Ancient Greek · ~45 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τοῦ μάννα, καὶ τῆς ὀρτυγομήτρας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-17
Not analysed yet
β. Ἀλλ’ ἐν τούτοις μὲν ἡμῖν ὁ περὶ τῶν αἰσθητῶν ἔστω λόγος. Τίς δ’ ἂν γένοιτο λοιπὸν τῆς πνευματικῆς θεωρίας ὁ νοῦς, ἢ τί τοῦ νόμου τὸ αἴνιγμα πολυπραγμονεῖν ἀναγκαῖον, φιλοθηρεῖν εὖ μάλα διεσπουδακόσιν ἡμῖν τὴν ἀλήθειαν. Εἰσόμεθα τοίνυν καὶ διὰ τούτων, ὡς ἔστιν ἀναμφιλόγως τῆς εὐαγγελικῆς πολιτείας κατόπιν ἡ νομικὴ, καὶ τῶν εἰς φιλοσαρκίαν αἰτιαμάτων οὐκ ἐλευθέρα, ἀπήλλακται δὲ οὐχὶ γεώδους ἐπιθυμίας, ἀλλ’ ἥ γε θεία καὶ εὐαγγελικὴ, πνευματική τέ ἐστι καὶ ἄμωμος, καὶ ἀσύγκριτον ἔχει τὸ κάλλος. Ληψόμεθα δὲ τὴν ἐφ’ ἑκάστῃ διάδειξιν καὶ πληροφορίαν, τὸν ἐπ’ ἀμφοῖν εὖ μάλα βασανίζοντες λόγον ἐκ τῆς θεοπνεύστου Γραφῆς. Ἐγένετο γὰρ, φησὶν, ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν. Τὸ πρωῒ δὲ ἐγένετο, καταπαυομένης τῆς δρόσου κύκλῳ τὴς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτοὶ οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Οὗτος ὁ ἅρτος ὂν ἔδωκεν ὑμῖν ὁ Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γόμορ, κατὰ κεφαλὴν, κατ’ ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξετε. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν, ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλασσον, καὶ ἐμέτρησαν τὸ γόμορ· καὶ οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἕλαττον, οὐκ ἠλαττόνησεν, ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Μηδεὶς καταλειπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ. Καὶ οὐκ ἤκουσαν Μωϋσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ, καὶ ἐξέζεσε σκώληκας, καὶ ἐπώζεσε. Καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωσῆς. Καὶ μεθ’ ἕτερα πάλιν· Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησε Κύριος· Σάββατα ἄγια ἀνάπαυσις τῷ Κυρίῳ αὔριον. Ὅσα ἐὰν πέσσητε, πέσσετε· καὶ ὅσα ἐὰν ἕψητε ἕψετε, καὶ πᾶν τὸ πλεονάζον, καταλίπετε αὐτὸ εἰς ἀποθήκην τῷ πρωΐ. Καὶ κατέλιπον ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ, καθάπερ συνέταξεν αὐτοῖς Μωσῆς, καὶ οὐκ ἐπώζεσε, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. Ἕκαστον μὲν οὖν τὸ ἀρκοῦν αὐτῷ συγκομίζειν ἐκέλευεν. Εἴργει δὲ οὐδαμῶς ἔργῳ, εἴπερ ἕλοιτο τυχὸν καὶ τοῖς ἀποῦσι συλλέγειν, καὶ τῷ τῆς ἀγάπης