Ancient Greek · ~28 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-4
Not analysed yet
β. Τὸ μὲν οὖν πειράζεσθαι τὸν μακάριον Ἀβραὰμ, καὶ θύειν ἐπιτάττεσθαι τὸν υἱὸν τὸν ἀγαπητὸν, δυσφοροῦντα μὲν, κατὰ τὸ εἰκὸς, ὡς γεννήτορα, καὶ θερμῷ τῆς φύσεως κέντρῳ πρὸς φιλοστοργίαν νυσσόμενον, προτιμῶντα δ’ οὖν ὅμως τὸ ἐκ τοῦ πράγματος ἀγαθὸν, αὐτὸ δὴ πάλιν ἡμῖν καὶ σφόδρα σαφῶς ἐκεῖνο δηλοῖ τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον, Οὔτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὡς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχει ζωὴν αἰώνιον. Εἰ γὰρ χρή τι καὶ ἀνθρώπινον εἰπεῖν εἰς ἀπόδειξιν τοῦ νοήματος ἐναργῆ, κατεδάκνετο τρόπον τινὰ πέμπων εἰς θάνατον δι’ ἡμᾶς τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, εἰ καὶ ᾔδει πεισόμενον τῶν λυπούντων οὐδὲν, ἐπεὶ καὶ αὐτὸς ἦν ἀπαθὴς ὡς Θεός. Ὅμως δ’ οὖν τὸ ἐκ τοῦ θανάτου χρήσιμον ἐννοῶν, τὴν ἁπάντων, φημὶ, σωτηρίαν καὶ ζωὴν, τῆς πατρὶ πρεπούσης φιλοστοργίας ἠμέλει. Διὸ δὴ καὶ Παῦλος αὐτὸν ἀπεθαύμαζε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐπὶ τίνι δ’ ἂν γένοιτο δικαίως τὸ θαῦμα τῆς εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ μή τι καὶ τῶν ἀβουλήτων ἔδοξεν ὑπομένειν παραδοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν; Τοιοῦτον γάρ τοι νοεῖν ἡμᾶς ἀναπείθει τὸ, Οὐκ ἐφείσατο, λέγων ὁ Παῦλος. Ὅπερ οὐκ ἂν ἐπὶ τοῖς τυχοῦσι ῥηθείη ποτὲ, ἀλλ’ ἐπὶ μόνοις τοῖς μεγάλου τινὸς κατανεανιευομένοις πράγματος, ὡς ἐν τῷ, Πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· ἔτι δὲ, ὅτι Πῆξον, μὴ φείσῃ. Καὶ πάλιν, Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. Καὶ ταῦτα μὲν ἡμῖν εἰς τὸ, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, εἰρήσεται. Οἱ δὲ τῷ πρεσβύτῃ συμπαρομαρτυροῦντες καὶ συμπαραθέοντες οἰκέται δύο καὶ μέχρι τῆς τρίτης ἡμέρας, τύπος ἂν εἶεν τῶν εἰς δουλείαν κεκλημένων διὰ τοῦ νόμου δύο λαῶν, τοῦ τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, φημί. Οἳ καὶ μόνοις χρῆναι τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκολουθεῖν ᾤοντο διατάγμασιν, ὥσπερ ἐκεῖνοι τῷ Ἀβραὰμ, οὔπω τὸν δι’ οὗ πάντα νοοῦντες Υἱὸν, οὐδὲ τὸν τοῦ Πατρὸς κληρονόμον ἐπιγινώσκοντες, οὗπερ ἂν εἰσφέροι καλλίστην ἡμῖν τὴν εἰκόνα, μικρὸς καὶ ἐν κόλποις ἔτι τοῦ οἰκείου πατρὸς ὁ Ἰσαὰκ κείμενος, καὶ τὴν δεσπότῃ πρέπουσαν οὔπω φορῶν ἐξουσίαν. Ἦν μὲν γὰρ καὶ ἔστιν ἀεὶ Κύριος καὶ Θεὸς παντέλειος ὁ Υἱός. Τῷ δὲ μὴ πᾶσιν ὑπάρχειν καταφανὴς, καὶ μάλιστα τοῖς ἀνοσίοις Ἰουδαίοις εἰς μόνην ὁρῶσι τὴν σάρκα, μικρός τις εἶναι καὶ ὁ τυχὼν ἐνομίζετο. Συμμετρεῖται δέ πως ἀναλόγως καὶ ταῖς ἁπάντων διανοίαις ἡ περὶ αὐτοῦ γνῶσις. Καὶ μικρὰ μὲν ἐν μικροῖς, μεγάλη δὲ αὖ ἐν μεγάλοις εὑρίσκεται. Καὶ γοῦν οἱ μὲν προφῆταί φασιν, ὅτι Μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ, τουτέστι, τοὺς ἐγγὺς αὐτοῦ γεγονότας διὰ πολλὴν ἄγαν ἀγχίνοιαν. Ὠδίνει δὲ καὶ ὁ Παῦλός τινας, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. Τουτέστιν, ἄχρις ἂν οἱ μεγάλοι καὶ ὑπερφυεῖς τῆς θεότητος αὐτοῦ χαρακτῆρες εἰς τὸν ἐκείνων ἠρέμα διαπλάττοιντο νοῦν. Τὸ δὲ ἀκολουθῆσαι μὲν τοὺς οἰκέτας καὶ μέχρι τρίτης ἡμέρας, μὴ μὴν καὶ ἐπιτετράφθαι πρὸς τὴν γῆν ἀνακομίζεσθαι τὴν ὑψηλήν τε καὶ ἱερὰν, καθίζειν δὲ μᾶλλον αὐτοῖς προστετάχθαι μετὰ τῆς ὄνου, τὴν διὰ νόμου πρὸς Θεὸν ἀκολούθησιν τῶν δύο λαῶν ὑποδηλοῖ, καὶ μέχρι τοῦ τρίτου παρατείνασαν χρόνου, τουτέστι, τοῦ τελευταίου, καθ’ ὃν ἡμῖν ἐπεφάνη Χριστός. Τρισὶ γὰρ ὁ σύμπας αἰὼν ἐκμετρεῖται καιροῖς, παρῳχηκότι, φημὶ, καὶ ἐνεστῶτι, καὶ μέλλοντι. Οὐκοῦν ἐν τρίτῳ τὸ τέλος. Ἐπιδημῆσαί γε μὴν τὸν Χριστὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἡ θεία λέγει Γραφή. Κατακολουθήσας τοίνυν ὁ Ἰσραὴλ διὰ νόμου τῷ Θεῷ, καὶ μέχρι τῶν χρόνων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐκ ἠθέλησε διὰ τῆς πίστεως ἀκολουθῆσαι Χριστῷ, πρὸς τὸν ὑπὲρ πάντων ἀναβαίνοντι θάνατον, μᾶλλον δὲ καὶ κεκώλυται διὰ πολλὰς ἁμαρτίας. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ· ἥτις διὰ τῆς ὄνου σημαίνεται τῆς τοῖς οἰκέταις συνούσης πότε. Ἀλογίας γὰρ ἡ ὄνος τῆς ἐσχάτης εἰκών· ἀλογίας δὲ τέκνον ἡ πώρωσις. Τὸ δὲ, τῶν οἰκετῶν ἀπονοσφίζεσθαι μὲν καὶ ἀναχωρεῖν ἅμα τῷ υἱῷ τὸν πατέρα, ὡς δὲ καὶ εἰς αὖθις ἐπανήξει λέγειν· (Ἐγὼ γὰρ, φησὶ, καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς,) σημαίνει τὴν πρόσκαιρον ἀναχώρησιν τοῦ Θεοῦ τὴν ἐκ τῶν υἱῶν Ἰσραὴλ, καὶ τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐπ’ αὐτοὺς ἐσομένην ὑποστροφὴν, διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιτελουμένην. Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τὸ δὲ μὴ λέγειν μὲν ἐναργῶς τὸν μακάριον Ἀβραὰμ, ὅτι θύσων ἄνεισι τὸν υἱὸν, πρόφασιν δὲ ὥσπερ τὸ, Ἕως ὧδε διελευσόμεθα, λαβεῖν, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ μὴ πεπιστεῦθαι τοῖς Ἰουδαίων λαοῖς τὸ Χριστοῦ μυστήριον. Καὶ ἀληθὴς ἡμῖν ὁ περὶ τούτου φανεῖται λόγος, ὅταν ἴδωμεν τὸν Ἰησοῦν προσλαλοῦντα μὲν Ἰουδαίοις ὡς ἐν παραβολαῖς καὶ δι’ αἰνιγμάτων, λέγοντα δὲ καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς. Τὸ δέ γε παιδάριον, τουτέστιν, ὁ Ἰσαὰκ, τοῖς τῆς ὁλοκαυτώσεως ξύλοις κατεφορτίζετο διὰ χειρὸς τοῦ πατρὸς, καὶ μέχρι τῶν τῆς θυσίας ἀφικνεῖται τόπων. Ἐπωμάδιον γὰρ τὸν οἰκεῖον φέρων σταυρὸν, ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ παθεῖν, ἀλλ’ ἐκ θελήματος οἰκείου, καὶ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ’ αὐτοῦ τῷ Ποντίῳ Πιλάτῳ, Οὐκ ἔχεις κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. Ἐπιτεθεὶς δὲ τοῖς ξύλοις ὁ Ἰσαὰκ, καὶ τοῦ θανάτου καὶ τοῦ παθεῖν ὑποκλέπτεται. Κριὸς δὲ εἰς τὴν θυσίαν ἀναβαίνει θεόσδοτος. Καὶ γὰρ ἦν μὲν ὄντως ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος ἐν τῷ ἰδίῳ ναῷ, τῷ ἐκ Παρθένου, φημὶ, καὶ προσηλωθέντι τῷ ξύλῳ. Ὑπάρχων δὲ ὡς Θεὸς ἀπαθὴς καὶ ἀθάνατος, καὶ θανάτου καὶ πάθους ἑαυτὸν ὑπεξάγει. Ἀναβαίνει δὲ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος, ὅπερ αὐτὸς εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον ὡς παρ’ αὐτοῦ· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι τὸ θέλημά σου ἠβουλήθην. Ὅτι δὲ τὰ ἐκ τῆς προτεθείσης ἡμῖν ἱστορίας καλῶς δὴ λίαν εἰς Χριστὸν ἀνοισθήσεται, μαρτυρήσει πάλιν αὐτός που λέγων· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Βιβλίον γὰρ πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγγραμμα. Κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς, ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ ταῦτα γέγραπται περὶ Χριστοῦ. Ὄτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς, ἐκεῖνο συνιεὶς, ὅπερ ὁ Παῦλός φησιν· Ὅτιπερ παντὸς ἀνδρὸς ἡ κεφαλὴ, ὁ Χριστός ἐστιν. Κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρ. Κεφαλὴ δὲ Χριστοῦ, ὁ Θεός. Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεγκών. Ἀρχὴ δὲ πάλιν ἐστὶν τῆς γυναικὸς ὁ ἀνὴρ, διὰ τὸ εἰρημένον τε καὶ ἀληθῶς πεπραγμένον· Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῇς ἐλήφθη. Χριστοῦ δὲ ἀρχὴν, αὐτὸν εἶναί φησι τὸν Θεὸν, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρχος ἔχει τὸν γεννήσαντα, μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ.