Ancient Greek · ~33 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Β., Περὶ τοῦ μάννα, καὶ τῆς ὀρτυγομήτρας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 4.1-10
Not analysed yet
δ. Ἀποχρῶν μὲν οὗν, καθάπερ ἐγᾦμαι, καὶ σαφὴς ἔν γε τοῖς προκειμένοις ἡμῖν πεποίηται λόγος. Ἐπειδὴ δέ περ ἐν βιβλίῳ τῷ ἐπίκλην Ἀριθμοῖς, καὶ ἑτέραις δὲ διηγημάτων προσθήκαις ἔχοντες εὑρίσκομεν τὸ κεφάλαιον, δεῖν ᾠήθην ἀναγκαίως, οὐκ ἀβασάνιστα παρελθεῖν τὰ ἐν τῇ Ἐξόδῳ σεσιγημένα. Εἴη γὰρ ἂν ὡδὶ τοῖς ἐντευξομένοις ἀμφιλαφεστέρα μᾶλλον ἡ νόησις. Γέγραπται τοίνυν· Ὅτι καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν· Τίς ἡμᾶς ψωμιεῖ κρέα; Ἐμνήσθημεν ἰχθύας οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόροδα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶτα τούτοις ἐπιφέρει· Καὶ ἤκουσεν Μωσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ. Καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν. Ἄθρει δὴ οὖν ὅπως εὐπαρακόμιστος λίαν ὁ Ἰσραὴλ, καὶ οὐχ ὅπερ (sic) ἑτέροις ὠφελεῖν οἷός τε· νοσεῖ δὲ τὸ ἄναλκι καὶ ἐν μόνοις τοῖς καθ’ ἑαυτόν. Κατηῤῥώστησε μὲν γὰρ ὁ ἐπίμικτος τὴν ἐκτοπωτάτην οὕτω καὶ βδελυρωτάτην ἐπιθυμίαν· οὓς δὲ ἦν εἰκὸς ἐπιτιμήσειν αὐτοῖς, ἀναπεισθῆναί τε μᾶλλον φρονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, νοσοῦσι χειρόνως. Καὶ ἀλύει μὲν οὐ μετρίως ὁ θεσπέσιος Μωσῆς, ἔφη δὲ ἐναργῶς πρὸς τὸν τῶν ὅλων Θεὸν, ὡς οὐκ ἃν ἰσχύσειε μόνος τὸν οὕτω διαβριθῆ καὶ δύσοιστον ἀνατλῆναι πόνον. Εἰς ἀπόδειξιν δὲ τοῦ πράγματος, καὶ τὸ λίαν ἀμήχανον καὶ δυσπόριστον παρεκόμιζε λέγων· Πόθεν μοι δοῦναι τῷ λαῷ τούτῳ κρέα φαγεῖν; Δυσθυμίας δὲ εἰς τοῦτο ἤδη καθιγμένος, ὡς ἤδη πως ἀποβιῶναι θέλων, Εἰ γὰρ οὕτω σὺ ποιεῖς μοι, φησὶν, ἀπόκτεινόν με ἐν ἀναιρέσει, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν. Ἀνέχει καὶ ἀπολέκτους ποιῆσαι κελεύει τοὺς συλληψομένους αὐτῷ, καὶ συμμεθέξοντας τῆς φροντίδος, ἀπὸ πάσης τῆς συναγωγῆς ἄνδρας τὸν ἀριθμὸν ἑβδομήκοντα. Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, οὓς αὐτὸς οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ, καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ, καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ. Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ θήσω ἐπ’ αὐτοὺς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ· καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. Οὗ δὴ γεγονότος (παρεστήκει γὰρ εὐθὺς τοὺς τῶν ἄλλων διαπρεπεστέρους), ἁγίου μὲν αὐτοὺς ἐμπίπλησι Πνεύματος ὁ τῶν ὅλων Θεός· εἶτα μετὰ τοῦτο ταῖς τῶν κλαιόντων ἐπιθυμίαις ἐνδιδοὺς, καθίει μὲν αὐτοῖς τὴν ὀρτυγομήτραν. Οἱ δὲ κύκλῳ τῆς παρεμβολῆς σωρηδὸν ὄντες, κειμένην συναγείρουσι μὲν γεγηθότες εὖ μάλα· κατεδηδόκασι δὲ θηριοπρεπῶς, κόρου καὶ αὐταρκείας ἠφειδηκότες. Συνειλεγμένης δὲ αὐτοῖς καὶ ἁληλισμένης πληθύος οὐ μετρητῆς στρουθίων, καὶ παρατεινούσης τῆς κρεοφαγίας εἰς μηνὸς ἡμέρας, τελευταία λοιπὸν ἐπισκήπτει νόσος, καὶ ὡς ὁ προφήτης φησὶν, Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Τὰ κρέα γὰρ, φησὶν, ἦν ἔτι ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἐκλιπεῖν. Καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα, καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνῆμα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν. Ἐνδέοντος γὰρ αὐτοῖς τῶν ἀγαθῶν οὐδενὸς, ἀλλὰ καίτοι μετῆν αὐτοῖς πλουσίως ταῖς τοῦ μάννα χορηγίαις ἀδιαβλήτως ἐντρυφᾷν, κρεῶν ἐρῶσι καὶ πράσων, σικυοὺς καὶ πέπονας ὀνομάζουσι, κρόμμυά τε καὶ σκόροδα. Τοιγάρτοι φαγόντες, οὐκ εἰς μακρὰν διολώλασι. Δίδωσι μὲν γὰρ τὴν ὀρτυγομήτραν Θεὸς, οὐκ ἐπαινῶν τὴν ἐπιθυμίαν, πληροφορῶν δὲ μᾶλλον διὰ πραγμάτων, ὡς οὐδὲν ἀμήχανον αὐτῷ. Κολάζει δὲ μετὰ τοῦτο λοιπὸν ἀκολούθως αἰσχραῖς ἐναλόντας ἡδοναῖς. Πεπόνθασί τι κατὰ τὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν καιρὸν οἱ τάλανες Ἰουδαῖοι. Σκιαὶ γὰρ τούτων ἐκεῖνα, καὶ τύποι προανεφαίνοντο τῶν ὑστέρων τὰ πάλαι συμβεβηκότα. Καθιγμένου γὰρ ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τοῦ ἀληθεστέρου μάννα, Χριστοῦ, καὶ ἀποτρέφειν οἵου τε, καὶ ὑπισχνουμένου πρὸς ἀμήρυτον ζωὴν, τῶν ἐπιγείων τὴν χρῆσιν τὴν κατὰ κόσμον ἀληθῶς καὶ ὑδαρεστάτην ἀσυνέτως ἀνθῃρημένοι, προσκεκρούκασιν ἀναγκαίως, καὶ οὐχὶ δὴ μόνῳ τῷ τῶν ὅλων Θεῷ, ἀλλὰ καὶ αὐτῷ δὴ τῷ θεσπεσίῳ Μωσῇ. Γέγραπται γὰρ, ὅτι Καὶ ἐθυμώθη Κύριος ὀργῇ εἰς τὸν λαὸν αὐτοῦ, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν. Ἕπεται γὰρ ἀεὶ ταῖς τοῦ Θεοῦ ψήφοις, τῶν ἁγίων ὁ νοῦς. Ὅτι μὲν οὖν τῶν ἄνωθεν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ σαρκικὰ προετίθει πανταχῆ τῶν Ἰουδαίων ὁ δῆμος, ἀναμάθοι τις ἂν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Οἱ μὲν γὰρ δειπνοκλήτορες συναγείρειν ἤθελον εἰς τοὺς γάμους· οἱ δὲ ἀπῴχοντο, φησὶν, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Καὶ ἦν ἡ παραίτησις, τῷ μὲν, ὅτι Γυναῖκα ἔγημα, τῷ δὲ, ὅτι Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὅτι δὲ καὶ αὐτὸς τῆς τῶν Ἰουδαίων ἀπειθείας κατακέκραγεν ὁ Μωσῆς, πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Καὶ φορτικὸν μὲν λίαν ἡγεῖται Μωσῆς, τὸ ὑπενεγκεῖν ἔτι δύνασθαι τὸν Ἰσραήλ. Ἡγιάζετο δὲ ὁ Θεὸς ἑτέρους τὸν ἀριθμὸν ἑβδομήκοντα, καθάπερ ἤδη προείπομεν. Μόνος γὰρ ἡμᾶς ὁ νόμος, οὗ καὶ τύπος νοοῖτ’ ἂν εἰκότως ὁ Μωσῆς, χειραγωγεῖν οὐχ οἷός τε. Ταύτῃτοι καὶ ἕτεροι ἑβδομήκοντα χειροτονοῦνται πολλοὶ, τὸ ἐλλεῖπον ἐκείνῳ πληρώσοντες, καὶ ὡς ἐν τελείῳ πεφήνασιν ἀριθμῷ. Τοῦδε γὰρ ἂν εἴη σημαντικὸν, ὁ ἑβδομήκοντα ἀριθμός. Καὶ τίνες οὗτοι δὴ πάλιν; Οἱ μετὰ Μωσέα διὰ Χριστοῦ πρὸς τὸ καθηγεῖσθαι παρενηνεγμένοι, ὧν καὶ ἀπαρχὴ καὶ πατέρες οἱ θεσπέσιοι μαθηταί. Ἀφελεῖν δὲ λέγεται Θεὸς ἀπὸ τοῦ πνεύματος τοῦ ὄντος ἐπὶ Μωσέα, καὶ ἐνεῖναι τοῖς ἐξειλεγμένοις, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα πιστεύσωμεν ὅτι τῷ ἑνὶ καὶ ἁγίῳ Πνεύματι, τούς τε πρὸ ἡμῶν ἁγίους καὶ ἡμᾶς αὐτοὺς ἁγιάζει Θεός. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ Πατὴρ, εἷς δὲ ὁμοίως καὶ ὁ Υἱὸς, οὕτω καὶ ἒν τὸ Πνεῦμα τὸ ἅγιον, τό τε ἐν προφήταις ἒν καὶ ἐν ἡμῖν. Ἓν δὲ ὑπάρχον, οὐ κατὰ διαίρεσιν ἐν πολλοῖς ἐννοοῖτ’ ἂν εἰκότως, ἀλλ’ ἔστιν ἀμέριστον καὶ ἐν πολλῇ χαρισμάτων διανομῇ, καὶ τελείως ἔχον ἐν πᾶσιν. Ἐπιτηρητέον δὲ, ὅτι τὸν ἀριθμὸν ἑβδομήκοντα τοὺς ἐξειλεγμένους συναγείρειν ἐκέλευεν ὁ τῶν ὅλων Θεός. Ἀθροίζεται δὲ οὐκ εἰς πλῆρες ἀριθμός. Ἐλλελείπασι γὰρ δύο, Μωδὰδ καὶ Ἐλδάδ. Ὑστερίζοντας δὲ καὶ τούτους ἐπίπλη Θεὸς τοῦ Πνεύματος. Προεφήτευσαν γὰρ ἐν τῇ παρεμβολῇ. Καὶ ζηλοῦσι μέν τινες τῶν ἀμφὶ Μωσέα, καὶ δὴ καὶ εἴργεσθαι δεῖν ἔφασκον αὐτούς. Ὁ δὲ τὸ τοῦ Χριστοῦ προαναθρῶν μυστήριον, Τίς δῴη, φησὶ, τῷ λαῷ Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς; Συνήσομεν δὲ καὶ διὰ τούτων, ὅτι σεσαγήνευκεν ὁ νόμος, καὶ προσεκόμιζε τῷ Θεῷ παιδαγωγῆσαι πολλοὺς ἐπὶ τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντας προσκομίζειν οἷός τε ἧν· ὑστερίζοντας καὶ τούτους ἡγίασεν ὁ Χριστός. Κέκληνται μὲν γὰρ οἱ ἐξ ἐθνῶν ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, οὐ διὰ Μωσέως ἢ νόμου, δυνάμει δὲ μᾶλλον τῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποκαλύπτοντος τοῖς ἀγνοοῦσιν αὐτοῦ τὴν ἰδίαν εἰκόνα, τουτέστι τὸν Υἱόν· κεκλημένους δὲ καὶ ἁγίους ἐτίθει καταχρίων τῷ πνεύματι. Καὶ ζηλοῦσι· μὲν οἱ ἐν νόμῳ τοὺς ἐν Χριστῷ καὶ ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι. Πλὴν ἐγεγήθει ὁ Μωσῆς προεγνωκὼς τὸ μυστήριον. Οὐκοῦν οὐ φρονοῦσι τὰ Μωσέως, ζηλοῦντες ἀτόπως τοὺς ἁγίους ἐν Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀναμηρυσάμενοι δὴ οὖν ὥσπερ εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ἐκεῖνό φαμεν· Ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ διεδείκνυτο σαφῶς, ὅτι σαρκικὸς μὲν ἔτι τῶν Ἰουδαίων ὁ δῆμος. Ἕτερος δὲ καὶ ἁγιοπρεπὴς καὶ ἀμείνων ἀληθῶς ὁ τῶν ἐν πίστει καὶ ἐν Χριστῷ, καὶ ὅτι σκιὰν ἐπλήρου καὶ τύπον τῶν διὰ Χριστοῦ χαρισμάτων τὸ μάννα τὸ αἰσθητόν. Ἐδιδασκόμεθα δὲ πρὸς τούτοις, ὅτι ἐὰν τὰς νόμου σκιὰς καὶ μετὰ χρόνον αὐταῖς ἕτοιμον φυλάττωμεν, προσκρούσομεν τῷ Θεῷ, ἐσόμεθα δὲ καὶ αὐτοῖς τοῖς ἀγίοις ἀπηχθημένοι. Κατεπικραίνετο γὰρ ἐπὶ τοῖς τετηρηκόσι τὸ μάννα ὁ Μωσῆς. Ἐν δὲ τοῖς δευτέροις ἔνεστιν ἰδεῖν, ὅτι τὸ μάννα τὸ νοητὸν ἀτιμάζοντες Ἰουδαῖοι, καὶ ἀποσπουδάζοντες μὲν τὰ ἄνωθεν καὶ διὰ Χριστοῦ, προσκεκλιμένοι δὲ ὥσπερ τοῖς γεωδεστέροις, καὶ νενευκότες ἀμέτρως ἐπὶ τὰς δυσώδεις ἡδονὰς, ἐπισήμως διολώλασιν. Ἔδει γὰρ πάντως ἡγεῖσθαι μὲν ἐν ἀμείνοσι τὰ παρὰ Θεοῦ, στεφανοῦσθαι δὲ τῇ πίστει τὸν ἁπάντων ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.