καταφαιδρύνεσθαι νόμῳ. Ἀποφάσκει δὲ παντελῶς τὸ φυλάττειν εἰς τὸ πρωΐ, καὶ τοῦτο δρᾷν ἔφη πρὸ μόνου τοῦ Σαββάτου, ἵνα καὶ ὁ τῆς ἀργίας μὴ ἀτιμάζοιτο νόμος. Οὐ γὰρ ἦν ὅλως εὑρεῖν ἐν Σαββάτῳ, μηδὲ καθιέντος Θεοῦ, μονονουχὶ δὲ διὰ τοῦδε καὶ ἀναγκάζοντος ἀφιλοεργεῖν ἐν Σαββάτῳ. Ἀλλ’ ὀλίγα τῶν θείων χρησμῳδημάτων πεφροντίκασί τινες, καὶ τετηρήκασι πρὸ Σαββάτου, καὶ, ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, Ἐπώζεσε, καὶ ἐξέζεσε σκώληκας. Καὶ ἐπικράνθη Μωσῆς· ἐκδεδραμήκασί τε καὶ ἐν Σαββάτῳ συλλέξοντες, καὶ ἠγανάκτει Θεός. Γέγραπται γὰρ οὕτως· Ἐγένετο δὲ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ, ἐξῆλθόν τινες ἐκ τοῦ λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; Ἴδετε, ὁ Κύριος ἔδωκε τὴν ἡμέραν ταύτην Σάββατα. Διὰ γὰρ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθίσασθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τοῖς εἰρημένοις πρέπων τε καὶ ἁρμοδιώτατος λόγος; Τί δὴ τὸ ἑσπέρᾳ μὲν τὴν ὀρτυγομήτραν ἐλθεῖν, δεδόσθαι δὲ ἐν φωτὶ καὶ ὄρθρῳ τὸ μάννα; Οἶμαι δὲ ἔγωγε πολυπραγμονεῖσθαι πρέπειν· καὶ πρό γε τῶν ἄλλων, τί μὲν ἡ ὀρτυγομήτρα, τί δὲ καὶ τὸ μάννα σκιᾶς. γ. Ὅτι τοίνυν σαρκικῶν ἐπιθυμιῶν οὐκ ἀπηλλαγμένη τῶν Ἰουδαίων ἡ ζωὴ, νοοῖτ’ ἂν εἰκότως, καὶ ἐλέγξειε σαφῶς τὸ ἐδώδιμα ποιεῖσθαι ζητεῖν τὰ ἐν Αἰγύπτῳ κρέα, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκνενικημένον, μονονουχὶ δὲ καὶ τυραννούμενον ἔχειν τὸν νοῦν. Ἀλλ’ οὐκ ἂν ὁρῷτο τὰ καθ’ ἡμᾶς ἐν τούτοις. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐσμὲν ἐπέκεινα σαρκικῆς ἀκαθαρσίας. Ἐπιμαρτυρήσει δὲ γράφων ὁ θεσπέσιος Παῦλος· Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Καὶ τί τὸ, ἐσταύρωσαν; ἀντὶ τοῦ, θανάτῳ παραδεδώκασι, νοητῷ δηλονότι, διά γε τὸ μὴ ἀνέχεσθαι κατὰ σάρκα ζῇν, μήτε μὴν ἑλέσθαι φρονεῖν τὰ πρόσκαιρα, κατανεκροῦν δὲ μᾶλλον τὰ μέλη τὸ ἐπὶ γῆς, πορνείαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ περιπατεῖν μὲν ἐπὶ γῆς, γλίχεσθαι δὲ σφόδρα τῶν ἄνω πολιτευμάτων. Διαμέμνηται γὰρ βοῶντος Γράμματος ἱεροῦ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἀδρανὴς οὖν ἄρα τῶν Ἰουδαίων ὁ νοῦς, καὶ ταῖς τῶν παθῶν προσβολαῖς πολὺ δὴ λίαν εὐκαταγώνιστος· ἐρᾷ γὰρ ἔτι τῶν σαρκικῶν, καὶ ἡττᾶται τῶν γεωδεστέρων. Ταυτὶ δὲ ἡμῖν, ὡς ἔφην, διὰ τῆς ὀρτυγομήτρας σημαίνεται. Ὀρέγει γε μὴν ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίας, οὔπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν· ὅτι μὴ τοῖς ἐν νόμῳ τὸ ἐκπρεπὲς εἰς ζωὴν, καὶ τὸ εἰς ἅπαν ἡγιασμένον, τετήρητο δὲ μᾶλλον τοῖς ἐν πνεύματι. Τοιγάρτοι καὶ διαθήκην καινὴν ἐπηγγείλατο διὰ προφήτου Θεὸς, οὐ κατ’ ἐκείνην τὴν πρώτην, ὅτι μὴ ἔχει τὸ ἄμεμπτον· ἑτέραν δὲ καὶ πνευματικὴν, τελειοῦν ἰσχύουσαν κατὰ συνείδησιν τοὺς πιστεύοντας. Θέα δὲ ὥσπερ ἐν ἑσπέρᾳ ἡ τῶν ὀρτυγομητρῶν γίνεται πρὸς τὴν Ἰουδαίων Συναγωγὴν πτῆσις. Φησὶ γάρ· Ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα· πλαγίως ἡμῖν τοῦ πράγματος ὑπεμφαίνοντος, ὅτι μηδέ ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστὴς, ἀλλ’ ὡς ἐν νυκτὶ καὶ σκότῳ. Καὶ τὸ χρῆμά ἐστιν, οὐ διεψευσμένως· ἀμαθίας γὰρ καὶ πωρώσεως, ἤγουν ἀχλύος τῆς νοητῆς, ὁ τῶν Ἰουδαίων οὐκ ἀπήλλακται νοῦς. Τοιγάρτοι καὶ ὁ Χριστὸς προσεφώνει λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἐν ἀχλύϊ δὴ οὖν καὶ ὡς ἐν σκότῳ λοιπὸν οἱ οὔπω πεπιστευκότες· οὐ γὰρ ἀφίκοντο πρὸς τὸ φῶς. Ἔφη δέ που περί τε τῶν Φαρισαίων καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὁ Χριστός· Ἄφετε αὐτούς· τυφλοὶ γάρ εἰσιν, ὁδηγοὶ τυφλῶν. Ἀφεγγὴς οὖν ἄρα τῶν Ἰουδαίων ὁ νοῦς· τοιγάρτοι νοσοῦσι κατὰ σαρκὸς, καὶ μονονουχὶ καὶ ἐκκρέμανται τῶν γεωδεστέρων. Λογιούμεθα οὖν τὸ μάννα, σκιὰν εἶναι καὶ τύπον τῶν διὰ Χριστοῦ παιδευμάτων τε καὶ χαρισμάτων, ἃ καὶ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει ποθέν· ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς, καὶ ἔστιν ἀληθῶς οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἀγγέλων τροφή. Πεφανέρωκε γὰρ ἡμῖν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον δι’ αὐτοῦ πεπιστεύμεθα, καὶ εἰς πᾶσαν τρίβον ἀρετῆς εὖ μάλα πεποδηγήμεθα. Τροφὴ δὲ πνευμάτων, ἡ ἔν γε τούτοις ἐστὶν ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις. Εἴη δ’ ἂν ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ τῶν διὰ Χριστοῦ παιδευμάτων ἡ χορηγία. Τοιγάρτοι τὸ μάννα κατεδόθη τοῖς ἀρχαιοτέροις, διαυγαζούσης ἡμέρας. καὶ σκιδναμένου φωτός. Διηύγαζε γὰρ ἐν ἡμῖν τοὶς πιστεύουσιν ἡ ἡμέρα, κατὰ τὸ γεγραμμένον, καὶ φωσφόρος ἀνέτειλεν ἐν ταῖς ἁπάντων καρδίαις, καὶ ὁ τῆς δικαιοσύνης ἀνίσχεν ἥλιος, τουτέστι Χριστὸς, ὁ τοῦ νοητοῦ μάννα δοτήρ. Ὅτι γὰρ ὡς ἐν εἰκόνι μὲν ἐκεῖνο τὸ αἰσθητὸν ἔτι, τὸ δὲ ἀληθὲς αὐτὸς, πληροφορήσει λέγων