Ancient Greek · ~24 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τῆς παταχθείσης πέτρας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-19
Not analysed yet
β. Οὐκοῦν ἐν μηνὶ τῷ πρώτῳ τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαός. Εἶτα Θεοῦ προστάττοντος, καταπαίει τῇ ῥάβδῳ τὴν πέτραν ὁ θεσπέσιος Μωσῆς, παρεστηκότων αὐτῷ καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μέν τοι καὶ Ἀαρών. Καὶ λαλοῦσι μὲν αὐτοὶ πρὸς τὴν πέτραν· ἡ δὲ τὸ νᾶμα πλουσίως ἐκχεῖ, καὶ πεπότικε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν, καθὰ γέγραπται. Τί οὖν ἄρα φαμὲν ὑπαινίττεσθαι πάλιν διὰ τοῦ τεθνάναι τὴν Μαριὰμ, ἢ τίς ἂν ὅλως νοοῖτο, καὶ τί τὸ τελοῦν ἐπ’ ἀναγκαίαν δήλωσιν, τῷ ὡς ἐν μηνὶ τῷ πρώτῳ τεθνάναι λέγειν αὐτήν; Παραδεξόμεθα δὴ οὖν, Μωσέα μὲν εἰς τὸν νόμον, εἰς ἱερωσύνην δὲ, τὸν Ἀαρών· τὸ δὲ τῆς Μαριὰμ πρόσωπον, τῇ ἐν νόμῳ λατρείᾳ περιθήσομεν. Καὶ γοῦν ἔφη Θεὸς διὰ φωνῆς ἁγίου πρὸς τὴν ἐξήνιον Ἱερουσαλήμ· Καὶ ἀπέστειλα πρὸ προσώπου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ. Ὁρᾷς ὅπερ τέθειτο μετὰ Μωσέως καὶ Ἀαρὼν εἰς τὸ καθηγεῖσθαι τοῦ Ἰσραήλ; Μεσιτεύοντος γὰρ τοῦ πανσόφου Μωσέως, καὶ προεστηκότος Ἀαρὼν, τουτέστι, τοῦ τῆς ἱερωσύνης ἀξιώματος διὰ τῆς ἐν τύποις λατρείας, ἀποκεκέρδακε τότε τὴν πρὸς Θεὸν λατρείαν ὁ κατὰ σάρκα Ἰσραήλ. Ὅτι δὲ ἀναγκαίως Μωσῇ καὶ Ἀαρὼν, καὶ τὸ τῆς Μαριὰμ συνεισφέρεται πρόσωπον, κἀντεῦθεν ἀπονητὶ συνιέναι ῥᾷον· τοιγάρτοι τῇ Ἐρυθρᾷ θαλάσσῃ τοῖς ἑαυτοῦ δορυφόροις συναπολωλότος τοῦ Φαραὼ καὶ πεπνιγμένου πανστρατιᾷ, ᾖδεν ὁ Μωσῆς τὰ χαριστήρια, καὶ συνετίθει τὸν ὕμνον. Ἐξῄεσαν δὲ αἱ χορεύουσαι καὶ ἔλαβε Μαριὰμ τὸ τύμπανον αὐτῆς, καθὰ γέγραπται, βαρείαν που τάχα καὶ διαπρύσιον ἠχὴν συνανιεῖσα τοῖς μέλεσιν. Ἀλλ’ ἦν τὸ ἐν τύποις τῆς ἀληθοῦς θεωρίας αἴνιγμα λεπτόν. Ὅτι γὰρ καὶ αὐτὸς ὁ νόμος, τουτέστι Μωσῆς, καὶ μὴν καὶ σὺν ἐκείνῳ καὶ Μαριὰμ, τουτέστιν, ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, τὴν ὑπερφυᾶ τε καὶ ἀξιάγαστον τοῦ πάντων κρατοῦντος Θεοῦ διακηρύττουσι δύναμιν, ὑπεμφήνειεν ἂν ὁ τῆς ᾠδῆς τρόπος, καὶ ἡ τῶν τυμπάνων ἠχή. Οὐκοῦν περιθείη τις ἂν τὸ τῆς ἐν νόμῳ λατρείας πρόσωπον τῇ Μαριὰμ, καθάπερ ἀμέλει τὸ μὲν τοῦ νόμου, Μωσῇ, τὸ δὲ τῆς ἱερωσύνης Ἀαρών. Τεθνεώσης τοίνυν τῆς Μαριὰμ μηνὶ τῷ πρώτῳ, τουτέστιν, ἐν ἀρχῇ τοῦ ἔτους, κατὰ τοὺς Ἑβραίων νόμους, ὅτε καὶ αὐτὸ τοῦ ἁγίου πάσχα τελεῖται μυστήριον, δεδίψηκεν ὁ λαός. Ἐν γάρ τοι τῷ πρώτῳ μηνὶ τοῦ ἐνιαυτοῦ, ὃς καὶ τῶν νέων ὠνόμασται, μονονουχὶ καὶ τετελεύτηκεν ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, συνεστάλη τε τρόπον τινὰ, καὶ ἐκ μέσου γέγονεν. Πῶς ἢ τίνα τρόπον; Ἐπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ὡς ἐν μηνὶ τῶν νέων. Τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς ὁ λαλῶν· Πάρειμι, ὡς ὧραι ἐπὶ τῶν ὀρέων, καὶ ὡς ἐν μηνὶ τῶν νέων. