Ancient Greek · ~41 min
Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τῆς παταχθείσης πέτρας.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-17
Not analysed yet
α. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τοῖς ἑαυτοῦ φίλοις ἐπεφώνει Χριστός· στενὴν μὲν, οἶμαι, πύλην καὶ τεθλιμμένην εἰσβολὴν τὸ τληπαθὲς ὀνομάζων, καὶ τὴν τοῦ λόγου παντὸς ἀξίαν ὑπομονὴν, καθ’ ἣν ἂν γένοιτο καὶ μάλα πλουσίως τὸ εὐδοκιμεῖν δύνασθαι τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καταφαιδρύνεσθαί τε γυμνάσμασι τοῖς εἰς εὐψυχίαν καὶ ἀρετήν. Ὥσπερ γὰρ τὸ ἀριστεύειν ἐν μάχαις, τῇ τοῦ ὁπλιτεύοντος εὐανδρίᾳ μαρτυρεῖ· οὕτω τὸν εὐσθενῆ καὶ γενναῖον, εἴς γε τὸ δύνασθαι, φημὶ, τὴν ἁνδάνουσαν τῷ Θεῷ ἀρετὴν κατορθοῦν, λαμπρὸν, καὶ περιφανῆ, καὶ παντὸς ἐπαίνου μεμεστωμένον ἀποφήνειεν ἂν τὸ εὖ μάλα δύνασθαι διενεγκεῖν τοὺς ἐκ τοῦ πειράζεσθαι πόνους. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς, ὅτι πάντη τε καὶ πάντως ὁ τοιοῦτος ἀπόβλεπτος ἔσται, πεπληροφόρηκε λέγων· Μακάριος ἄνθρωπος ὃς ὑπομείνῃ πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς. Οἱ δὲ δὴ πρὸς τοῦτο λοιπὸν εὐσθενείας ἐληλακότες, καὶ τὴν οὔτω περιφανῆ δόξαν ἀράμενοι λέγουσιν, ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, ἐδοκίμασας ἡμᾶς εἰς ἀνάψυξιν. Ἐκτελευτᾷ γὰρ ὁ πόνος εἰς τρυφὴν, καὶ ἀνευρύνουσιν αἱ θλίψεις τοῖς ἀθλοῦσι γενναίως τὴν εὐθεῖαν ὁδόν. Οἶδε μὲν τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὁ τῶν κρυπτῶν γνώστης, τουτέστι Θεός (Γυμνὰ γὰρ αὐτῷ τὰ πάντα καὶ τετραχηλισμένα)· περιμένει δὲ τῶν πραγμάτων τὸ πέρας, καὶ τὸ τῶν πειραζομένων κατὰ καιροὺς εὐσθενές· ἵνα μὲν φαίνοιντο μὴ μόνον αὐτῷ κατὰ πρόγνωσιν ἄξιοι γερῶν, κατακροτοῖεν δὲ μᾶλλον ὡς ἠριστευκότας, καὶ διὰ πραγμάτων αὐτῶν ἐπ’ ἀρετῇ μεμαρτυρημένους, ἄγγελοί τε καὶ ἄνθρωποι. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος περὶ αὐτοῦ τε καὶ τῶν ἄλλων ἁγίων φησὶν, ὡς ἠθληκότων εὖ μάλα καὶ νενικηκότων, ὅτι Θέατρον ἐγενήθησαν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Δοκιμάζεται τοίνυν πολυτρόπως ὁ Ἰσραὴλ, ἵνα κἂν εἰ φαίνοιτο νοσῶν ἔτι τὸ ἄναλκι, θαυμάζοιτο μὲν ἐπὶ πολλῇ λίαν ἡμερότητι Θεὸς, πλημμελοῦντας ἀνεχόμενος· σκιαγραφοῖτο δὲ μᾶλλον ἡμῖν ἐφ’ ἑκάστῳ τῶν συμβεβηκότων τὸ μυστήριον. Ἄρτι μὲν οὖν τὸν ἐπί τε τῇ ὀρτυγομήτρᾳ καὶ μέντοι καὶ τῷ μάννα διαπεράσαντες λόγον, οὐ μετρίως κατηῤῥωστηκότα τὸ ἀδρανὲς καὶ φιλήδονον διεδείκνυμεν τὸν