πρὸς Ἰουδαίους· Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀποτρέφει γὰρ ἡμᾶς εἰς ἀμήρυτον ζωὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῖς εἰς εὐσέβειαν ὑποθήκαις, καὶ δι’ εὐλογίας τῆς μυστικῆς. Αὐτὸς οὖν ἄρα καὶ δι’ αὐτοῦ τὸ μάννα τὸ θεῖον καὶ ζωοποιὸν ἀληθῶς. Καὶ τοῦτο ὁ κατεδηδοκὼς, ἀμείνων ἐστὶ φθορᾶς, καὶ ὑφαλεῖται θάνατον, οὐχ οἱ φαγόντες τὸ αἰσθητόν. Οὐ γὰρ ἦν ὁ τύπος σωτήριος, ὑπεπλάττετο δὲ τῆς ἀληθείας τὴν μόρφωσιν. Ἐκέλευσε δὲ τὸ μάννα ὁ Θεὸς, ὑετοῦ δίκην ἄνωθεν καθιεὶς, τὸ ἀποχρῶν ἑκάστῳ συλλέγειν, συναγείρειν δὲ, εἴπερ ἕλοιντό τινες, καὶ τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνήν. Ἔκαστος γὰρ, φησὶ, σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε, καὶ οὐ καταλείψετε, φησὶν, ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ. Χρὴ γὰρ ἡμᾶς τῶν θείων τε καὶ εὐαγγελικῶν ἀναπίμπλασθαι μαθημάτων. Ἐν ἴσῳ δὴ μέτρῳ μικροῖς καὶ μεγάλοις διανέμοντος ἡμῖν τοῦ Χριστοῦ τὴν παρ’ ἑαυτοῦ χάριν, καὶ ὁμοίως ἅπαντας ἀποτρέφοντος εἰς ζωὴν, συναγείρειν τοῖς ἄλλοις ἐθέλοντος τοὺς εὐσθενεστέρους, καὶ ἱδροῦν ὑπὲρ ἀδελφῶν, καὶ τοὺς ἰδίους αὐτοῖς ἐκδανείζειν πόνους, καὶ τῶν ἄνωθεν χαρισμάτων ποιεῖν τε κοινωνούς. Καὶ τοῦτο εἶναι οἶμαι τὸ πρὸς αὐτοὺς εἰρημένον τοὺς ἁγίους ἀποστόλους· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μονονουχὶ γὰρ πλεῖστον ἑαυτοῖς τὸ μάννα συλλέγοντες, διανέμειν ἐσπούδαζον τοῖς τὴν αὐτὴν οἰκοῦσι σκηνὴν, τουτέστι τὴν Ἐκκλησίαν. Διετέλουν γὰρ οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες, εἰσηγούμενοι, πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες τῶν ἐπαινουμένων, καὶ ἀφθόνως ἅπασι παρατιθέντες εἰς μέθεξιν, ἣν αὐτοὶ παρὰ Χριστοῦ πεπλουτήκασι χάριν. Καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει τισίν· Ἐπιθυμῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Εἰ δὲ δὴ νοοῖτο καθ’ ἕτερον τρόπον τὸ, Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξατε, τουτέστι, μὴ χύδην ἅπαντες, μηδὲ ἀναμὶξ, ἀλλὰ κατὰ γένος, ἤτοι κατὰ σκηνὰς, ποιείσθωσαν τὴν συγκομιδὴν, τοιῶσδε νοήσεις. Χρὴ γὰρ ἡμᾶς τοῖς ὁμοπίστοις ὁμοῦ τῶν θείων ἐμφορεῖσθαι λόγων, καὶ ζητεῖν τὸ μάννα τὸ νοητόν· οὐ τοῖς ἑτερόφροσι, μονονουχὶ δὲ καὶ ἀλλογενέσιν ἀσυνέτως συναποφέρεσθαι. Ὃ δὴ καὶ ποιοῦμεν, ἀποσοβοῦντες μὲν Ἐκκλησιῶν τοὺς ἑτεροδόξους καὶ διεστραμμένους, ὁμοῦ δὲ τοῖς κατὰ πίστιν