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐκάλει λέγων· Ἀνάστα, ἐλθὲ, πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν· καιρὸς γὰρ τῆς τομῆς ἔφθασεν. Ἀνεθάλομεν γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, καὶ ὁ τῆς ἐπιδημίας καιρὸς, ἔαρ ὥσπερ ἡμῖν ἀνεδείχθη τὸ νοητὸν, εὐανθῆ τε καὶ ἔγκαρπον τὴν ἀνθρώπου φύσιν ἀποτελοῦν. Τότε γὰρ, τότε τῆς ἐν σκιαῖς συνεσταλμένης, καὶ οἷον τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαὸς, καὶ ἐν σπάνει γέγονεν ὑδάτων νοητῶν. Ἀλλ’ ἐκπέπτωκε πλουσίως τὸ νᾶμα Χριστοῦ, φημὶ δὲ δὴ πάλιν, τὰ δι’ αὐτοῦ θεσπίσματα, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ μυστικὴν παιδαγωγίαν. Καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος γράφει Παῦλος· Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πάντες οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἧσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς Μωσῆν ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον, καὶ τὸ αὐτὸ πνευματικὸν πόμα ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Πέτρᾳ δὲ παρεικάζεται, διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Τίνα δὴ οὖν τρόπον τὸ ὕδωρ ἐκδέδοται, καταθρεῖν ἀναγκαῖον. Συνεγηγερμένων γὰρ τῶν πρεσβυτέρων τοῦ νόμου, καὶ παρεστηκότος Ἀαρὼν, λόγοι μὲν ἐγίνοντο πρὸς τὴν πέτραν. Καταπαίει δὲ αὐτὴν καὶ δὶς ὁ Μωσῆς. Συνδεδραμηκότων γὰρ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τῶν ἱερέων, οἱ κατὰ νόμον παιδαγωγούμενοι, τουτέστιν, ὁ Ἰσραὴλ ἐν προσώπῳ Μωσέως, κατελάλησαν τοῦ Χριστοῦ, κατηγοροῦντες δὲ ἐπὶ Πιλάτου, καὶ τὸ, αἶρε, αἶρε, σταύρωσον αὐτὸν, ἀνοσίως ἀνακεκράγασαν. Εἶτα καὶ δυσὶ λελυπήκασι πληγαῖς. Ἀπεκτόνασι γὰρ τὸν τῆς ζωῆς ἀρχηγόν. Δευτέραν δὲ ὥσπερ τῇ πρώτῃ πληγῇ προσεπάγοντες, ὅτι καὶ μεμένηκεν ἐν νεκροῖς ἀναπείθειν ἤθελον. Ἀνεβίω μὲν γὰρ ὁ Χριστὸς, πατήσας τὸν θάνατον. Ἐπειδὴ δὲ τοῦτο ἧκον οἱ στρατιῶται λέγοντες, οἱ καὶ τετάχαντο παρ’ αὐτῶν τοῦ τάφου φρουροὶ, παρήγγελλον λέγειν καὶ τοῦτο ῥιψοκινδύνως, ὅτι κεκλόφασιν αὐτὸν λαθόντες οἱ μαθηταὶ, καὶ αὐτὸ τὸ σεπτὸν τῆς ἀναστάσεως συκοφαντοῦντες μυστήριον. Οὐκοῦν, ἐν διττῷ γέγονεν ἡ πληγή. Ἀλλ’ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καίτοι πεπαρῳνηκότος εἰς αὐτὸν τοῦ Ἰσραὴλ, καὶ πεπότικε πᾶσαν τὴν συναγωγὴν, καὶ ἐπέκλυσε τὴν οἰκουμένην τοῖς ἱεροῖς τε καὶ θείοις νάμασιν. Οὔτω γὰρ ἡμῖν ἑαυτὸν χαριεῖσθαι κατεπηγγέλλετο, διὰ τοῦ προφήτου λέγων· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν. Ψάλλει δέ που καὶ Δαβίδ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ μέν τοι καὶ πρὸς αὐτὸν τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Ἄθρει δὲ ὅπερ προεισδραμούσης αὐτῶν ἀπιστίας, καταπαίει τὴν πέτραν τῇ ῥάβδῳ Μωσῆς. Πεπαρῴνηκε γὰρ εἰς Χριστὸν ἀπειθήσας ὁ Ἰσραήλ· ἐπετιμᾶτο Μωσῆς, σὺν αὐτῷ δὲ καὶ Ἀαρών. Οὐ γὰρ εἰσάξετε, φησὶν, ὑμεῖς τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν ἢν ἔδωκα αὐτοῖς. Εἰσκομιεῖ δὲ ἡμᾶς εἰς τὴν τῶν ἁγίων κλῆρον, καὶ εἰς τὴν ἀληθεστέραν τῆς ἐπαγγελίας γῆν, οὐχὶ νόμος ὁ ἐν τύποις, οὐδὲ τῆς καθ’ αὑτὸν ἱερωσύνης, τὸ ἐν σκιαῖς ἀδρανές. Οὐ γὰρ δι’ αἱμάτων εὐαρεστήσομεν, οὔτε μὴν ἐν αὐχήμασι τοῖς γεωδεστέροις ἐκπρεπεῖς ἐσόμεθα παρὰ τῷ Θεῷ· βαδιούμεθα δὲ μᾶλλον εἰς τὴν ἄνω πόλιν, καὶ εἰς τὸν τῶν πατέρων ἥξομεν κλῆρον, καθηγητὴν ἔχοντες τὸν Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.