα καὶ κρίσεις. Καὶ ἐκεῖ αὐτὸν ἐπείραζε, καὶ εἶπεν· Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Ἐλείμ· καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων. Παρενέβαλον δὲ ἐκεῖ ἐπὶ τὰ ὕδατα. Ἄθρει δὴ οὖν πῶς οὐκ ἀγυμνάστως αὐτοὺς λελυτρωμένους, οὐδὲ τῷ τῆς εὐθυμίας ἐντρυφῶντας πλάτει, παρακομίζεσθαι πρὸς τὸ ῥᾴθυμον ἐφίησιν οἰκονομικῶς, ἵνα μὴ κατὰ βραχὺ πρὸς λήθην ἰόντες τοῦ διασώζειν ἰσχύοντος, εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν εὐκόλως ὑπονοστήσειαν. Συλλέγουσι γὰρ οἱ πόνοι πρὸς Θεόν. Καὶ γοῦν ὁ προφήτης φησίν· Κύριε, ἐν θλίψει, ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Μακρὰν τοιγαροῦν καὶ διψάδα διιόντες γῆν, ἐν σπάνει γεγόνασι τῶν ἀναγκαίων εἰς ζωήν. Οὐ γὰρ εὕρισκον ὕδωρ ὥστε πιεῖν· παρατεινομένου δὲ τοῦ διψᾷν καὶ εἰς τρίτην ἡμέραν, μόλις αὐτοῖς εὑρίσκεται τὸ ποθούμενον. Ἀλλ’ ἦν καὶ τοῦτο ἄχρηστον παντελῶς. Πικρὸν γὰρ τὸ Μεῤῥᾶς ἦν ὕδωρ, καὶ τοῖς διψῶσιν οὐκ ἀσφαλὲς εἴς γε τὸ δύνασθαί, φησιν διαδρᾶναι θάνατον· δυσφοροῦσί τε ἐντεῦθεν, καὶ τοῦ μεσίτου κατακεκράγασιν· ἀλύει δὲ ὁ Μωσῆς. Εἶτα τοῦ πάντα εἰδότος Θεοῦ ξύλον αὐτῷ παραδείξαντος, ἐμβάλλει τοῖς ὕδασι, τὰ δὲ παραδόξως εἰς γλυκύ τε καὶ ποτιμώτατον μεθίστανται νᾶμα. Ἐκπεπωκότες οὖν καὶ ὠφελημένοι, τεθαυμάκασι τὴν θεοσημείαν, παρεμβάλλουσι μετὰ τοῦτο καὶ πηγαῖς ὑδάτων δώδεκα, ἔνθα καὶ ἑβδομήκοντα στελέχη φοινίκων ἦν. Κατηυλίζοντο δὲ τότε τρυφῶντες ἐκεῖ. Ὅτι τοίνυν ἐν πίστει καὶ οὐχ ἑτέρως εὑρεῖν ἦν δύνασθαι τῆς σωτηρίας τὴν ὁδὸν, διὰ σκιᾶς καὶ τύπων ἐπληροφόρει Θεός. Ταύτῃτοι καὶ σφάζειν ἐκέλευσεν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν, καὶ πιστεύειν ἤθελον, ὅτι τῷ αἵματι κατακεχρισμένοι, τὸν τοῖς πρωτοτόκοις ἐπεῤῥιμμένον διακρούσονται θάνατον. Ἢ γὰρ οὐχὶ φαίη τις ἂν, καὶ μάλα εἰκότως, ὅτι προγύμνασμα πίστεως τὸ δρώμενον ἦν; Τίνα γὰρ ἂν, εἰπέ μοι, τρόπον κατοῤῥωδήσειεν ὁ θάνατος προβάτου σφαγήν; Ἀλλ’ ἦν μυστηρίου τὸ χρῆμα τύπος. Ἐκρύεται γὰρ ὁ Χριστὸς αἵματι τῷ ἰδίῳ τοὺς ἡγιασμένους ἐν πίστει, καὶ θανάτου φθορᾶς ἀποφαίνει κρείττονας. Τί δὲ δὴ πάλιν ἐστὶ τὸ ἐπὶ τῇ Μεῤῥᾷ, φέρε λέγωμεν ὡς ἔνι.