οἰκείοις τὰς ἐξ οὐρανοῦ πλουτοῦντες τροφάς. Εἴρηται δὲ μὴ καταλιμπάνειν εἰς τὸ πρωΐ· τοῦ νόμου πάλιν ὑπεμφαίνοντος, ὅτι τὸ κεχρῆσθαι τοῖς τύποις παρῳχηκότος τοῦ χρόνου, καθ’ ὃν ἦσαν ἔτι χρήσιμοί τε καὶ ἀναγκαῖοι, πάντη τε καὶ πάντως ὑπὸ κρίσιν ἄγει καὶ κόλασιν· Ἐξέζεσε γὰρ σκώληκας τὸ τετηρημένον. Κολάσεώς τε καὶ φθορᾶς μήνυσις ἂν εἵη καὶ αὕτη σαφής. Ἔσονται γὰρ πάντες ὑπὸ φθορὰν καὶ κόλασιν οἱ τηροῦντες τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. Ὁποῖόν τι πεπονθέναι φαμὲν τοὺς, οἷς ὁ μακάριος γράφει Παῦλος· Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Καὶ πάλιν· Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε· τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Οὐκοῦν ἀποφάσκει φυλάττειν εἰς τὸ πρωΐ· ἵνα διὰ τοῦ πρωΐ, τὸν μετὰ τὸν νόμον νοήσῃς καιρὸν, καθ’ ὃν ἡ τοῦ Χριστοῦ πέφηνε παρουσία, καὶ τὸ θεῖον ἡμῖν ἀνέλαμψε φῶς. Ἀλλ’ ἐτήρουν εἰς τὸ πρωΐ, σαββατίζειν μέλλοντες οἱ ἐξ Ἰσραὴλ, καὶ τοῦτο Θεοῦ προστάττοντος. Τί δὴ οὖν ἄρα ἐστὶ τὸ φυλάττεσθαι μὲν τὸ τοῦ Σαββάτου προσυλλεχθὲν, μὴ μὴν ἔτι καὶ διαφθείρεσθαι, μηδὲ τοῖς τετηρηκόσιν ἐπιπικραίνεσθαι τὸν Μωσέα; Ἀφιγμένοι γὰρ διὰ πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν τε καὶ κατάληξιν τὴν ἐξ ἁμαρτιῶν, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθεῖσαν ἐν ἡμῖν καὶ οἱονεὶ προαποκειμένην τοῦ νόμου παίδευσιν χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν· παιδαγωγὸς γὰρ ὁ νόμος· ἔχοντες δὲ μᾶλλον αὐτὸν ὁμοῦ τοῖς εὐαγγελικοῖς παιδεύμασιν, οὐκ ἐσόμεθα μακρὰν τοῦ ἐπαινεῖν πρέπειν, καὶ τοῦτο δρῶσι Θεὸς οὐκ ἐπιπικραίνεται. Καὶ γοῦν ὁ Σωτὴρ τοῦτο διδάσκων αὐτὸς λέγει ἡμῖν, ὅτι Πᾶς Γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστι ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἀνέγκλητον οὖν τὸ προσωρευθὲν ἐν ἡμῖν μάννα διὰ τοῦ νόμου, κἂν εἰ ἐν τῷ νοητῷ τηροῖτο σαββατισμῷ. Περιτυγχάνομεν μὲν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς οἱ ἐν Χριστῷ σαββατίζοντες, ἵνα τὴν ἐν αὐταῖς ζητῶμεν ἀλήθειαν. Ἐπάρατον δὲ καὶ ὑπὸ δίκην ἐτίθει τὸ ἐν Σαββάτῳ συλλέγειν, μᾶλλον δὲ οὐ καθίει τὸ μάννα ὁ Θεός. Σαββατίζοντες γὰρ ἐν Χριστῷ νοητῶς, τὰ ἐν τύποις μὲν οὐκέτι συλλέξομεν. Οὐ γὰρ σαρκικῆς ἀνθεξόμεθα περιτομῆς, οὐδὲ βόας ἢ πρόβατα καταθύσομεν, παρωσόμεθα δὲ μᾶλλον τὸ παχὺ τῶν τύπων, αὐτὴν ἔχοντες τὴν ἀλήθειαν, τουτέστι Χριστόν.