Ἰσραήλ. Ἀλλ’ ἰδοὺ πάλιν καὶ οὐκ εἰς μακρὰν παροτρύνων ὁρᾶται. Γέγραπται γὰρ οὕτω πάλιν· Καὶ ἀπῆρε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν, κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος Κυρίου, καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν λέγοντες· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Καὶ εἶπεν αὐτοῖς Μωσῆς· Τί λοιδορεῖσθέ μοι; καὶ τί πειράζετε Κύριον; Ἐδίψησε δὲ λαὸς ὕδατι ἐκεῖ, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες· Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν τῷ δίψει; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ τούτου. Λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύου. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ ἐξ αὐτῆς, καὶ πίεται ὁ λαός μου. Ἐποίησε δὲ Μωσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸν καὶ λοιδόρησιν, διὰ τὴν λοιδόρησιν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντες· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Καὶ ταυτὶ μὲν ἡμῖν ἐν τῇ Ἐξόδῳ τὸ θεῖον ἔφη χρησμῴδημα· κατακερματιεῖ δὲ ὥσπερ ἐν τοῖς Ἀριθμοῖς εὐρυτέραν ἀφήγησιν, ἣν καὶ ἀναγκαῖον οἶμαι παρενεγκεῖν, ὡς ἂν ἕκαστα βασανίζοντες ὀρθῶς καὶ ἀπεξεσμένως, ἀποχρῶσαν ἔχωμεν τῶν πάλαι γεγονότων τυπικῶς τὴν εἴδησιν, καὶ πρός γε δὴ τούτοις, τῆς πνευματικῆς θεωρίας τὸ κάλλος. Γέγραπται δὴ οὖν· Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, καὶ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδὴς, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ. Καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ συνηθροίσθησαν ἐπὶ Μωσῇ καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Ὄφελον ἀπωλόμεθα ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου. Καὶ ἵνα τί ἤγαγες τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν; Καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ ἔστι πιεῖν. Καὶ ἦλθε Μωσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Καὶ ἔλαβε Μωσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος, καὶ ἐξεκκλησίασε Μωσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας. Καὶ εἶπε πρὸς αὐτούς· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Καὶ ἐπάρας Μωσῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς· καὶ ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς. ᾜεσαν μὲν γὰρ δι’ ἠπείρου ξηρᾶς, καὶ πολλὴν διψάδα παραθέοντες γῆν, εἶτα τοῖς ἐκ τῆς ὁδοιπορίας ἐναλύοντες πόνοις, καὶ εἰ βραχύ τι γένοιτο τῶν εἰωθότων λυπεῖν, δυσφόρητον ἐποιοῦντο κατά τε Μωσέως καὶ Ἀαρὼν τὴν καταβοήν. Πλείστης δὲ ὅσης καὶ ἀξιαγάστου θεοσημίας θεωροὶ γεγονότες, καὶ τῆς θείας δυνάμεως τὴν ὑπεροχὴν διὰ πείρας αὐτῆς ἐκμεμαθηκότες, ἐδεδίεσαν ἔτι μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ χρῆναί φημι διανέμειν τὰ ζωαρκῆ, καὶ πανταχόθεν αὐτοῖς ἐκπορίζειν τὰ ἐδώδιμα, καὶ τὰς τῶν ὑδάτων ποιεῖσθαι χορηγίας· ἀλλ’ ἡττῶνται τῆς ὀλιγοψυχίας, μειρακιώδη καὶ ἄνανδρον ἔχοντες νοῦν· καὶ εἰ μικροῦ λάβοιτό τινος τοῦ πεφυκότος ἀνιᾷν, ἐπιπηδῶσιν εὐθὺς τῷ παιδαγωγῷ, καὶ κατακεκράγασιν ἀνοσίως, ὅτι καὶ γέγονεν ὅλως μεσίτης αὐτοῖς, καὶ κέκληνται δι’ αὐτοῦ πρὸς ἐλευθερίαν. Μακαρίζουσι δὲ τοὺς ταῖς προλαβούσαις ὀλιγοψυχίαις ὀλωλότας, ὅτι τῶν ἐν Αἰγύπτῳ κρεῶν ἐπιθυμίᾳ ἦσαν ἐνειλημμένοι· εἶτα τὴν ὀλέθριον κατεδηδοκότες ὀρτυγομήτραν, θανάτῳ κατεδικάζοντο. Διὰ τοῦτό φασιν Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν, ἔναντι Κυρίου. Καὶ ἵνα τί ἀνηγάγετε εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; Ὣ τῆς κακανδρίας, ὡς ἀτληπαθὲς τὸ φρόνημα, καὶ πολὺ πρόχειρος εἰς ἀκηδίαν ὁ νοῦς. Δεδιψηκόσι βραχὺ τὰ ἐν Αἰγύπτῳ δεινὰ τῶν παρὰ Θεοῦ λοιπὸν ἐν ἀμείνοσιν ἦν· καὶ γλυκὺς μὲν ἤδη πως ὁ πάλαι πικρὸς τῆς δουλείας ζυγός· δύσοιστος δὲ οὐκέτι, καίτοι σκληρὸς ὑπάρχων ὁ Φαραώ· οὐκ ἀπηχθημένος ὁ πηλὸς, οὐδὲ ἡ τῶν ἐργοδιωκτῶν ἀγριότης, ἀλλ’ ἡδέα πάντα λοιπόν. Καθικέσθαι γὰρ εἰς τοῦτο μωρίας αὐτοὺς τὸ τῆς διανοίας ἀδρανὲς ἀναπείθει. Ἄκουε δὲ, εἰ δοκεῖ, καὶ τὰ τῆς Μωσέως μεσιτείας ἐγκλήματα· Ἵνα τί γὰρ, τοῦτό φασιν, ἐξηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος, οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ ἔστι πιεῖν. Ἄθρει ὤσπερ ὑποφέρεται πρὸς ἀνανδρίαν, καὶ διανένευκε μὲν ἀσχέτως εἰς προσκαίρους ἡδονὰς, μεταποιεῖται δὲ λίαν τέρψεων κοσμικῶν· καὶ γαστρὸς μὲν ἀποδέχεται κόρον. Διαπτύει δὲ τὴν ἐλπίδα. καὶ τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐ κατέχεται γῆς· οὐκ ἐννοῶν ὅτι πάντη τε καὶ πάντως τὰ τῶν χαρισμάτων ἐξαίρετα μεσολαβοῦσι πόνοι. Οὐδὲ γὰρ ἀνιδρωτὶ κατακτήσαιτό τις τὰ κάλλιστα τῶν γερῶν. Οὐκ οἶδεν οὖν ὁ Ἰσραὴλ ἀριστεύειν, οὐδὲ ταῖς τῶν παθῶν προσβολαῖς ἀντεξάγειν νεανικῶς. Ἐπεὶ μηδὲ τοῖς ἐν νόμῳ τὸ χρῆμα τετήρητο· προητοίμαστο δὲ μᾶλλον τοῖς ἐν Χριστῷ. Ἀλλ’ ἧν μὲν εἰκὸς ἀγανακτοῦντα Θεὸν, μηδὲ τῆς ὑδάτων αὐτοὺς ἀξιῶσαι χορηγίας· ἵνα δὲ καίπερ εἰς τοῦτο καθιγμένοι σκαιότητος, καὶ δι’ ἑτέρων εἰς πίστιν ὠφελοῖντο θαυμάτων, προστάττεται Μωσῆς κατακροῦσαι τῇ ῥάβδῳ τὴν πέτραν. Ἀλλ’ οὐκ ἠγνόει Θεὸς ὅτι ταῖς τῶν δήμων ἐπαναστάσεσιν ὀλιγοψυχήσας βραχὺ, καὶ αὐτὸς ὀκλάσει περὶ τὴν πίστιν. Διὰ τοῦτό φησιν ἐν μὲν τῇ Ἐξόδῳ· Λαβὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύσῃ. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ, πρὸ τοῦ σὲ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρὴβ, καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πινέτω ὁ λαός μου. Ἐν δὲ τοῖς Ἀριθμοῖς· Λαβὲ τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν, σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου. Καὶ λάλησον πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτοῖς. Καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγήν. Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν πρὸς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἀποφέρει λέγων· Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν. Ὡς λέγων· Ἡ ῥάβδος μέγαν μεταβάλλουσα ποταμὸν εἰς αἷμα ἀῤῥήτῳ δυνάμει τοῦ τὰ τοιάδε κατορθοῦντος Θεοῦ ἐξοίσει λίαν εὐκόλως καὶ ἐκ τῆς πέτρας τὸ ὕδωρ. Εἶτα καθ’ ἕτερον ἐμπεδοῖ τρόπον ὑπενεγκὼν, Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ. Οὐ γὰρ μόνος ἔσῃ, φησὶν, οὐδὲ σὺ τοῦ θαύματος ἀποτελεστὴς εἴης πάλιν· ἀλλ’ ἐγὼ τὴν πέτραν μητέρα πολλῶν ἀποδείξω ναμάτων, προευτρεπιῶ τὸ θαῦμα, καὶ περιμενῶ τὴν σὴν ὑπουργίαν. Λάλησον τῇ πέτρᾳ, καὶ τῶν ῥημάτων ἰσχὺς ἔσομαι ἐγώ. Ἀλλὰ καίτοι ταῖς τοιαύταις φωναῖς ἐπιθαρσῆσαι δέον, ἠτόνησεν ὁ Μωσῆς. Ἔφη γάρ· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Εἶτα τύπτει τῇ ῥάβδῳ τὴν ἀκρότομον δίς· ὡς γὰρ ἐσομένου μηδενὸς τῶν προσδοκωμένων, κᾶν εἰ καταπαίοιτο τυχὸν ἡ πέτρα. Πέπληχε δίς· καίτοι τὰ ἐν Αἰγύπτῳ μεταστοιχειώσας εἰς αἷμα, διὰ τοῦ τὴν ῥάβδον ἀποκτεῖναι προσάπαξ. Πλὴν ἐδίδου τὸ νᾶμα Θεὸς, καίτοι διὰ τούτων οὐ μετρίως παρωργισμένος· ἵνα μὴ δόκησις ἀσθενείας αὐτοῦ καταγράφοιτο παρά γε ταῖς τῶν ἀσυνέτων ὑποψίαις. Ἐπιτιμᾶται δὲ, φησὶν, ὁ Μωσῆς· Οὐκ εἰσάξετε γὰρ αὐτοὶ, φησὶν, τὴν συναγωγὴν ταύτην, εἰς τὴν γῆν ταύτην, ἣν ἔδωκα αὐτοῖς, ὅτι οὐκ ἐπιστεύσατε τοῦ ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Ἄγε δὴ οὖν πάλιν εἰς τὸ Χριστοῦ μυστήριον τὸ τῆς ἱστορίας μεταπλάττοντες σχῆμα, τὰ εἰκότα λέγωμεν, τὰς θείας ἰχνηλατοῦντες Γραφὰς, καὶ τῶν ἐννοιῶν τὴν δύναμιν πρὸς τοῖς ἱεροῖς Γράμμασιν εὗ μάλα δοκοῦν ἀπορθοῦν σπουδάζοντες.